- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:139.32-141.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了关于运动范畴归属的诸家学说(归于关系、分散于多个范畴、十范畴共有、做与受、独立属,以及扬布里柯主张其为数量),针对万物皆流变因而无物具有位置的反驳论证了持存基质的存在,并反驳了表面仅是偶性数量的疑难,从而捍卫了表面和时间作为本原数量的地位。
δοκεῖ οὖν κατὰ ταῦτα καὶ ἡ κίνησις μετέχειν τοῦ ποσοῦ, ἀλλ’ οὐκ εἶναι ποσόν. Καὶ ἔοικεν πολλή τις ἀμφιβολία γεγονέναι περὶ τὴν κίνησιν, εἴπερ οἱ μὲν ὑπὸ τὸ πρός τι αὐτὴν ἀνάγεσθαί φασιν, οἱ δὲ ὑπὸ πλείονας κατηγορίας ἐν αἷς θεωρεῖται1 (καὶ γὰρ ἐν ποσῷ κίνησις, ὡς αὔξησις καὶ μείωσις, καὶ ἐν ποιῷ, ὡς ἀλλοίωσις, καὶ κατὰ τόπον ἄλλη, καὶ δὴ καὶ κατ’ οὐσίαν)· ἄλλοι δέ τινες τὸ δυνάμει καὶ ἐνεργείᾳ κοινῶς ἐπὶ πάντων τῶν γενῶν θεωροῦντες τὴν κίνησιν ἐντελέχειαν οὖσαν τοῦ κινητοῦ, ᾗ κινητόν, κατὰ τὴν Ἀριστοτέλους ἀπόδοσιν, κοινὴν εἶναι τῶν δέκα γενῶν φασιν· οἱ δὲ ἐν τῷ ποιεῖν καὶ πάσχειν αὐτὴν κατατάττουσιν· Πλωτῖνος δὲ αὐτὴν καθ’ αὑτὴν πρὸ τοῦ ποιεῖν καὶ πάσχειν ὡς γένος ἴδιον τὴν κίνησιν ἀφωρίσατο· ὁ μέντοι Ἰάμβλιχος ποσὸν αὐτὴν εἶναι βούλεται· “εἰ γὰρ τὸ εἶναι αὐτῇ κινήσει ἐκ διαστημάτων ὑφέστηκεν2 καὶ ἐν διαστήματι, φησίν, αὐτὴ καθ’ αὐτὴν ἔχει τὴν διέξοδον, ποσὴ ἂν εἴη δι’ ἑαυτήν, ἐπεὶ καὶ ὁ λόγος ποσὸς θεωρεῖται, ὅτι ἐκ διαστημάτων ποσῶν τοσόσδε ὑφέστηκεν καὶ καταμετρεῖται τῷ τοσῷδε μήκει καὶ ἔστιν μετρητός”. καὶ θαυμαστὸν οὐδὲν κατὰ μὲν τὸ διάστημα ποσὸν εἶναι τὴν κίνησιν, κατὰ δὲ τὴν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴν ἐν πάσαις θεωρεῖσθαι ταῖς κατηγορίαις καὶ κατ’ ἄλλην καὶ ἄλλην ἑαυτῆς φύσιν ἄλλως καὶ ἄλλως θεωρεῖσθαι. μήποτε δὲ καὶ τὸ λευκὸν οὐ κατὰ τὴν ἐπιφάνειαν διέστηκεν ἁπλῶς, ἀλλ’ ἔχει ἰδίαν διάστασιν τὸ ἐν γενέσει λευκὸν τὴν συνεκτεινομένην τῇ ἐπιφανείᾳ ἄλλῃ οὔσῃ παρὰ τὸ λευκόν, ὥσπερ καὶ ἡ κίνησις ἐλέγετο διάστασιν ἔχειν ἰδίαν ἄλλην παρὰ τὸν χρόνον καὶ τὸν τόπον· καὶ γὰρ αἱ ποιότητες προϊοῦσαι εἰς τὴν γένεσιν οὐ φυλάττουσιν τὴν εἰδητικὴν ἀμέρειαν, ἀλλ’ εἰς τὴν γενητὴν διάστασιν ὑποβαίνουσιν καὶ καθ’ ἑαυτάς. Ἀποροῦσι δὲ καὶ πρὸς τὰ ἐνταῦθα λεγόμενα οἱ αὐτοὶ ἄνδρες οὐδὲν ἔχειν θέσιν λέγοντες· εἰ γὰρ θέσιν ἔχειν ἐκεῖνα λέγεται, ὧν τὰ μόρια ὑπομένει, πάντων δὲ ῥεόντων οὐδὲν ὑπομένοι, οὐδὲ θέσιν ἄν τι κυρίως ἔχοι. ἢ κἂν ἡ ὕλη ῥέῃ συνεχῶς καὶ τοῦτο δοίη τις καὶ τὰ σώματα ἐπ’ ἄπειρον ἔχει προσθήκας καὶ ἀφαιρέσεις, ἀλλ’ ὅμως ἔστιν τι καὶ τὸ μένον ἐναργῶς, εἴτε τὸ δεύτερον ὑποκείμενον, ὡς τινες λέγουσιν, εἴτε τὸ ἰδίως ποιόν, ὡς ἄλλοι, εἴτε ἡ κατὰ τὸ εἶδος οὐσία ἢ ἡ ἄτομος καὶ σύνθετος οὐσία ἢ καὶ ἄλλο τι τοιοῦτον, ὃ καὶ ἐν ταῖς μεταβολαῖς ὑπομένει καὶ ἀπ’ ἀρχῆς ἄχρι τέλους γνωρίζεται· περὶ γὰρ τῶν ἐναργῶν ὁ λόγος, ἀλλ’ οὐχὶ περὶ τῶν ἀφανῶν καὶ ἀμφισβητουμένων. δεύτερον δέ, ᾧ λόγῳ,3 φασίν, τὸ λευκὸν κατὰ συμβεβηκὸς εἶναι ποσὸν [ὡς] ὁ Ἀριστοτέλης λέγει, τῷ τὴν ἐπιφάνειαν ποσὸν εἶναι, τούτῳ τῷ λόγῳ καὶ ἡ ἐπιφάνεια κατὰ συμβεβηκὸς ἔσται ποσὸν τῷ πλήθους μετέχειν. ἀλλ’ ὑπομνηστέον τῶν ἔμπροσθεν εἰρημένων ἐν οἷς ἐλέγομεν ἄλλο μὲν εἶδος εἶναι τοῦ ποσοῦ τὸ κατὰ τὸ πλῆθος, ἄλλο δὲ τὸ κατὰ τὸ μέγεθος ἴδιον ποσὸν καὶ ἀντιθέτως ἔχον πρὸς τὸ κατὰ τὸ πλῆθος ποσόν. ἔτι δέ, εἰ τοῖς προηγουμένοις ποσοῖς ἑπτὰ τὸν ἀριθμὸν οὖσιν συνακολουθεῖ τινα ἀόριστα κατηγορήματα, οἷον τῷ μὲν πλήθει τὸ πολὺ καὶ ὀλίγον, τῷ δὲ μεγέθει τὸ μέγα καὶ μικρόν, καὶ ταῦτα κατηγορεῖν εἰώθαμεν οἰκείως μὲν τῶν καθ’ αὑτὰ ποσῶν, κατὰ συμβεβηκὸς δὲ τῶν ἄλλων διὰ τὰ προηγούμενα, οἷον διὰ τὴν ἐπιφάνειαν, διὰ τὸν χρόνον, δῆλον ὅτι προηγουμένως ποσὰ δείκνυται ἡ ἐπιφάνεια καὶ ὁ χρόνος, εἴπερ διὰ ταῦτα καὶ τοῖς ἄλλοις συνυπάρχει τὰ παρακολουθοῦντα τῷ ποσῷ.
因此,根据这些说法,运动似乎亦是分有数量,而非其自身即是数量。关于运动似乎亦产生了极大的争议,既然有人说它被归入关系范畴之下,而另一些人则说它被归入其得以被考察的多个范畴之下(因为既有在数量中的运动,如增加与减少,亦有在性质中的运动,如质变,以及依处所的另一种运动,且确有依实体的运动);还有一些人,鉴于潜能与现实在所有属中被普遍考察,便根据亚里士多德的定义,即运动乃是可运动者作为可运动者的现实(完满显现),而主张运动为十个属所共有;另一些人则将其归类于“做”与“受”之中;然而普罗提诺则将运动自身置于“做”与“受”之前,界定为一个独特的属;可是扬布里柯却主张它是数量。“因为,”他说,“如果它作为运动的存在是由延展构成的,且自身在延展中具有其流转进程,那么它由于自身就应当是定量的;正如言辞亦被考察为数量,乃是因为它由定量的延展构成为如此多,被如此多的长度所测定,且是可测量的。”运动在延展方面作为数量,而在由潜能到现实的变化方面在一切范畴中被考察,且根据其自身不同的本性而以不同方式被考察,这绝非不可思议。或许,生成中的白亦非单纯依表面而延展,而是白自身具有与其表面一同扩展开来的固有的延展,而表面乃是异于白的(正如运动亦被说成具有异于时间和处所的固有延展);因为性质在走向生成时并不保留其形式上的无部分性,而是自身亦降入生成的延展之中。 这些人亦对在此所说的事情提出疑难,称没有任何事物具有位置。因为如果那些各部分留存的事物被称为具有位置,而在一切皆流变的情况下没有任何事物留存,那么没有任何事物能严格地具有位置。或者,纵使质料不断流变,某人承认这一点,且物体承受无休止的增添与删减,但无论如何,仍显见有某种留存之物,无论它是如某些人所说的“第二基质”,还是如另一些人所说的“特具性质者”,抑或是依形式的实体,还是不可分且复合的实体,或诸如此类的某种别的东西,它甚至在各种变化之中亦留存下来,并且自始至终都能被认识;因为论述乃是关于显然可见之物,而非关于隐晦未显且有争议之物。其次,他们说,按照亚里士多德说白是偶性的数量所凭依的同样论理——即因表面是数量——依此论理,表面亦将因分有多样性(多数性)而成为偶性的数量。但是应当忆及此前所说的内容,我们在其中曾指出,依多数性而言的数量是数量的一个种,而依大小而言的数量则是其自身的固有数量,且与依多数性而言的数量相对立。再者,如果在数量上为七的那些本原的(先行性的)数量伴随着某些不定的述词(例如,多数性伴随着‘多’与‘少’,大小伴随着‘大’与‘小’),且我们习惯于将这些述词在本真意义上述说那些就其自身而言的数量,而偶性地经由那些先行的数量述说其他事物(例如经由表面、经由时间),那么显而易见,表面和时间被证明是先行的数量,如果确实是经由它们,伴随数量而来的属性才亦共存于其他事物之中。
- 3.2οἱ δὲ ὑπὸ πλείονας κατηγορίας ἐν αἷς θεωρεῖται
此处省略了前分句中的动词 ἀνάγεσθαι(以及 φασιν),整体骨架为 οἱ δὲ [ἀνάγεσθαί φασιν] ὑπὸ πλείονας κατηγορίας。紧随其后的括号中例证展示了运动如何在实体、数量、性质与处所诸范畴中显现。
- 3.2εἰ γὰρ τὸ εἶναι αὐτῇ κινήσει ἐκ διαστημάτων ὑφέστηκεν
带冠词的不定词 τὸ εἶναι 与与格 αὐτῇ κινήσει 连用,构成表示本质或定义的结构,意为“若其作为运动的存在由延展构成”。
- 3.2ᾧ λόγῳ, φασίν, τὸ λευκὸν κατὰ συμβεβηκὸς εἶναι ποσὸν [ὡς] ὁ Ἀριστοτέλης λέγει, τῷ τὴν ἐπιφάνειαν ποσὸν εἶναι, τούτῳ τῷ λόγῳ
这是一个关联照应结构:ᾧ λόγῳ ... τούτῳ τῷ λόγῳ(“依……同样的论理,依此论理”)。插入的带冠词不定词短语 τῷ τὴν ἐπιφάνειαν ποσὸν εἶναι 具体指明了 ᾧ λόγῳ 所指的理由(“即因表面是数量”)。
