← 辛普里丘

亚里士多德《范畴篇》注释

§144.14-145.35

关系项中的相反者与不确定数量的含义

辛普利丘考察了对亚里士多德关于关系项没有相反者这一论点的异议,提出了扬布利柯和他本人的解决方案,并讨论了不确定数量的两种含义(绝对的与相对的),同时反驳了普罗提诺的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#3

” Εἰπόντος δὲ τοῦ Ἀριστοτέλους, ὅτι ὃ μὴ ἔστι καθ’ αὑτὸ λαβεῖν, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, τοῦτο οὐκ ἔχει ἐναντίον, ἐνίστανταί τινες πολλὰ καὶ ἐν τοῖς πρός τι ἐναντία λέγοντες εἶναι, οἷον τὴν ἐπιστήμην τῇ ἀγνοίᾳ καὶ τὴν ἀρετὴν τῇ κακίᾳ. “μήποτε οὖν, φησὶν Ἰάμβλιχος, ἐλλιπῶς εἴρηται, τὸ δὲ πλῆρές ἐστιν τοιοῦτον· ὃ μὴ ἔστιν καθ’ αὑτό, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται, οὐδενὶ τούτων τῶν πρὸς ἃ ἀναφέρεταί ἐστιν ἐναντίον·1 ἡ γὰρ μεγάλη κέγχρος πρὸς τὴν μικρὰν κέγχρον ἀναφέρεται καὶ οὐκ ἔστιν τὸ μέγα τῷ μικρῷ ἐναντίον”. μήποτε δὲ ἄμεινον λέγειν ὅτι οὐ πᾶσαν ἀντίθεσιν ἀνεῖλεν ἀπὸ τοῦ ποσοῦ ὁ Ἀριστοτέλης· οὐ γὰρ καὶ τὴν κατὰ πρός τι, ἀλλὰ μόνην τὴν κατὰ τὸ ἐναντίον, ὥστε κἂν εἴη τις ἐν τῷ ποσῷ κατὰ τὸ πρός τι ἀντίθεσις, οὐ σαλεύεται διὰ τοῦτο ὁ Ἀριστοτέλους λόγος λέγων τῷ ποσῷ οὐδὲν εἶναι ἐναντίον. Εἰδέναι δὲ χρή, ὅτι τοῦ ποσοῦ τὸ μέν ἐστιν ὡρισμένον, τὸ δὲ ἀόριστον· καὶ ὡρισμένον μὲν τὸ περιγεγραμμένον ἤδη καὶ κατὰ μέτρον ὡρισμένον νοούμενον, οἷον δύο ἢ τρία ἢ πηχυαῖον· ἀόριστον δὲ τὸ ἄνευ περιγραφῆς καὶ ἄδηλον κατὰ τίνα ὑπεροχὴν ὑπερέχει ἢ κατὰ τίνα ἔλλειψιν ἐλλείπει· τοιαῦτα δὲ τὰ πολλὰ ἢ ὀλίγα καὶ τὸ μέγα καὶ μικρόν. καὶ αὐτὸ δὲ τὸ ἀόριστον ποσὸν διχῶς λέγεται, τὸ μὲν ἁπλῶς, τὸ δὲ πρός τι. τὸ μὲν γὰρ μὴ ἀναφερόμενον ἐφ’ ἕτερον ὁμογενές, κατὰ δὲ τὴν οἰκείαν διαφορὰν νοούμενον τὴν πρὸς τὰ ἀνομοιογενῆ ἁπλῶς λέγεται, οἷον ὅταν τὸ μικρὸν ὄρος μὴ πρὸς τὰ ὁμογενῆ ἀναφέροντες, πρὸς δὲ τὴν μεγάλην οἰκίαν ὡς πρὸς ὁμογενῆ τιθεμένην μέγα λέγωμεν,2 τότε ἁπλῶς λέγομεν αὐτὸ μέγα· τῷ γὰρ καθ’ αὑτὸ μεγέθους μετέχειν μεῖζον τῆς οἰκίας λέγεται. τὰ δὲ πρὸς τὰ ὁμογενῆ συγκρινόμενα καὶ ὡς κατὰ σύγκρισιν τὸ μέγα καὶ μικρὸν ἔχοντα οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν πρός τι σχέσιν θεωρεῖται. καὶ ἐπὶ τῶν πολλῶν δὲ ὁ αὐτὸς λόγος ἁρμόζει· ἄλλο μὲν γάρ ἐστιν τὸ καθ’ αὑτὸ θεωρούμενον πλῆθος, ἄλλο δὲ τὸ κατὰ τὴν πρὸς ἕτερον σχέσιν θεωρούμενον, ὅθεν καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται τὰ τοιαῦτα καὶ τὰ ἐναντία ἅμα ὑπάρχει αὐτοῖς. Βούλεται δὲ ὁ θεῖος Ἰάμβλιχος τὰ μὲν καθ’ αὑτὰ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἐν τοῖς καθ’ αὑτὰ καὶ ἀύλοις εἴδεσιν θεωρεῖσθαι, τὰ μὲν κατὰ τὴν ὑπεροχὴν τῆς δυνάμεως, τὰ δὲ κατὰ τὸ πλῆθος τῶν καθαρῶν λόγων, τὰ δὲ πρός τι, ἅπερ καὶ κατὰ σύγκρισιν λέγεται, ἐν τοῖς ἐνύλοις ὁρᾶν, ἐν οἷς καὶ τὸ μᾶλλον καὶ ἧττον καὶ τἀναντία ἅμα κατὰ τὴν πρὸς ἕτερον καὶ ἕτερον ἀναφοράν. “προσιόντος γὰρ τοῦ εἴδους τῇ ὕλῃ σύμμικτός τις ἀπ’ ἀμφοῖν γίνεται δύναμις· καθ’ ὅσον μὲν γὰρ μεταλαμβάνει τοῦ εἴδους, ὁμοιοῦται πρὸς αὐτὸ καὶ γίνεται πολὺ καὶ μέγα τὸ ἔνυλον, κατὰ δὲ τὴν οἰκείαν ἀπειρίαν τοῦ μᾶλλον καὶ ἧττον καὶ τῆς πρός τι σχέσεως καὶ τῆς ἐπὶ τὰ ἐναντία μεταβολῆς μεταλαμβάνει. τούτου δὴ οὖν, φησίν, οὕτως ἔχοντος οὐκ ὀρθῶς ὑπολαμβάνουσιν οἱ ἁπλῶς ταῦτα πάντα ἡγούμενοι λέγεσθαι, ὥσπερ ὁ Πλωτῖνος· καὶ γὰρ ἡ συνήθεια ἐπὶ τῶν πρός τι πολλάκις αὐτοῖς χρῆται, καὶ οἱ κέγχρον μεγάλην λέγοντες κατὰ τὴν πρὸς τὸ ὁμογενὲς σύγκρισιν ὡς τὸ μεῖζον δηλοῦσαν κατὰ τὸ πρός τι λέγουσιν. ‘ἀλλὰ τὸ μέγεθος, φησὶν ὁ Πλωτῖνος, οὐκ ἔστιν τῶν πρός τι, ἀλλὰ τὸ μεῖζον, ὥσπερ καὶ τὸ διπλάσιον’. ἢ οὐχ οὕτως ἔχει·3 διατείνει γὰρ ἡ τοῦ μεγέθους ἔννοια ἐπί τε τὰ καθ’ αὑτὰ μεγέθη καὶ τὰ πρὸς ἄλληλα· οὐδὲ γὰρ ἂν μεῖζον ἐλέγετο μὴ μετέχον τοῦ μεγέθους καὶ παραδηλοῦν τὴν κατὰ τὸ μέγεθος ὑπεροχήν. ‘ἀλλὰ τὰ πολλά, φασίν, οὐδὲν ἄλλο ἐστὶν ἢ πολὺ πλῆθος ἐν ἀριθμῷ θεωρούμενον, ὥστε οὐκ ἂν εἴη πρός τι’. ἢ ῥᾴδιον ἄλλο εἶδος ἀριθμοῦ ἀντιθεῖναι, ὃ καὶ πρός τι ποσὸν λέγεται, ἐν ᾧ αἱ δέκα σχέσεις τῶν λόγων περιέχονται· ἐν τούτῳ γάρ ἐστιν καὶ τὸ πλεῖον καὶ τὸ ἔλαττον. εἰ δὲ καὶ ἀριθμοῦ ἐπέκτασίν τις ἁπλῶς λέγοι τὸ πλῆθος, τὸ δὲ ὀλίγον ἀριθμοῦ συστολήν, οὐδὲν ἧττόν ἐστιν καὶ ἐν ταῖς προόδοις τῶν διαφόρων ἀριθμῶν ἐναρμόνιός τις πρὸς ἀλλήλους διαφορά, καθ’ ἣν ὑπερέχουσίν τε καὶ ὑπερέχονται καὶ πλείονές εἰσιν καὶ ἐλάττονες.

”亚里士多德说到不能在自身上把握而是指涉于另一物的事物没有相反者,针对这一点,有人提出异议,说在关系项中也有许多相反者,例如知识与无知,美德与恶德。“因此也许”,扬布利柯说,“说法是不完备的,而完整的说法乃是如此:非在自身上存在而是指涉于另一物的事物,绝不与它所指涉的那些事物中的任何一个相反;因为大黍粒是指涉于小黍粒的,而大并不与小相反”。但也许最好说,亚里士多德并未从数量中排除所有的对立;因为他并未排除按照关系的对立,而仅仅排除了按照相反的对立,因此即使在数量中存在某种按照关系的对立,亚里士多德关于数量没有任何相反者的论点也不会因此动摇。 应当知道,数量一种是确定的,另一种是不确定的;确定的数量是已经具有界限并按照确定的尺度被理解的,例如“二”或“三”或“一肘长”;而不确定的数量则是没有界限的,并且不清楚它是按照何种超出而超出,或者按照何种不足而不足;多与少以及大与小就是这类事物。而不确定的数量本身也是按两种方式说的,一种是绝对地,另一种是相对地。因为凡不指涉于另一同类事物,而是按照对不同类事物的特有属差被理解的,是绝对地说的,例如当我们不把小山指涉于同类事物,而是相对于当作同类事物设立的大房屋说它是“大”时,这时我们绝对地说它是大;因为通过分有自身上的量度,它被称为比房屋更大。而那些与同类事物相比较、按照比较具有大与小的事物,则不是绝对地被考察,而是按照相对关系被考察。对于多,同样的论证也是适用的;因为在自身上被考察的多数是一回事,而按照对另一物的关系被考察的则是另一回事,由此,此类事物既容纳程度的增强和减弱,相反者也同时属于它们。 神圣的扬布利柯主张,自身上的大与小以及多与少是在自身上存在的非质料的形式中被考察的,前者按照能力的卓越,后者按照纯粹本质原理的多数;而把按照比较而言的关系项看作在质料性的事物中,在这些事物中,按照对不同事物的指涉,程度的增强和减弱以及相反者也同时存在。“因为当形式临近质料时,从二者中产生某种混合的能力;因为就它分有形式而言,它同化于形式,质料性的事物变多并变大,但按照其特有的无限性,它分有了程度的增强和减弱以及相对关系和向相反者的变化。因此,事情既然如此”,他说,“那些像普罗提诺那样认为所有这些都是绝对地被说的人,理解得并不正确;因为日常习惯在关系项上也经常使用它们,而那些按照与同类事物的比较称黍粒为大的人,也是按照关系说的,表明的是‘较大’”。 “然而量度”,普罗提诺说,“不属于关系项,而‘较大’才属于,正如‘两倍’一样”。或者事实并非如此;因为量度的概念既延伸到自身上的量度,也延伸到彼此相对的量度;因为如果不分有量度并且不连带表明在量度上的超出,它甚至不会被称为“较大”。“然而多”,他们说,“无非是在数目中被考察的许多多数,因而不应当是关系项”。或者,很容易提出数目的另一种形式作为对立,它也被称为相对的数量,比率的十种关系包含在其中;因为在其中也存在更多与更少。即使有人绝对地将多数称为数目的扩展,将少数称为数目的收缩,但在不同数目的递进中,同样存在某种彼此相对的和谐属差,按照这一属差,它们既超出又被超出,既是更多又是更少。

语法注3 条
  1. 3.3οὐδενὶ τούτων τῶν πρὸς ἃ ἀναφέρεταί ἐστιν ἐναντίον

    关系从句 τῶν πρὸς ἃ ἀναφέρεται 修饰 τούτων,表示限定含义,意为“绝不与它所指涉的那些事物中的任何一个相反”。

  2. 3.3πρὸς δὲ τὴν μεγάλην οἰκίαν ὡς πρὸς ὁμογενῆ τιθεμένην μέγα λέγωμεν

    分词短语 ὡς πρὸς ὁμογενῆ τιθεμένην 表示大房屋被作为同类的参照标准设立,以此来说小山是“大”。

  3. 3.3ἢ οὐχ οὕτως ἔχει

    连词 ἤ 引入对前述普罗提诺观点的反驳或替代方案,意为“或者,事实并非如此”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:144.14-145.35