← 辛普里丘

亚里士多德《范畴篇》注释

§142.34-144.14

论大小与多少属于关系而非数量

在阐明处所与时间的区别(上与下、昨日与今日)属于“何处”和“何时”范畴而非“数量”之后,释文梳理了亚里士多德证明“大与小”和“多与少”是关系项而非数量、且即便作为数量也不能构成相反者的论证过程,并引述了扬布利柯与普罗提诺的见解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3#2

ἀλλὰ καὶ πρὸς τούτους ῥητέον ὡς τὸ ἄνω καὶ κάτω οὐ τόπον σημαίνει, ἀλλὰ τὴν ποῦ κατηγορίαν, ὥσπερ τὸ χθὲς καὶ σήμερον οὐ χρόνον, ἀλλὰ τὸ ποτέ, τουτέστιν τὸ κατὰ χρόνον. ταῦτα γὰρ καὶ τῷ Ἀνδρονίκῳ δοκεῖ. μήποτε δὲ καὶ τὸ ἄνω καὶ τὸ κάτω τόπου διαφοραί εἰσιν καὶ τὸ χθὲς καὶ τὸ σήμερον χρόνου, οὐ μέντοι καθὸ ποσὸν ὁ τόπος καὶ ὁ χρόνος ἔχει τοῦτο, ἀλλ’ ὁ μὲν κατὰ τὴν θέσιν καὶ τὸ τοπικὸν ἰδίωμα, ὅπερ ἐν τῇ τοῦ ποῦ κατηγορίᾳ παραδέδοται, ὁ δὲ κατὰ τὰ ὑπὸ τῆς κινήσεως μέτρα. καὶ γὰρ ὁ τόπος καὶ ὁ χρόνος ἐν μὲν τῷ ποσῷ κατὰ τὴν διάστασιν μόνην παραδίδονται, κατὰ μέντοι τὸν ἴδιον χαρακτῆρα ὁ μὲν τόπος ἐν τῇ ποῦ κατηγορίᾳ, ὁ δὲ χρόνος ἐν τῇ ποτέ, ὥστε καθὸ ποσὸν ὁ τόπος, οὐκ ἔχει τὸ ἄνω καὶ τὸ κάτω, ἀλλὰ καθὸ τοιόνδε ποσόν. Ὁ μέντοι Ἀριστοτέλης εἰ μή τις, φησίν, τὸ πολὺ τῷ ὀλίγῳ φαίη ἐναντίον ἢ τὸ μέγα τῷ μικρῷ· δοκεῖ γὰρ ταῦτα ποσὰ ὄντα ἐναντία εἶναι. ἀλλὰ δείκνυσιν πρῶτον μέν, ὅτι οὐκ ἔστιν ποσά, ἀλλὰ πρός τι, ἔπειτα ὅτι, κἂν ποσὰ ᾖ κἂν μὴ ποσά, οὐκ ἔστιν ἐναντία. καὶ ὅτι μὲν οὐκ ἔστιν ποσά, ἀλλὰ πρός τι τὸ μέγα καὶ τὸ μικρόν, δείκνυσιν οὕτως· ‘εἰ τὰ μικρὰ μεγάλα λέγεται καὶ τὰ μεγάλα μικρὰ πρὸς τὰ ὁμογενῆ παραβαλλόμενα, οὐδὲν ἔσται καθ’ αὑτὸ μέγα ἢ μικρόν, ἀλλὰ πρὸς ἕτερα ἕξει τὴν ἀναφορὰν καὶ πρός τι ἔσται· ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον’.1 ἐν δὴ τούτῳ τῷ συλλογισμῷ τὸ μὲν συνημμένον ὡς σαφὲς παρῆκεν· εἰ γὰρ τὰ μεγάλα μικρὰ λέγεται καὶ τὰ μικρὰ μεγάλα, δῆλον ὅτι οὐδὲν ἔσται καθ’ αὐτὸ τοιοῦτο· τὴν δὲ πρόσληψιν ἀποδείκνυσιν ἐκ τοῦ καὶ ὄρος μικρὸν λέγεσθαι καὶ κέγχρον μεγάλην πρὸς τὰ ὁμογενῆ παραβαλλόμενα. εἶτα τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πολλοῦ καὶ ὀλίγου δείκνυσιν, πολλοὺς μὲν ἐν τῇ κώμῃ λέγων ἢ ἐν τῷ οἴκῳ ὡς πρὸς κώμην καὶ οἶκον, ὀλίγους δὲ ἐν τῷ ἄστει καὶ τῷ θεάτρῳ ὡς πρὸς αὐτά. δεύτερον δὲ ἐπιχείρημα ἀπὸ τῆς ἐνεργείας ἐπάγει τῆς σημαντικῆς· οὐ γὰρ ὅμοιόν τι σημαίνει τὸ τρίπηχυ καὶ τὸ μέγα, ἀλλὰ τὸ μὲν τρίπηχυ ποσόν, τὸ δὲ μέγα πρός τι. καὶ οἰκείως ἀπὸ τῶν σημασιῶν ποιεῖται τὴν ἀπόδειξιν, ἐπειδὴ κατ’ αὐτὰς αἱ κατηγορίαι διεστήκασιν. καὶ ἔστιν καὶ οὗτος ὁ συλλογισμὸς τοιοῦτος· ‘πᾶν ὃ δηλοῖ ποσόν, ἐκεῖνό ἐστι ποσόν· τὸ δὲ πολὺ καὶ ὀλίγον ἢ τὸ μέγα καὶ μικρὸν οὐ δηλοῖ ποσόν· οὐκ ἄρα ἐστὶν ποσά’. εἶτα κατασκευάζει ἐκ περιουσίας, ὅτι, κἄν τε ποσὰ ᾖ κἄν τε μή, οὐκ ἔστιν ἐναντία. δείκνυσιν δὲ αὐτὸ οὕτως· ‘τὸ μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον οὐκ ἔστι καθ’ αὑτά, ἀλλὰ πρὸς ἕτερον ἀναφέρεται· τὰ δὲ τοιαῦτα οὐκ ἔστιν ἐναντία· τὰ γὰρ ἐναντία καθ’ ἑαυτά ἐστιν καὶ ἐπὶ τῆς οἰκείας φύσεως ὑφέστηκεν’. εἶτα τὸ αὐτὸ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐπιδείκνυσιν· ‘εἰ γὰρ ἔσται τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία, συμβήσεται ἅμα τὰ ἐναντία ἐπιδέχεσθαι· ἀλλὰ μὴν τοῦτο ἀδύνατον’. τὸ δὲ συνημμένον πρόδηλον ἐκ τοῦ τὸ αὐτὸ μέγα καὶ μικρὸν εἶναι. εἶτα καὶ ἄλλο ἐπάγει συμπέρασμα τοῖς αὐτοῖς λήμμασιν ἔτι ἀτοπώτερον τὸ αὐτὸ ἑαυτῷ ἐναντίον εἶναι·2 καὶ τοῦτο γὰρ δῆλον, εἴπερ τὸ αὐτὸ μέγα καὶ μικρόν ἐστιν. ἀδύνατον δὲ αὐτὸ ἑαυτῷ ἐναντίον εἶναι, διότι τὰ μὲν ἐναντία ἀναιρετικὰ ἀλλήλων ἐστίν, οὐδὲν δὲ ἑαυτοῦ ἀναιρετικόν ἐστιν κατὰ φύσιν. καὶ δῆλον ὅτι τὰ μὲν πρός τι οὐδὲν κωλύεται ἅμα ἔχειν τὰ ἀντικείμενα, διότι πρὸς ἄλλο καὶ ἄλλο ἀναφέρεται, τὰ δὲ ἐναντία συνυπάρχειν ἀδύνατον· μάχεται γὰρ ἀλλήλοις. “Μήποτε δέ, φησὶν Ἰάμβλιχος τῷ Ἀνδρονίκῳ κατα〈κολουθῶν〉, τὸ μέγα καὶ μικρὸν καὶ τὸ πολὺ καὶ ὀλίγον οὐ μόνον πρός τί ἐστιν, ἀλλὰ καὶ ποσὸν ἀόριστον. ὅταν γὰρ λέγωμεν μέγα, ποσὸν ἀόριστον δηλοῦμεν· οὐ γὰρ δηλοῦται πόσῳ ἢ τίνι μεγέθει μέγα ἐστὶν ἢ πόσῳ πλήθει πολύ· ὅταν δὲ μεῖζον καὶ μικρότερον λέγωμεν, κατὰ τὴν πρὸς ἄλληλα σχέσιν θεωρεῖται. ὁ δέ γε Ἀριστοτέλης κατὰ τὸ πρός τι μόνον τὸ μέγα καὶ μικρὸν ἐθεώρησεν, ὥσπερ ὁ Πλωτῖνος κατὰ τὸ ἁπλῶς μόνον· τὸ γὰρ πρός τι μέγα ἀντὶ τοῦ μεῖζον λέγεσθαί φησιν.

但对这些人也必须说,“上”与“下”并不表示处所,而是表示“何处”这一范畴,正如“昨日”与“今日”不表示时间,而是表示“何时”,即按照时间而言的事物一样。因为安德罗尼柯也是这样认为的。然而,“上”与“下”也许也是处所的属差,而“昨日”与“今日”则是时间的属差,不过处所与时间具有这一点并不是就其作为数量而言,而是前者按照位置和处所特征(这在“何处”的范畴中被传授),后者则按照由运动所决定的度量。因为处所与时间在数量范畴中仅仅按照延展被传授,然而按照其特有的特征,处所属于“何处”范畴,而时间属于“何时”范畴,所以处所就其作为数量而言,并不具有“上”与“下”,而是就其作为具有此种性质的数量而言才具有。不过亚里士多德说:“除非有人会说,多与少相反,或者大与小相反”;因为这些虽然是数量,却看似是相反者。但他首先证明它们不是数量,而是关系项;接着证明无论它们是数量还是不是数量,都不是相反者。至于大与小不是数量而是关系项,他是这样证明的:“如果与同类事物相比较,小事物被称为大,大事物被称为小,那么没有任何事物在自身上是大或小,而是将具有对其他事物的指涉并成为关系项;但前件[属实],所以后件也[属实]”。于是在这个推论中,他将假言命题作为显而易见的事物略去(因为大事物若被称为小,小事物若被称为大,显然没有任何事物在自身上是如此的);但他通过即使山与同类相比也被称为小、黍粒与同类相比也被称为大这一事实,证明了小前提。接着他在多与少的情形中也展示了同样的情况,说到村庄或房屋中的多数人是相对于村庄和房屋而言的,而城邦和剧场中的少数人则是相对于它们而言的。接着他从表意活动出发引入了第二个论证:因为“三肘长”与“大”并不表示类似的事物,“三肘长”表示数量,而“大”则表示关系项。并且他恰当地从意义出发进行证明,因为各范畴正是按照意义而区分开来的。这一个推论也是如此:“凡表明数量者,即是数量;但多与少或大与小并不表明数量;因此它们不是数量”。接着他作为附加的充分论证来确立,无论它们是数量还是不是数量,都不是相反者。他是这样证明这一点的:“大与小以及多与少并不是在自身上存在的,而是指涉于另一物;但此类事物并不是相反者;因为相反者是在自身上存在的,并立足于其特有的本性”。接着他也通过归谬法证明同样的事实:“因为如果大与小将是相反者,就会得出[同一事物]同时容纳相反者的结论;然而这是不可能的”。而这个假言命题从同一事物既是大又是小这一点来看是昭然若揭的。接着他还根据同样的前提引入了另一个更为荒谬的结论,即同一事物与自身相反;因为如果同一事物确实既大又小,这也同样是明显的。但同一事物与自身相反是不可能的,因为相反者是彼此毁灭的,而在自然本性上没有任何事物毁灭自身。显然,关系项同时具有对立面是完全不受阻止的,因为它们是指涉于不同的事物,但相反者却不可能共存;因为它们彼此争斗。“然而也许”,扬布利柯跟随安德罗尼柯说道,“大与小以及多与少不仅是关系项,而且也是不确定的数量。因为当我们说‘大’时,我们表明的是不确定的数量;因为并没有表明它按多少或以何种量度为大,也没有表明按多少数量为多;但当我们说‘较大’和‘较小’时,则是按照彼此之间的关系来考察的。无论如何,亚里士多德仅仅按照关系项来考察大与小,正如普罗提诺仅仅按照绝对者来考察它们一样;因为他说,相对的大是用来代替‘较大’而说的”。

语法注2 条
  1. 3.3ἀλλὰ μὴν τὸ ἡγούμενον, τὸ ἄρα λῆγον

    斯多亚逻辑学中假言推理(肯定前件律)的固定表述。分句中均省略了系动词(如ἔστι):“然而前件[属实],故后件亦[属实]”,用以表明该假言推论的小前提与结论。

  2. 3.3τὸ αὐτὸ ἑαυτῷ ἐναντίον εἶναι

    带宾格的不定式短语,用作同位或说明性不定式,具体阐述前置名词短语συμπέρασμα ... ἔτι ἀτοπώτερον(“一个更为荒谬的结论”)的实际内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:142.34-144.14