← 辛普里丘

亚里士多德《范畴篇》注释

§145.35-147.22

连续体的界限与依据可分割性的数量定义

扬布利柯探讨了连续体中点的推进与比率、伴随形式的量度界限以及质料中的变异,并将数量定义为“可分割为内在部分者”。辛普利丘对此定义提出质疑,认为这表述的是整体与实体的部分结构而非数量本身,并提出数量应在于尺度或从一向多的可分割性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#4

καὶ ἐπὶ τοῦ συνεχοῦς δὲ τοῦ σημείου ἢ πόρρω ἢ ἐγγὺς προϊόντος πολλαὶ γίνονται διαφορότητες τῆς σχέσεως καὶ τῆς ὑπεροχῆς καὶ ἐλλείψεως, ἢ ταχὺ ἱσταμένου ἐν τῇ προόδῳ ἢ βραδέως καὶ ἢ ἐν λόγῳ τὴν ὑπεροχὴν πρὸς τὴν ἔλλειψιν ἀφορίζοντος ἢ ἀλόγως· ὡς γὰρ τὸ ἓν ἐπὶ πολλὰ ἢ ἐπ’ ὀλίγα προϊὸν ποιεῖ τὰς τῶν ἀριθμῶν παραλλαγάς, οὕτως καὶ τὸ σημεῖον τὰς διαφόρους σχέσεις τῶν μεγεθῶν ἀπεργάζεται. ‘ἀλλὰ τίς ὅρος τῆς προόδου κατά τε τὸ πολὺ καὶ ὀλίγον καὶ τὸ μέγα καὶ τὸ μικρόν; οὐ γὰρ δὴ ἐπ’ ἄπειρον πρόεισιν, ἀλλ’ ἔχει καὶ ἐν τῷ προϊέναι τι μέτρον’. ἢ δῆλον ὅτι ἕκαστον εἶδος συνυπάγει μετὰ τῆς οἰκείας ἰδιότητος καὶ ποσοῦ τι μέτρον σύμμετρον τῇ ἰδιότητι· οὐ γὰρ σχῆμα μόνον ἐπιφέρει μεθ’ ἑαυτοῦ τὸ εἶδος, ἀλλὰ καὶ μέγεθος, ὃ μετὰ διαστάσεως εἰς τὴν ὕλην παραγίνεται. πλάτος δὲ ἔχει καὶ τοῦτο ἐνθάδε διὰ τὸ ἀόριστόν πως τῆς ἐνύλου φύσεως, ἐὰν δὲ πολὺ τὸν ὅρον παραλλάξῃ ἢ πρὸς τὸ μεῖζον ἢ πρὸς τὸ ἔλαττον, τέρας νομίζεται, ὡς ἡ ἐφ’ ἡμῶν ὀφθεῖσα Κίλισσα γυνὴ τεσσάρων πηχῶν ἔχουσα τὸ μῆκος καὶ οἱ νᾶνοι πολλαχοῦ γεγονότες.1 ἀόριστον οὖν τι καθ’ ἕκαστον γένος καὶ εἶδος ἐν τοῖς ἐνύλοις παρεισέρχεται κατά τε ὑπεροχὴν καὶ κατὰ ἔλλειψιν, λόγοι μέντοι οἱ αὐτοὶ διήκουσι πάντων, οἳ μεταληφθέντες ποιοῦσι τοιαῦτα εἶναι τὰ μετέχοντα, οἷοίπερ εἰσὶν αὐτοί, ὥσπερ μεγέθους, καλοῦ καὶ τῶν ἄλλων. καὶ τὰ μὲν ἀπολύτως αὐτῶν μετέχοντα ἔσται ἁπλῶς εἰδοποιούμενα, τὰ δὲ ἐν σχέσει τῶν πρός τι, ὥσπερ εἰ λέγοι τις θερμὸν μὲν ἁπλῶς, θερμότερον δὲ τῶν πρός τι, καὶ τὰ μὲν ὡς καθ’ αὑτά, τὰ δὲ ἐν ἑτέροις, καὶ τὰ μὲν ὡς ἄυλα, τὰ δὲ ὡς ἔνυλα”. Θεωρητικώτερον δὲ τοῖς εἰρημένοις περὶ τοῦ ποσοῦ ἐπιβάλλων ὁ θεῖος Ἰάμβλιχος “παντός, φησίν, ποσοῦ κοινὴ ἔννοια τοιάδε ἐστίν· ποσὸν ὑπάρχει τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα μέρη·2 τοῦτο γὰρ ἐπὶ πλήθους καὶ μεγέθους ὡσαύτως διατείνει. τούτου δὲ τὸ μὲν ἀριθμητόν ἐστιν, τὸ δὲ μετρητόν, καὶ ἑκάτερον λέγεται καὶ ἀορίστως πως καὶ ὡρισμένως, οἷον τὸ μῆκος ὡρισμένως, ὅτι μετὰ περάτων, ἀορίστως δέ, ὅτι ἄδηλον μέχρι πόσου τὰ πέρατα ἀφορίζονται. εἰ δὲ πάντα τὰ κατὰ τὴν κοινωνίαν τοῦ αὐτοῦ γένους [ἤτοι τοῦ ποσοῦ] ἀφώρισται, οὐδὲν διαφέρει, εἰ τὸ μὲν ἐφ’ ἕν, τὸ δὲ ἐπὶ δύο, τὸ δὲ ἐπὶ τρία διέστηκεν· οὐ γὰρ διὰ τοῦτο ἀπογνωστέον τὴν μετουσίαν τοῦ κοινοῦ γένους, οὐδὲ ἐπὶ τῶν ἀριθμῶν, ὅτι ἡ δυὰς τῆς τριάδος προηγεῖται καὶ αὕτη τῆς τετράδος καὶ ἐφεξῆς· οὐ γὰρ ἡ δυὰς τὴν τριάδα ποιεῖ ὡς προτέρα οὖσα τὴν δευτέραν, ἀλλὰ κατ’ ἄλλο μὲν τὸ πρότερον αὐτοῖς καὶ ὕστερον διηρίθμηνται, κατ’ ἄλλο δὲ ἡ κοινωνία αὐτοῖς τοῦ γένους ἐνυπάρχει, καθ’ ἣν οὐδὲν μᾶλλον οὐδὲ ἧττον τὰ ἕτερα ἐν αὐτῷ περιέχεται”. ἐν δὲ τούτοις τὰ μὲν ἄλλα μοι φανερὰ δοκεῖ καλῶς εἰρημένα, πῶς δὲ ποσὸν εἶναί φησιν τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα μέρη, οὐ πάνυ τι παρακολουθῶ. τοῦτο γὰρ ὅλου μᾶλλον ἀλλ’ οὐχὶ ποσοῦ παραστατικόν μοι δοκεῖ· ἄλλη δὲ ὅλου καὶ ἄλλη ποσοῦ ἔννοια· τὸ μὲν γὰρ ὅλον καὶ τὸ μέρη ἔχειν καὶ τῇ οὐσίᾳ ὑπάρχει3[ν] καὶ οὐ καθὸ ποσόν, ἀλλὰ καθὸ εἶδος ἢ ἄτομον. διὸ καὶ Ἀριστοτέλης “μὴ ταραττέτω, φησίν, ἡμᾶς τὰ μέρη τῶν οὐσιῶν ὡς ἐν ὑποκειμένοις ὄντα τοῖς ὅλοις”. εἰ οὖν μέρη ἔχει ἡ οὐσία, ἡ μὲν κατὰ τὸ εἶδος τὰ συμπληρωτικὰ τοῦ εἴδους, οἷον τὸ ζῷον τὸ λογικόν, τὸ θνητόν, ἡ δὲ κατὰ τὸ ἄτομον τὰ συμπληρωτικὰ τοῦ ἀτόμου, οἷον κεφαλήν, χεῖρας, πόδας, δῆλον ὅτι καὶ διαιρεῖται εἰς τὰ ἐνυπάρχοντα μέρη, ὥστε οὐκ ἔστιν τοῦ ποσοῦ ἴδιον, ἀλλ’ ἐκεῖνο καθ’ ὃ δυνατὸν εἰπεῖν πόσον ἐστὶν ἕκαστον, οἷον δύο ἢ τρία ἢ δίπηχυ. τὸ γὰρ μέτρον ἴδιον τοῦ ποσοῦ· κἂν γὰρ ἀόριστον ᾖ ποσόν, οὕτως ἀόριστον λέγεται ὡς μήπω τοῦ μέτρου γνωσθέντος, κἂν ἄπειρον ὑποτεθῇ τι, οὕτως ἄπειρον ὑποτίθεται ὡς ἀδιεξιτήτως καταμετρούμενον. ὅπερ γὰρ καὶ πρότερον εἶπον, οὐδὲ ἡ διάστασις καθ’ αὑτὴν δοκεῖ μοι ποσὸν εἶναι, ἀλλὰ μᾶλλον ποιόν· ἡ δὲ γραμμὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ σῶμα διὰ τὸ ἐφ’ ἓν καὶ ἐπὶ δύο καὶ ἐπὶ τρία διεστάναι ποσόν ἐστιν καθ’ αὑτά. μήποτε δὲ ὁ θεῖος Ἰάμβλιχος κατὰ τὸ διαιρετὸν ἀφωρίσατο τὸ ποσόν, ἀλλ’ οὐχὶ κατὰ τὸ εἰς μέρη μόνον· τὸ γὰρ διαιρετὸν εἰς τὰ μέρη οὐχ ὡς ὅλον μόνον, ἀλλὰ καὶ ὡς ἓν εἰς πολλὰ διαιρεῖται, ὅπερ ὡς ποσῷ ὑπάρχει.

而在连续体中,随着点向远处或向近处推进,关系以及超出和不足的许多属差也由此产生,这取决于它在推进中是停止得迅速还是缓慢,以及它是合理地[可通约地]还是不合理地[不可通约地]界定超出相对于不足的比率;因为正如一向多数或向少数的推进造成数目的各种变异一样,点也产生量度的各种不同关系。“然而,按照多与少以及大与小的推进的界限是什么?因为总不能推进至无限,而是即使在推进中也具有某种尺度”。或者显然的是,各个形式连同其特有的特性一起,引入了与该特性相称的某种数量的尺度;因为形式不仅自身带来了形状,而且也带来了带有延展进入质料中的量度。而这个[尺度]在这里由于质料性自然在某种程度上的不确定性而具有一定的幅度;如果它大幅度偏离界限,无论向较大还是向较小,都会被视为怪物,就像在我们时代所见到的长达四肘的基利家妇女,以及各地出现的侏儒一样。因此,在质料性的事物中,按照各个属和形式,通过超出和不足而渗入某种不确定的东西;然而,相同的本质原理贯通于所有事物,当它们被分有时,便使分有者成为与它们自身相类似的事物,正如关于量度、美及其他事物那样。而那些绝对地分有它们的事物将单纯地被形式化,那些在关系中分有它们的事物则属于关系项,犹如有人把某物单纯地称为热,而在关系项中称为更热;并且有些作为自身存在者,有些作为在其他事物中者,有些作为非质料者,有些作为质料性者”。 神圣的扬布利柯以更具理论性的方式致力于关于数量的论述,他说:“一切数量的共同概念乃是如此:可分割为内在部分者作为数量而存在;因为这一点同样延及多数与量度。而在其中,一种是可数的,另一种是可度量的,并且二者都在某种程度上既不确定地又确定地被说——例如长度是确定地被说的,因为带有界限,而不确定地被说,则是因为界限画定到何种程度是不明朗的。如果按照对同一属[即数量]的共有,所有事物都被画定了,那么即便某物向一维延展,某物向二维,某物向三维延展,也没有任何区别;因为我们绝不应因此而断绝对于共同属的分有,在数目上也绝不应因为二在三之前、三在四之前并依次相承而断绝;因为二并不作为先在者产生作为后继者的三,而是在一种意义上先与后在它们之中被数出,在另一种意义上属的共有内在属于它们,按照这一共有,彼此绝非程度更强或更弱地包含在其中”。 在这些论述中,其余的事情在我看来显然说得很出色,但他怎么会说可分割为内在部分者是数量,我并不是很能领会。因为这在我看来更表明的是整体,而不是数量;整体的概念与数量的概念是互不相同的。因为作为整体以及具有部分,这也属于实体,并且不是就其作为数量而言,而是就其作为形式或个体而言。因此亚里士多德也说:“不要让实体的部分作为处在作为主体的整体之中者而扰乱我们”。因此,如果实体具有部分——按照形式的实体具有补充完善形式的部分,例如动物、理性的、有死的;按照个体的实体具有补充完善个体的部分,例如头、手、脚——显而易见,实体也分割为内在的部分,从而这并不是数量的固有属性,而唯有依据它能够说出各事物是多少的那个东西,例如二或三或两肘长,才是固有属性。因为尺度才是数量的固有属性;因为即使存在不确定的数量,它被称为不确定也是以尺度尚未被认识而言的,即使设定某种无限者,它被设定为无限也是以无法被测尽而言的。正如我之前所说,延展本身在我看来也不是数量,而更是质;线、面、体则由于向一维、二维和三维延展,而在自身上是数量。但也许神圣的扬布利柯是按照可分割性界定了数量,而不仅仅是按照分割为部分;因为可分割为部分者不仅作为整体被分割,而且也作为一向多被分割,而这正是属于作为数量的它的。

语法注3 条
  1. 3.3ὡς ἡ ἐφ’ ἡμῶν ὀφθεῖσα Κίλισσα γυνὴ τεσσάρων πηχῶν ἔχουσα τὸ μῆκος καὶ οἱ νᾶνοι πολλαχοῦ γεγονότες

    连词 ὡς 之后的名词短语保持主格,作为例证并列出现。在句法上,它们依附于前句 τέρας νομίζεται(被视为怪物),作为例证性主格,其谓语动词被省略。

  2. 3.3ποσὸν ὑπάρχει τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα μέρη

    带冠词的中性形容词实质化短语 τὸ διαιρετόν 作主语,不带冠词的 ποσόν 为置于句首以示强调的谓表语,意为“可分割为内在部分者作为数量而存在”。

  3. 3.3τὸ μὲν γὰρ ὅλον καὶ τὸ μέρη ἔχειν καὶ τῇ οὐσίᾳ ὑπάρχει

    实质化短语 τὸ ὅλον(作为整体)和 τὸ μέρη ἔχειν(具有部分)作为并列主语,动词 ὑπάρχει 支配与格 τῇ οὐσίᾳ(也属于实体)。异文不定词 ὑπάρχειν 源于间接引语的同化,而在此处作为独立的解释性 γάρ 小句,直陈式 ὑπάρχει 最为通顺。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:145.35-147.22