- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:147.23-148.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《范畴篇》6a12中关于数量的相反性似乎最显著地存在于处所周围的论述,辛普利丘分析了其使用“似乎”一词的真实意图,论证了上与下的相反性并非出于数量本身,而是出于附随属性或关系项,并进一步指出处所的空间间距构成了定义一切相反者的基准。
" Μάλιστα δὲ ἡ ἐναντιότης τοῦ ποσοῦ περὶ τόπον δοκεῖ ὑπάρχειν ἕως τοῦ ἐναντία ὁρίζονται." Εἰπὼν τῷ ποσῷ μηδὲν εἶναι ἐναντίον πάνυ ἐπιστημονικῶς παρατίθεται τὰ δοκοῦντα ποσὰ καὶ ἐναντία· τούτων γὰρ διελεγχθέντων ἀσφαλὴς λοιπὸν ὁ λόγος ὁ καθόλου δεικνὺς τῷ ποσῷ μηδὲν εἶναι ἐναντίον. καὶ πρότερον μὲν τὸ μέγα καὶ μικρὸν ὡς ποσὰ ἐναντία παραγαγὼν ἔδειξεν ὅτι οὐ ποσά ἐστιν, ἀλλὰ πρός τι, οὐδὲ εἰ ποσά τις αὐτὰ συγχωρήσει εἶναι, ἐναντία ἐστίν. νῦν δὲ τὸν τόπον παρατίθεται, τὴν ἐναντιότητα τοῦ ποσοῦ λέγων περὶ τὸν τόπον μάλιστα δοκεῖν ὑπάρχειν,1 οὐκ ἀρεσκόμενος τούτῳ, ὡς † οἴεται·2 αὐτὸς γὰρ εἶπεν σαφῶς, ὅτι τῷ ἀφωρισμένῳ ποσῷ οὐδέν ἐστιν ἐναντίον· ἀφωρισμένον δὲ ποσόν ἐστιν τὸ ἄνω τοῦ τόπου μέρος. λέγει οὖν ὅτι οὐκ ἔστιν μὲν οὐδὲ περὶ τοῦτο ἐναντίωσις, δοκεῖ δὲ εἶναι. τί οὖν; οὐκ ἀντίκειται τὸ ἄνω τῷ κάτω; ἢ οὐ καθὸ ποσὸν ἀντίκειται· ποσὸν γάρ ἐστιν καθὸ ἐπιφάνεια καὶ διχῇ διάστασις, κατὰ δὲ τοῦτο οὐδεμίαν ἔχει ἀντίθεσιν· ἀλλ’ εἰ ἄρα, καθὸ πρός τι ἢ καθὸ ποῦ ἡ τοῦ ἄνω πρὸς τὸ κάτω ἀντίθεσις γίνεται· τῶν γὰρ πρός τί τινα δέχεται ἐναντίωσιν, ὥσπερ καὶ τὸ ποῦ. καὶ εἴρηται πολλάκις, ὅτι πολλὰ τῶν ὄντων κατ’ ἄλλο καὶ ἄλλο ὑπὸ διαφόρους ἀνάγεται κατηγορίας. ἄμεινον δὲ ἴσως λέγειν ὅτι ὡς πρὸς τὸ πᾶν κάτω μέν ἐστιν, ἐφ’ ὃ τὰ βάρη ἔχοντα φέρεται, ἄνω δέ, ἐφ’ ὃ τὰ κοῦφα, καὶ κάτω μέν ἐστιν τὸ κέντρον καὶ τὸ μέσον, ἄνω δὲ τὰ περὶ τὸ μέσον καὶ τὰ περὶ τὸ κέντρον· ἐν σφαίρᾳ γὰρ τὸ κάτω καὶ ἄνω οὕτως θεωρεῖται· ὡς δὲ πρὸς ἡμᾶς κάτω μὲν τὰ ὑπὸ τοὺς ἡμετέρους πόδας, ἄνω δὲ τὰ ὑπὲρ τὴν ἡμετέραν κεφαλήν. τούτων οὖν οὕτως ἐχόντων τὰ μὲν πρὸς ἡμᾶς λεγόμενα ἄνω καὶ κάτω μόνως ἐστὶν πρός τι· συμμεταβάλλει γὰρ ἑκάστοτε καὶ οὐκ ἔστιν φύσει· τὰ δὲ ἐν τῷ κόσμῳ, καθ’ ὅσον μὲν ἤρτηται αὐτοῖς ἐξ ἀλλήλων τὸ εἶναι, πρός τί ἐστιν, καθ’ ὅσον δὲ τῇ αὐτῶν φύσει τοιαῦτά ἐστιν ὁποῖα λέγεται καὶ οὐδέποτε μεταπίπτει, καὶ τῶν ἐναντίων ἐστὶν δεκτικά,3 καὶ ᾗ πλεῖστον διέστηκεν, ταύτῃ ἐναντία ἐστίν, ὥστε οὐδὲ καθὸ πρός τι ἐναντία ἐστίν, ὅπερ ἐδόκει λέγεσθαι πρότερον, οὐδ’ ἔτι μᾶλλον καθὸ ποσόν ἐστιν, ταύτῃ πρός τί ἐστιν ἢ ἐναντία, ἀλλ’ ἄμφω ταῦτα, καὶ τὸ πρός τι καὶ τὸ ἐναντίον, τῷ αὐτῷ συμβήσεται τῷ ποσῷ τῷ κατὰ τὸν τόπον κατὰ τὰς εἰρημένας διαφοράς, ἀλλ’ οὐ καθὸ ποσόν. δηλοῖ δὲ καὶ αὐτὸς οὐ τῷ ποσῷ εἰπών, ἀλλὰ τοῦ ποσοῦ εἶναι τὴν ἐναντιότητα, καὶ οὐ τῷ τόπῳ, ἀλλὰ περὶ τὸν τόπον, καὶ οὐκ εἶναι ἁπλῶς, ἀλλὰ δοκεῖν ὑπάρχειν· οἱ γὰρ τοιοῦτοι προσδιορισμοὶ σαφῶς ἐκεῖνο ἐμφανίζουσιν, ὅτι ὥσπερ τὸ εὐθὺ καὶ κυρτὸν οὐ καθὸ ποσὰ ἠναντίωται, ἀλλὰ ποσοῖς οὖσιν καί τι ἄλλο συμβέβηκεν, οὕτως καὶ περὶ τὸν τόπον ταῦτα συμβέβηκεν, καὶ ὥσπερ τὸ ζῷον αὐτὸ μὲν ἐναντίον οὐδὲν ἔχει, κατὰ διαφορὰς δὲ ἐναντίας τέμνεται, οὕτω καὶ ὁ τόπος κατὰ διαφορὰς ἐναντίας διαιρεῖται. οὐ καθὸ ποσὸν οὖν ἡ ἐναντίωσις γέγονεν, ἀλλὰ κατ’ ἄλλα τινὰ ὑπάρχοντι τῷ τόπῳ ποσῷ. ἐπεὶ δὲ καὶ περὶ ἄλλα ποσὰ ἡ ἐναντίωσις συμβαίνει, τὸ μάλιστα ἐναντίον τῷ τόπῳ προσέθηκεν διὰ τὸ καὶ τὰ ἄλλα ἐναντία ἀπὸ τῆς κατὰ τὸν τόπον διαστάσεως χαρακτηρίζεσθαι. λέγουσιν οὖν ἐναντία τὰ πλεῖστον ἀλλήλων διεστηκότα, ἀλλ’ ἐπὶ μὲν τοῦ ποιοῦ εἰδητική ἐστιν ἡ διάστασις, ἐπὶ δὲ τοῦ ποσοῦ διαστηματική, ἥτις καὶ κυριώτερον διάστασις λέγεται, καὶ ἀπὸ ταύτης καὶ αἱ ἄλλαι.
“然而数量的相反性似乎最显著地存在于处所周围”直到“相反者被定义”。 在说了没有任何事物与数量相反之后,[亚里士多德]以极其具科学性的方式列举了那些看似是数量且相互相反的事物;因为一旦这些事物被驳倒,普遍证明没有任何事物与数量相反的论证在此后便是稳固的。此前,他提出了大与小作为相反的数量,表明它们不是数量而是关系项,即便有人承认它们是数量,它们也不是相反者。而现在他列举了处所,说数量的相反性似乎最显著地存在于处所周围,但他并不赞同这一点,而是正如表面所显现的那样说的;因为他自己曾明确说过,对于被限定的数量没有任何相反者;而处所的上方部分就是一个被限定的数量。因此他说,即使关于这也并不存在相反性,只是似乎存在而已。那么究竟如何呢?上方岂不是与下方相对立吗?或者说,它并非就其作为数量而言相对立;因为处所就其作为表面以及二维的延展而言是数量,而在这方面它没有任何对立;但若是相对立,上方对下方的对立乃是就其作为关系项而言,或者就其作为“何处”而言产生的;因为有些关系项容纳相反性,犹如“何处”也是如此。并且人们常说,许多存在物在不同方面被归入不同的范畴。但也许更好的说法是:相对于宇宙全体而言,下方是具有重量之物被带向的所在,上方是轻物被带向的所在,下方是中心与中点,而上方是围绕中点和围绕中心的事物;因为在球体中下方与上方是如此被看待的;但相对于我们而言,下方是我们脚下的事物,上方是我们头顶之上的事物。既然这些情况如此,那么相对于我们而言所说的上方与下方仅仅是关系项;因为它们每次都随着变化,并非出于自然;而在宇宙中的那些事物,就它们的存在彼此依赖而言是关系项,但就它们凭借自身的自然是如其所言的那样且决不改变而言,它们也是容纳相反者的,并且在它们相距最远之处,在这一方面它们是相反者;因此它们甚至不是就其作为关系项而言是相反者——正如之前似乎所说的那样——更不是就其作为数量而言在这一方面是关系项或相反者;而是这两者,即作为关系项以及作为相反者,将按照所说的差别附随于依据处所的同一数量,但绝不是就其作为数量而言。他自己也通过不说“对于数量”,而说相反性是“数量的”,以及不说“对于处所”,而说“在处所周围”,并且不说单纯地“存在”,而说“似乎存在”,阐明了这一点;因为这样的限定词清楚地表明:正如直线与曲线并非就其作为数量而言相对立,而是作为数量之物附随了某种其他东西,同样地关于处所也附随了这些东西;又正如动物本身没有任何相反者,却按照相反的属差被划分,处所也是按照相反的属差被划分的。因此,对于作为数量的处所来说,相反性的产生不是就其作为数量而言,而是按照某些其他东西。由于在其他数量周围也发生相反性,他才将“最显著地”相反附加于处所,这是因为其他相反者也是从依处所的间距而被赋予特征的。因此他们说,相反者是彼此相距最远的事物;但在质的场合,间距是形式性的,而在数量的场合,间距则是间隔性的,这也更本原性地被称为间距,其他间距也由此得名。
- 3.4οὐ τῷ ποσῷ εἰπών, ἀλλὰ τοῦ ποσοῦ εἶναι τὴν ἐναντιότητα, καὶ οὐ τῷ τόπῳ, ἀλλὰ περὶ τὸν τόπον, καὶ οὐκ εἶναι ἁπλῶς, ἀλλὰ δοκεῖν ὑπάρχειν
对亚里士多德措辞的精确句法分析:通过使用属格 τοῦ ποσοῦ 而非与格 τῷ ποσῷ,介词短语 περὶ τὸν τόπον 而非与格 τῷ τόπῳ,以及动词 δοκεῖν(“似乎”)而非单纯的 εἶναι(“是”),亚里士多德表明相反性绝非本质性地属于数量自身。
- 3.4οὐκ ἀρεσκόμενος τούτῳ, ὡς † οἴεται
此处在希腊文底本中带有存疑标记(crux),但结合上下文来看,该句表明亚里士多德并非赞同处所就其作为数量而言具有相反性这一观点,而只是按照表象(“正如看起来那样”或“正如通常所认为的那样”)转述。
- 3.4τὰ μὲν πρὸς ἡμᾶς λεγόμενα ἄνω καὶ κάτω μόνως ἐστὶν πρός τι ... τὰ δὲ ἐν τῷ κόσμῳ ... καὶ τῶν ἐναντίων ἐστὶν δεκτικά
由 μέν 和 δέ 构成的对比结构:相对于我们而言的“上”与“下”因随着观察者位置变化而是纯粹的关系项(μόνως πρός τι);相反,宇宙中依据自然的“上”与“下”(中心与周边)具有不变的本性,因此能够基于最大间距容纳相反性。
