- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:138.19-139.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证数不具有位置的原因并非由于缺乏留存性,而是由于其非连续性,并考察了亚里士多德行文措辞的缘由。随后他探讨了言辞、时间和数中秩序的表现形式及扬布里柯的见解,最后总结了数量的四种划分:连续与区分、具位置与否、具秩序与否、本原与偶性。
ἀλλὰ μᾶλλον διὰ τὸ μὴ συνεχὴς εἶναι· δεῖ γὰρ καὶ συνεχῆ εἶναι καὶ ἐκτετάσθαι τὰ θέσιν ἔχοντα· οὕτως γὰρ καὶ ἡ πρὸς ἄλληλα τῶν μορίων θέσις ὁραθήσεται, τίνα τίσιν τῶν μορίων συνάπτεται. ἐν γὰρ τῇ τριάδι ποία μονὰς πρὸς ποίαν σύγκειται, οὐκ ἔστιν εἰπεῖν, ὥσπερ ἐπὶ τῆς γραμμῆς ποῖον μόριον ποίῳ συνάπτει, ἐναργές ἐστιν ἰδεῖν. Διὰ τί δὲ οὐχ ὡς ἐπὶ τοῦ λόγου καὶ ἐπὶ τοῦ χρόνου σαφῶς ἀνεῖλεν τὸ θέσιν ἔχειν, οὕτως καὶ ἐπὶ τοῦ ἀριθμοῦ, ἀλλ’ ὅτι θέσιν οὐ πάνυ λάβοις ἂν αὐτοῦ;1 ἢ ὡς οἱ ἐξηγηταί φασιν, ὅτι δοκεῖ καὶ ὁ ἀριθμὸς ἐπιδέχεσθαι θέσιν διὰ τὰ ἀριθμούμενα. μήποτε δὲ χαρακτηριστικοῦ ὄντος τῶν θέσιν ἐχόντων μάλιστα τοῦ τὰ μόρια ὑπομένειν, ὁ μὲν λόγος καὶ ὁ χρόνος οὐκ ἔχει τοῦτο, ὁ δὲ ἀριθμὸς ἔχει, καὶ εἴπερ εἶχεν τὴν συνέχειαν, ἦν ἂν τῶν θέσιν ἐχόντων. κἂν θέσιν δὲ μὴ ἔχῃ ὅ τε λόγος καὶ ὁ χρόνος καὶ ὁ ἀριθμός, ἀλλὰ τάξιν ἔχει, ὡς εἴρηται, ταῦτα ἀντὶ τῆς θέσεως. ἡ δὲ τάξις κυρίως μὲν ὡς ἐπὶ διωρισμένων θεωρεῖται κατὰ τὸ πρότερον καὶ ὕστερον λαμβανομένη, καὶ ἐπὶ τοῦ χρόνου δέ, καθ’ ὅσον προηγεῖται τὸ παρεληλυθὸς τοῦ ἐνεστῶτος καὶ τοῦτο τοῦ μέλλοντος, ὥστε καὶ ἐπὶ τούτου κατὰ τὸν διορισμὸν ἡ τάξις ἔοικεν θεωρεῖσθαι. ἐν δὲ τῷ ἀριθμῷ ἡ τάξις οὐκ ἐν ἑκάστῳ· οὐ γὰρ ἔστιν ἐν τῇ τριάδι τάξις τῶν μονάδων, ἀλλ’ ἐν τῷ χύματι τῶν ἀριθμῶν,2 ὅτι ἡ μονὰς προηγεῖται τῆς δυάδος καὶ ἡ δυὰς τῆς τριάδος καὶ ἐφεξῆς. ἐν δὲ τῷ λόγῳ ἡ τάξις, καθ’ ὅσον ἄλλα μέρη τοῦ λόγου ἄλλων προηγεῖται καὶ ἄλλαι συλλαβαὶ ἄλλων. κἀνταῦθα δὲ ἀπορῶ, πῶς ὁ θεῖος Ἰάμβλιχος περὶ τοῦ λόγου φησὶν ὅτι δοκεῖ μήτε τάξιν ἐμφαίνειν, εἴ τις αὐτοῦ τὸ μῆκος μόνον καὶ τὴν διέξοδον τῆς φωνῆς θεωροίη, κἂν ᾖ ἄσημος. τί γὰρ μᾶλλον ἡ ἑτέρα συλλαβὴ τῆς ἑτέρας προτέτακται; παντὶ γὰρ δῆλον ὅτι ἔστιν τάξις ἐν τῷ λόγῳ, καὶ οὐκ ἄν τις τὸ Σωκράτης ὄνομα εἴποι τὴν κρα συλλαβὴν πρώτην προενεγκάμενος. θεωρητικῶς δὲ τοῖς θέσιν ἔχουσιν ποσοῖς ἐπιβάλλων “τοῦτο, φησίν, τὸ γένος ἕδραν παρέχεται πᾶσιν ὅσα ποτέ ἐστιν ποσά, τοῖς τε ἁπλουστέροις ἐν τοῖς συνθέτοις καὶ τούτοις ἐν τοῖς ἁπλοῖς· διχῶς γὰρ τοῦ ἁπλοῦ λαμβανομένου τὸ μὲν ὡς συνταττόμενον τοῖς συνθέτοις καὶ περιεχόμενον ὑπ’ αὐτῶν, ὡς ἡ ἐπιφάνεια ὑπὸ τοῦ σώματος, θέσιν ἔχει ἐν * * τῷ σώματι, τὸ δὲ ὡς ὑπερέχον καὶ ἐξῃρημένον ἕδραν ἐν ἑαυτῷ παρέξει3 τοῖς συνθέτοις· προσδεόμεθα οὖν τῆς θέσεως, ἵνα τὴν πρὸς τὰ δεύτερα ποσὰ συνέχειαν νοήσωμεν”. Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι κατὰ μὲν τὴν πρώτην διαίρεσιν πέντε μὲν ἦν συνεχῆ, δύο δὲ διωρισμένα· κατὰ δὲ τὴν δευτέραν τέτταρα μὲν τὰ θέσιν ἔχοντα, γραμμή, ἐπιφάνεια, σῶμα, τόπος, τρία δὲ τὰ μὴ ἔχοντα, ἀριθμός, χρόνος, λόγος, ὧν δύο μέν, φησὶν Ἰάμβλιχος, τάξιν ἔχει, ἀριθμὸς καὶ χρόνος· λόγος δὲ πῶς μὲν ἔχει τάξιν, πῶς δὲ οὐκ ἔχει, φησίν, ὡς ἐν τοῖς πρὸ τούτων διώρισται, ὥστε καὶ ἄλλη τρίτη γέγονεν διαίρεσις, καθ’ ἣν τῶν ποσῶν τὰ μὲν ἔχει τάξιν, τὰ δὲ οὐκ ἔχει. καὶ ἄλλην δὲ τετάρτην ἐφεξῆς προστίθησιν διαίρεσιν, καθ’ ἣν τῶν ποσῶν τὰ μέν ἐστι προηγουμένως ποσά, ὅσα καθ’ αὑτά ἐστιν τοιαῦτα, ὡς ἀριθμὸς καὶ μέγεθος καὶ χρόνος καὶ τὰ τοιαῦτα, ὧν τὸ ποσὸν ἐν τῷ τί ἐστιν κατηγορεῖται· τὰ δὲ κατὰ συμβεβηκός, ὅσα κατ’ ἄλλο τι ποσὰ εἶναι λέγεται, οἷον τὸ λευκὸν πολὺ λέγεται ἢ μέγα, οὐ καθὸ λευκόν, ἀλλὰ κατὰ τὴν ἐπιφάνειαν, καὶ ὁ ἄνθρωπος μακρὸς κατὰ τὸ μῆκος, καὶ ἡ κίνησις δὲ πολλὴ ἢ διὰ τὸν χρόνον ἢ διὰ τὸν τόπον· ἐὰν γὰρ ἀποδιδῷ τις τὸ ποσὸν αὐτῆς, ἢ ἐνιαυσιαίαν λέγων κατὰ τὸν χρόνον ἀποδώσει ἢ σταδιαίαν κατὰ τὸν τόπον.
[数不具有位置]宁可说是由于它不是连续的;因为具有位置的事物必须既是连续的又是延展的;因为只有这样,各部分彼此之间的位置,即哪些部分与哪些部分相接,才能被看清。因为在“三”之中,不能说哪个单子与哪个单子相邻接,而在直线的情形中,哪个部分与哪个部分相接则是显而易见的。然而,为什么[亚里士多德]并不像在言辞和时间的情形中明确否定它们具有位置那样,在数的情形中亦同样否定,而是[说]“你几乎不能把握它的位置”呢?或者正如诠释家们所说,是因为数因被计数之物而似乎亦容受位置吗?抑或,既然各部分的留存首先是具有位置者的特征标志,而言辞和时间不具有这一特征,数却具有它,且如果数确实具有连续性,它就会属于具有位置之物。即使言辞、时间和数不具有位置,但正如已经说过的,它们具有秩序来代替位置。严格意义上的秩序乃是在区分开的事物中依照“在前”与“在后”而被考察的,在时间中亦是如此,在于过去先于现在、现在先于未来,从而在时间中,秩序似乎亦是依区分而被考察的。但在数中,秩序并不存在于各个具体的[数]之中——因为在“三”之中并不存在各单子的秩序——而是存在于数的扩展系列之中,即单子先于“二”,“二”先于“三”,依此类推。而在言辞中,秩序之所以存在,乃是在于言辞的某些部分先于另一些部分,某些音节先于另一些音节。然而在此我亦困惑,神圣的扬布里柯关于言辞何以会说:如果有人仅仅考察其长短和声音的流转,即使它是无意义的,它似乎连秩序都不显现。因为一个音节凭什么被置于另一个音节之前呢?因为对所有人来说,言辞中存在秩序乃是显而易见的,绝没有人会在说“苏格拉底”这个名字时先把“克拉”这个音节发出来。并且,他在对具有位置的数量进行思辨性探究时说道:“这一属为无论以何种方式作为数量的一切事物提供基座,既在复合事物中为更单纯的事物提供基座,亦在单纯事物中为这些[复合事物]提供基座;因为单纯者是以双重方式被把握的,一种是与复合者同列并被其包容,如表面被物体包容那样,在物体中具有位置;另一种则是作为超越且卓异者在自身之中为复合者提供基座;因此我们还需要位置,以便理解与第二等级的数量的连续性。” 值得注意的是,按照第一种划分,连续的有五种,区分开的有两种;而按照第二种划分,具有位置的有四种:线、面、物体、处所;不具有位置的有三种:数、时间、言辞。扬布里柯说,其中有两种具有秩序,即数与时间;而言辞,正如在前面的讨论中已经界定的,在某种方式下具有秩序,在另一种方式下不具有秩序,他说,从而又产生了第三种划分,依此划分,在数量中,有些具有秩序,有些则不具有。随后他又增补了第四种划分,依此划分,在数量中,有些是主要的(本原的)数量,即凡是就其自身而言是此类事物的,如数、大小、时间以及诸如此类者,对它们而言数量是在“是什么”中被述说的;而另一些则是偶性的,即凡是由于别的某物而被说成是数量的,例如白色被说成“多”或“大”,不是就其为白而言,而是依照表面而言,人依其长度被称为“高大”,运动亦或是由于时间或是由于处所被称为“多”;因为若有人指明运动的数量,他要么依照时间说是“一年的”来指明,要么依照处所说是“一斯塔德的”来指明。
- 3.2ἀλλ’ ὅτι θέσιν οὐ πάνυ λάβοις ἂν αὐτοῦ;
该分句与前文疑问句“Διὰ τί δὲ οὐχ... οὕτως καὶ ἐπὶ τοῦ ἀριθμοῦ”(为什么在数的情形下不同样如此)相对照,省略了主导动词(如ἀνεῖλεν或εἶπεν)。ὅτι引导直接引自亚里士多德原文(5a32: θέσιν δὲ οὐ πάνυ λάβοις ἂν αὐτοῦ)的引语,隐含“[而是说]你几乎不能把握它的位置”之意。
- 3.2ἐν τῷ χύματι τῶν ἀριθμῶν
χύμα字面意为“流注”、“扩展”或“聚集”,在此指自然数系列整体的延伸和相续展开(即1, 2, 3……的序列),而非某一个具体数内部的构成。其后的“ὅτι ἡ μονὰς προηγεῖται τῆς δυάδος...”作为同位语说明其具体内涵。
- 3.2τὸ μὲν ὡς συνταττόμενον τοῖς συνθέτοις καὶ περιεχόμενον ὑπ’ αὐτῶν... θέσιν ἔχει... τὸ δὲ ὡς ὑπερέχον καὶ ἐξῃρημένον ἕδραν ἐν ἑαυτῷ παρέξει
在属格绝对结构“διχῶς γὰρ τοῦ ἁπλοῦ λαμβανομένου”(因为单纯者以双重方式被把握)之后,以“τὸ μὲν... τὸ δὲ...”构成并列分裂主语结构。这两个中性单数冠词分别作为后续动词θέσιν ἔχει与παρέξει的主语,分别指代与复合者同列的单纯者以及超越复合者的单纯者。
