- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:141.10-142.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》5b11中“数量没有任何相反者”的论题,辛普利丘依次考察了线、面、物体、时间、数、言语和处所等数量的各个种,论证了看似相反的性质并非源于数量本身,而是出于性质或关系。
" Ἔτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον ἕως τοῦ οὐκ ἔστιν ἄρα τὸ μέγα τῷ μικρῷ ἐναντίον οὐδὲ τὸ πολὺ τῷ ὀλίγῳ." Ὥσπερ ἐπὶ τῆς οὐσίας μετὰ τὴν διαίρεσιν τῶν εἰδῶν αὐτῆς καὶ τῶν διαφορῶν ἐπὶ τὰ ἴδια αὐτῆς καὶ τὰ παρακολουθοῦντα μεταβέβηκεν, οὕτως καὶ ἐπὶ τοῦ ποσοῦ ποιεῖ. καὶ πρῶτον τίνα τὰ κοινῇ ὑπάρχοντα τῷ ποσῷ πρὸς ἄλλας κατηγορίας παραδίδωσιν, εἶθ’ οὕτως τὰ ἴδια αὐτοῦ θεωρεῖ. λέγει δὴ οὖν, ὅτι τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον. καὶ κάλλιον ἴσως πρὸ τῆς τῶν Ἀριστοτέλους ἐξεργασίας ἕκαστον τῶν εἰδῶν τοῦ ποσοῦ προχειρισάμενον ἰδεῖν,1 ὅπως οὐκ ἔχει ἐναντίον καὶ ὅπως τὰ δοκοῦντα εἶναι ἐν ἑκάστῳ εἴδει τοῦ ποσοῦ ἐναντία οὐ καθὸ ποσὸν ὑπάρχει αὐτῷ, ἀλλὰ κατ’ ἄλλην κατηγορίαν, ὑφ’ ἣν ὑπάγεται. αὐτίκα ἡ γραμμή, καθ’ ὅσον μέν ἐστιν γραμμή, οὐδεμίαν ἔχει ἐναντίωσιν· καθ’ ὅσον δὲ ποιὰ γραμμή, κατὰ τοσοῦτον τὸ εὐθὺ καὶ τὸ κυρτὸν ἔχει περὶ τὴν γραμμὴν θεωρούμενα. πάλιν ἡ ἐπιφάνεια, καθὸ μὲν διχῇ διέστηκεν, οὐδὲν ἔχει ἐναντίον· τραχύτης δὲ καὶ λειότης περὶ αὐτὴν οὐχ ᾗ ἐπιφάνεια, ἀλλ’ ᾗ τοιάδε ἐπιφάνεια θεωρεῖται κατὰ τὸ ποιὸν αὐτῆς, ὡς λευκὴ καὶ μέλαινα οὐ καθὸ ἐπιφάνεια, ἀλλὰ καθὸ ποιὰ ἐπιφάνεια. καὶ τὸ σῶμα δὲ καθὸ σῶμα, τουτέστιν καθὸ τρεῖς ἔχει διαστάσεις, οὐδὲν ἔχει ἐναντίον· τὸ γὰρ ἀσώματον οὐκ ἔστιν τῷ σώματι ἐναντίον, ὡς μὲν ὁ Ἰάμβλιχός φησιν, διότι τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ταῦτα δὲ οὐκ ἔστιν ὑπὸ τὸ αὐτὸ γένος. μήποτε δὲ γένος μὲν αὐτῶν οὐδὲν κωλύει τὸ αὐτὸ εἶναι τὴν οὐσίαν·2 τῆς γὰρ οὐσίας τὸ μὲν σῶμά φαμεν, τὸ δὲ ἀσώματον· ἀλλὰ τὸ ἀσώματον, εἰ μὲν ἀπόφασιν καὶ στέρησιν σημαίνοι, οὐκ ἂν εἴη ἐναντίον τῷ σώματι· τὰ γὰρ ἐναντία ἐν καταφάσει· εἰ δὲ κατάφασιν καὶ αὐτὸ δηλοῖ, ἢ κρεῖττον τοῦ σώματός ἐστιν καὶ αἴτιον τοῦ σώματος ἢ χεῖρον καὶ ἐν τῷ σώματι τὸ εἶναι ἔχον· ἑκατέρως δὲ οὐκ ἂν εἴη ἐναντία, τὰ γὰρ ἐναντία ἰσοσθενῆ βούλεται εἶναι καὶ ὁμοίως τῷ οἰκείῳ γένει προσεχῆ. ἀλλ’ οὐδὲ τῷ χρόνῳ ἐστίν τι ἐναντίον, καθ’ ὅσον ἀφορίζει τῷ οἰκείῳ μέτρῳ τὴν κίνησιν. εἰ δέ τις τὴν ἡμέραν τῇ νυκτὶ νομίζει ἐναντίον, οὐ καθὸ χρόνος ποιεῖται τὴν ἐναντίωσιν (ὁ γὰρ αὐτός ἐστιν, εἴπερ ὅταν ἀλλαχοῦ ἡμέρα, ἀλλαχοῦ νύξ ἐστιν), ἀλλὰ καθὸ πῇ μὲν πεφώτισται, πῇ δὲ ἐσκίασται ὁ ἀήρ· καθὸ δὲ τοιοῦτος, οὐ ποσός ἐστιν, ἀλλὰ ποιός. καὶ τῷ ἀριθμῷ δὲ οὐδέν ἐστιν ἐναντίον· ἀφώρισται γὰρ καὶ οὐδὲν ἔχει ἐναντίον οἷον τὰ δύο ἢ τρία. πᾶν γὰρ τὸ ὡρισμένον ἕν τί ἐστιν καὶ κατὰ τοῦτο οὐκ ἐπιδέχεται οὐδεμίαν ὑπεροχὴν καὶ ἔλλειψιν, ὥσπερ τὸ ἴσον· τὸ δέ γε ἄνισον ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, διόπερ ἐστὶν ἀόριστον. ἀλλὰ τί ἂν λέγοιμεν, εἴ τις τὸ περιττὸν καὶ ἄρτιον ἐναντία λέγοι, τοῦ ἀριθμοῦ δύο εἴδη ταῦτα τιθέμενος, καὶ αὐτοῦ δὲ τοῦ ποσοῦ τὸ μὲν συνεχὲς εἶναι φάσκων, τὸ δὲ διωρισμένον, καὶ ταῦτα ὡς ἐναντία τιθέμενος; ἢ καὶ ἐπὶ τῆς οὐσίας ἡ εἰς τὰ ἀντικείμενα διαίρεσις·3 τοῦ γὰρ ζῴου τὸ μὲν λογικόν, τὸ δὲ ἄλογον ἦν καὶ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον· καὶ ὅμως συνεχωροῦμεν τῇ οὐσίᾳ μηδὲν εἶναι ἐναντίον. ἄλλο γάρ ἐστιν τὸ περὶ τὴν οὐσίαν καὶ περὶ τὸ ποσὸν θεωρεῖν ἐναντίωσιν, κατὰ τὰς περὶ αὐτὰ ποιότητας συμβαῖνον, καὶ ἄλλο τὸ αὐτῇ τῇ οὐσίᾳ ἢ τῷ ποσῷ μὴ εἶναι ἐναντίον. καὶ ὁ λόγος δέ, καθὸ ποσός ἐστιν, οὐκ ἔχει ἐναντίον· τὸ γὰρ ἀληθὲς καὶ ψεῦδος ὑπάρχει τῷ λόγῳ, καθὸ σημαντικός ἐστιν, ἀλλ’ οὐ καθ’ ὅσον ἐν διαστάσει προφέρεται καὶ καταμετρεῖται συλλαβῇ βραχείᾳ καὶ μακρᾷ. λοιπὸς δὲ τῶν ποσῶν ὁ τόπος ἐστίν, καὶ ἀμφισβητεῖται οὗτος μήποτε κατὰ τὸ ἄνω καὶ τὸ κάτω τὴν ἐναντίωσιν ἐπιδέχεται, ἅπερ ἢ εἴδη ἢ μέρη τοῦ τόπου δοκεῖ. ἀλλ’ οἱ μὲν οὐδὲ εἶναι φύσει τὸ ἄνω καὶ τὸ κάτω νομίζουσιν, ἀλλὰ κατὰ τὴν πρὸς ἡμᾶς σχέσιν θεωρεῖσθαι, ὅσοι τὸ ὑπὲρ κεφαλῆς ἡμῶν ἄνω λέγουσιν, τὸ δὲ ὑπὸ τοὺς πόδας κάτω, καὶ τὸ αὐτὸ ἄνω καὶ κάτω τίθενται κατὰ τὰς διαφόρους σχέσεις, καὶ δῆλον ὅτι οὐκ ἂν εἴη οὕτως ἐναντία· οὐ γὰρ ὑπάρχει τῷ αὐτῷ κατὰ ταὐτὸν τὰ ἐναντία. οἱ δὲ τὸ ἄνω καὶ τὸ κάτω οὐ κατὰ σχέσιν, ἀλλὰ κατὰ τὴν τοῦ παντὸς διάστασιν λαμβάνουσιν, τήν τε ἀπὸ τοῦ μέσου πρὸς τὰ πέρατα καὶ τὴν ἀπὸ τῶν περάτων πρὸς τὸ μέσον· φύσει γὰρ διάφορα ταῦτα.
“再者,数量没有任何相反者……因此,大并不与小相反,多也不与少相反。” 正如在实体的情形中,在对其种和属差进行划分之后,他进而讨论其特有属性和伴随特征一样,他在数量的情形中也是如此做的。他首先阐明数量与其他范畴所共同具有的属性,然后以这种方式考察其特有属性。因此他确实指出,数量没有任何相反者。也许在详尽考察亚里士多德的话语之前,先检视数量的每一个种,看它如何没有相反者,以及在数量的每一个种中看似相反的事物,如何不是因其作为数量而属于它,而是按照它所从属的另一范畴[属于它],这样或许更好。显然,线在其作为线而言,没有任何相反性;但就其作为某种性质的线而言,在这一程度上具有围绕线所考察的直与曲。再次,面就其在两个维度上伸展而言,没有任何相反者;而围绕它所考察的粗糙与光滑,不是由于它是面,而是由于它是按照其性质而言的特定面而被考察的,正如白与黑不是因其作为面,而是因其作为某种性质的面而被考察一样。而物体就其作为物体而言,即就其具有三个维度而言,也没有任何相反者;因为正如扬布利柯所说,非物体并不与物体相反,因为相反者属于同一个属,而它们并不属于同一个属。但也许没有什么能阻止它们的属是同一个,即实体;因为我们说实体的一部分是物体,另一部分是非物体。然而,如果非物体表示否定和缺乏,它就不会是物体的相反者;因为相反者存在于肯定中;而如果它本身也表示肯定,它要么优于物体且是物体的原因,要么劣于物体且在物体中具有其存在;但无论哪种方式它们都不可能是相反者,因为相反者要求具有均等的力量,并同等地紧邻其特有的属。再者,时间就其以特有的度量界定运动而言,也没有任何相反者。如果有人认为昼与夜相反,他并不是就其作为时间而言确立这种相反性(因为时间本身是相同的,既然当一处是昼时,另一处是夜),而是就空气在一处被照亮,在另一处被遮蔽而言;就空气具有此种状态而言,它不是数量,而是性质。数也没有任何相反者;因为它是被界定的,并且没有任何相反者,比如二或三。因为每一个被界定的事物都是某种单一者,并且就此而言不容纳任何过度与不及,正如相等一样;而不等则容纳较多与较少,因此是不确定的。但是,如果有人说奇与偶是相反者,将它们定为数的两个种,或者断言数量本身一部分是连续的,另一部分是离散的,并将这些定为相反者,我们该说什么呢?难道在实体的情形中不也有向着对立面的划分吗?因为在动物中,一种是理性的,另一种是非理性的,一种是必死的,另一种是不死的;然而我们当时承认实体没有任何相反者。因为围绕实体和围绕数量考察那按照与其相伴的性质而发生的相反性,是一回事;而实体本身或数量本身没有相反者,则是另一回事。言语就其作为数量而言,也没有相反者;因为真与假属于言语,是就其具有意义而言,而不是就其在延展中被发声并由短音节和长音节所度量而言。在各种数量中剩下的就是处所,人们对它存有争议,怀疑它是否按照上与下而容纳相反性,而上与下似乎是处所的种或部分。但有些人甚至认为上与下并不是自然存在的,而是按照对我们的关系被考察的,凡是将我们头顶之上的称为上、将我们脚下的称为下的人就是如此,并且他们根据不同的关系将同一事物定为上和下;显然以这种方式它们不会是相反者;因为相反者不可能在同一方面属于同一事物。另一些人则不是按照关系,而是按照全宇宙的延展来理解上与下,即从中心到边缘的延展以及从边缘到中心的延展;因为这些在自然本性上是不同的。
- 3.3ἕκαστον τῶν εἰδῶν τοῦ ποσοῦ προχειρισάμενον ἰδεῖν
宾格分词 προχειρισάμενον 用作由无人称结构 κάλλιον [ἐστί] 所引导的不定词 ἰδεῖν 的逻辑主语。整个不定词短语的宾语是由 ὅπως οὐκ ἔχει... 引导的间接疑问从句。
- 3.3μήποτε δὲ γένος μὲν αὐτῶν οὐδὲν κωλύει τὸ αὐτὸ εἶναι τὴν οὐσίαν
μήποτε 在此用作副词性表达,提出审慎的建议或委婉的反驳(“也许”)。在主动词 κωλύει 所支配的“宾格加不定词”结构中,γένος αὐτῶν 是逻辑主语,τὸ αὐτό 是表语宾格,τὴν οὐσίαν 是同位语(“它们的属是同一个,即实体”)。
- 3.3ἢ καὶ ἐπὶ τῆς οὐσίας ἡ εἰς τὰ ἀντικείμενα διαίρεσις
小词 ἤ 引入对前文疑问(τί ἂν λέγοιμεν...)的解答方案;系动词或述谓动词(如 ἦν 或 ἐγίνετο)在语境中被省略(“或者在实体的情形中不也有向着对立面的划分吗?”)。紧随其后的 τοῦ γὰρ ζῴου... ἦν 进一步支持并展开了这一省略结构。
