← 辛普里丘

亚里士多德《范畴篇》注释

§137.6-138.19

评扬布里柯的处所论与不具位置的量

辛普里修审视并批判了扬布里柯关于处所与位置的解释(处所处于其所包容之物中的悖论及偶性位置),通过与区分开的事物中的秩序相对比考察了连续量中位置的本质,并探讨了言辞、时间与数何以不具有位置,批判性地反驳了扬布里柯关于数的部分不留存的观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2#2

θαυμάσοι δ’ ἄν τις τοῦ θείου Ἰαμβλίχου ταῦτα περὶ τόπου γράφοντος·1 “ὁ δὲ τόπος ὡς μὲν ἐπιφάνεια εἴη ἂν ἐν τῷ σώματι, οὗ πέρας οὖσα περιέχει τὸ σῶμα, ὡς δὲ τόπος ἐν τῷ περιεχομένῳ ὑπ’ αὐτοῦ· δι’ ὃ γὰρ τὸ εἶναι αὐτῷ τόπῳ ὑπάρχει, ἐν τούτῳ [γὰρ] καὶ κεῖσθαι λέγοιτο”. τὸ γὰρ τὸν τόπον ἐν τόπῳ εἶναι καὶ τὸ ἀγγεῖον ἐν τῷ οἴνῳ (καὶ τοῦτο γὰρ κατὰ τὴν αὐτὴν ἀναλογίαν ἀκολουθήσει) πῶς οὐ δόξει τῶν ἀπεμφαινόντων;2 προϊὼν δὲ “μήποτε, φησί, κατὰ συμβεβηκὸς ὁ τόπος θέσιν ἔχει τῷ τὸ σῶμα τὸ κατέχον αὐτὸν θέσιν ἔχειν· καὶ ἡ ἐπιφάνεια δὲ κατὰ συμβεβηκός ἐστιν ἐν τόπῳ”. ταὐτὸν δὲ τόπος καὶ ἐπιφάνεια κατὰ τὸ ὑποκείμενον, καὶ ἄμεινον κατὰ τὴν Ἀριστοτελικὴν περὶ τοῦ τόπου ἔννοιαν οὕτως ἀκούειν. ἀλλ’ εἴ τις διάστημα λέγει τὸν τόπον ἀεὶ μὲν ἔχον σῶμα, αὐτὸ δὲ τὸ καθ’ αὑτὸ κενὸν σώματος καὶ ἄλλο παρὰ τὸ σῶμα θεωρούμενον, ἆρα οὐκ ἂν καὶ τοῦτο ἐκ θέσιν ἐχόντων τῶν ἑαυτοῦ μορίων λέγοιτο, συνεχές τε ὂν καὶ συνυπάρχοντα ἔχον τὰ μόρια ἀλλήλοις; καὶ ποῦ ἂν κέοιτο; οὐδὲ γὰρ πέρας ἐστί τινος τοῦτο. μήποτε οὖν ὅπερ ἡ τάξις ἐστὶν ἐν τοῖς διωρισμένοις, τοῦτο ἡ θέσις ἐν τοῖς συνεχέσιν· ὥσπερ γὰρ τὰ διωρισμένα διὰ τὴν ἀπὸ τοῦ ἑνὸς ἔκστασιν ἐδεήθη τάξεως, ἵνα κατὰ ταύτην πρὸς τῷ ἑνὶ μένῃ καὶ μὴ ἀτάκτως διεσπασμένα συγχέηται, οὕτως καὶ τὰ συνεχῆ τοῦ ἀμεροῦς ἐκπεσόντα, ἐν ᾧ πάντα ἐν ταὐτῷ ἦν, ἐδεήθη θέσεως καθ’ ἣν ἄλλα ἄλλοις συνάπτει μόρια κατὰ τὴν τοῦ εἴδους ἐπιπρέπειαν, ἵνα μὴ συμπεφυρμένα ᾖ. καὶ κατά γε ταύτην τὴν ἔννοιαν οὐκ ἀναγκαῖον που κεῖσθαι τὰ κείμενα ὡς ἐν ἄλλῳ· ἡ γὰρ θέσις παρὰ τὸ θεῖν οἶμαι καὶ ἵεσθαι λεγομένη τὴν ἔκτασιν σημαίνει. ἀλλὰ ταῦτα μὲν περὶ τῶν θέσιν ἐχόντων. Τὰ δὲ μὴ ἔχοντα θέσιν ἀπαριθμούμενος πρῶτον ἔταξε τὸν λόγον καί φησιν αὐτὸν μήτε κεῖσθαί που μήτε τὰ μόρια θέσιν ἔχειν πρὸς ἄλληλα. εἰ γὰρ ὑπομένειν δεῖ τὰ θέσιν ἔχοντα, ὁ δὲ λόγος ἅμα τε εἴρηται καὶ οὐκ ἔτι ἔστιν, πῶς ἂν ἔχοι θέσιν; καὶ ἐπὶ τοῦ χρόνου δὲ τὸ αὐτὸ ἀξιοῖ, ἀφ’ οὗ καὶ σαφῶς ἐνεδείξατο ὅτι δεῖ τοῖς θέσιν ἔχουσιν προσεῖναι τὸ ὑπομένειν τὰ μόρια· ὃ γὰρ μὴ ἐστι, φησίν, ὑπομένον, πῶς ἂν τοῦτο θέσιν τινὰ ἔχοι; τάξιν δὲ ἔχειν ταῦτα λέγεται, καθ’ ὅσον τοῦ τε λόγου ἡ μὲν προτέρα συλλαβὴ λέγεται, ἡ δὲ ὑστέρα, καὶ τοῦ χρόνου τὸ μὲν πρότερον γίνεται μέρος, τὸ δὲ ὕστερον. διὸ καίτοι συνεχὴς ὢν ὁ χρόνος θέσιν οὐ λέγεται ἔχειν· ἐπειδὴ γὰρ συνακολουθεῖ τῇ κινήσει, πᾶσα δὲ κίνησις ἐν τῷ γίνεσθαι ἔχει τὸ εἶναι, καὶ ὁ χρόνος τὸ αὐτὸ πάσχει, καὶ διὰ τοῦτο καίτοι συνεχὴς ὢν οὐκ ἔχει θέσιν, ὅτι οὐχ ὑπομένει αὐτοῦ τὰ μόρια. Ἀλλὰ διὰ τί ὁ ἀριθμὸς οὐκ ἔχει θέσιν; ὑπομένειν γὰρ αὐτοῦ δοκεῖ τὰ μόρια. “ὅτι, φησὶν ὁ Ἰάμβλιχος, ἡ μονὰς σημεῖον ἄθετόν ἐστιν, ὁ δὲ ἀριθμὸς ἐκ μονάδων συνέστηκεν, καὶ ὅτι οὐδὲ τὰ μόρια ὑπομένει· οὐδὲ γὰρ εἰ ἔστιν τὰ διηριθμημένα, ἔστιν που ὁ ἀριθμός, ἐπεὶ οὐδὲ ὁ λόγος ἔστιν που, ὅτι ἔστιν τὰ ὑπ’ αὐτοῦ λεγόμενα. ὡς δὲ ὁ λόγος ἐν τῷ λέγεσθαι, οὕτως καὶ ὁ ἀριθμὸς ἐν τῷ ἀριθμεῖσθαι ὑφέστηκεν, καὶ διὰ τοῦτο οὐχ ὑπομένει οὐδετέρου τὰ μόρια, ὥστε οὐκ ἔχουσιν θέσιν”. ταῦτα μὲν ὁ θεῖος φησιν Ἰάμβλιχος. θαυμάζω δέ, εἰ ὁ ἀριθμὸς διὰ τὸ μὴ ὑπομένειν τὰ μόρια λέγεται μὴ ἔχειν θέσιν· οὐ γὰρ ὡς ὁ λόγος ἐν τῷ λέγεσθαι ἔχει τὸ εἶναι, οὕτως καὶ ὁ ἀριθμὸς ἐν τῷ ἀριθμεῖσθαι· κἂν γὰρ μὴ ἀριθμῆται τοὺς πέντε μου δακτύλους,3 ἠρίθμηνται κατὰ τὸ ἑαυτῶν εἶδος.

然而,当神圣的扬布里柯关于处所写下如下内容时,人们或许会感到诧异:“处所作为表面,当在物体之中,作为其界限它包容着物体;但作为处所,它又在被它所包容的事物之中;因为在使得作为处所的存在归属于它的事物之中,[处所]亦当被说成置于其中。”因为处所在处所之中以及容器在酒中(因为依同样的类比这亦必然得出),怎会不被看作是荒谬之事呢?他接着说:“或许,处所具有位置是由于偶性,因占据它的物体具有位置而然;且表面亦是由于偶性而在处所中。”但处所与表面在基底上是同一的,按照亚里士多德关于处所的概念,如此理解更为妥当。但若有人称处所为一种延展,它固然总是有物体存在其中,但就其自身而言却是无物体的虚空,并被视为有别于物体的存在,难道这不亦应被说成是由其自身具有位置的部分所构成的吗?因为它既是连续的,其各部分又彼此共存。并且它又当置于何处呢?因为这并不是任何东西的界限。那么,或许秩序在区分开的事物中是什么,位置在连续的事物中便是什么。因为正如区分开的事物由于离开“一”而需要秩序,以便依照秩序留存在“一”近旁,而不致因杂乱散布而陷入混淆,连续的事物亦是如此,在脱离了一切原本同一的无部分者之后,便需要位置,依照位置,根据形相的适宜性使各个部分彼此衔接,以免浑融一团。并且至少按照这种概念,被放置者并非必须作为在另一物中那样置于某处;因为我认为,位置一词乃由奔跑与冲刺而来,它所指的乃是延展。关于具有位置的事物,所论即此。 在列举不具有位置的事物时,他首先排定了言辞,并说它既不置于某处,其各部分亦不彼此具有位置。因为如果具有位置的事物必须留存,而言辞刚被说出便不再存在,它又如何能具有位置呢?在时间的情形下他亦主张同一观点,由此他亦明确指出,各部分的留存必须属于具有位置者;因为他说:“那不留存的,怎能具有任何位置?”然而这些事物被说成具有秩序,乃是在于言辞的前一个音节先被说出而后一个音节后被说出,时间的前一部分先产生而后一部分后产生。因此,时间尽管是连续的,却不被说成具有位置;因为既然它伴随着运动,而一切运动的存在都在于生成之中,时间亦遭受同样的情形,并因此尽管是连续的却不具有位置,因为它的各部分并不留存。 然而,为什么数不具有位置呢?因为它的各部分似乎是留存的。“因为,”扬布里柯说,“单子是没有位置的点,而数是由单子构成的,而且数的部分亦不留存;因为即使被数之物存在,数亦绝非存在于某处,如同被言辞所表述的事物存在而言辞亦绝非存在于某处一样。正如言辞立足于被言说,数亦立足于被计数,因此二者的部分都不留存,从而它们不具有位置。”神圣的扬布里柯如是说。然而,若说数由于各部分不留存而被说成不具有位置,我对此感到怀疑;因为并不像言辞的存在在于被言说那样,数的存在亦在于被计数;因为即使没有人计数我的五根手指,它们依其自身的形相亦已经被计数了。

语法注3 条
  1. 3.2θαυμάσοι δ’ ἄν τις τοῦ θείου Ἰαμβλίχου ταῦτα περὶ τόπου γράφοντος

    动词 θαυμάζω 支配表示人的属格短语(τοῦ θείου Ἰαμβλίχου)及属格分词(γράφοντος),表示惊异的原因或对象,意为“某人或许会对神圣的扬布里柯写下这些内容感到诧异”。

  2. 3.2τῶν ἀπεμφαινόντων

    作 πῶς οὐ δόξει 谓语成分的部分属格,意为“怎会不被看作属于荒谬之事(之一)呢”。

  3. 3.2κἂν γὰρ μὴ ἀριθμῆται τοὺς πέντε μου δακτύλους

    第三人称单数虚拟语气动词 ἀριθμῆται 以不特定的人(‘有人’、‘某人’)为施事主语,取主动或关身含义(‘即使有人不计数我的五根手指’),与紧随其后的被动完成时 ἠρίθμηνται(‘它们已被计数’)形成鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:137.6-138.19