- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:135.30-137.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德《范畴篇》5a15,辛普里丘阐释了引入数量的第二种划分(各部分彼此具有位置与不具有位置)作为副划分的必要性,并考察了“具有位置”的含义并不单纯指处于处所中,而是指部分的共存与相互关联。
" Ἔτι τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα ἕως τοῦ τῶν δὲ ἄλλων οὐδὲν αὐτὸ καθ’ ἑαυτό, ἀλλ’ ἢ ἄρα κατὰ συμβεβηκός." Μετὰ τὴν πρώτην τοῦ ποσοῦ διαίρεσιν καὶ ἑτέραν ἐπάγει, καθ’ ἣν τὰ μὲν ἐκ θέσιν ἐχόντων πρὸς ἄλληλα τῶν ἐν αὐτοῖς μορίων συνέστηκεν, τὰ δὲ οὐκ ἐξ ἐχόντων θέσιν. ἐδεήθη δὲ καὶ ταύτης διὰ τὸ μίαν μὴ ἐπιδέχεσθαι τὰς ὅλας διαφοράς. καὶ γὰρ πᾶν μὲν τὸ ἐκ θέσιν ἐχόντων συνεχές ἐστιν, οὐκέτι δὲ τὸ συνεχὲς πᾶν ἐκ θέσιν ἐχόντων· ὁ γὰρ χρόνος οὐκ ἔχει θέσιν. ἀνάπαλιν δὲ πᾶν μὲν τὸ διωρισμένον οὐκ ἔχει θέσιν, οὐκέτι δὲ πᾶν τὸ μὴ ἔχον θέσιν διωρισμένον ἐστίν· πάλιν γὰρ ὁ χρόνος μὴ ἔχων θέσιν διωρισμένος οὐκ ἔστιν. παρείληπται οὖν καὶ ἡ δευτέρα διαίρεσις, ὥστε τὰς ὑπὸ τῆς προτέρας παραλειφθείσας διαφορὰς προστεθῆναι, καὶ καλεῖται ἡ τοιαύτη ἐπιδιαίρεσις, δευτέρα τις οὖσα τοῦ αὐτοῦ γένους διαίρεσις καθ’ ἑτέρας διαφοράς. ὡς γὰρ ἐπὶ τοῦ ζῴου ἡ τὸ θνητὸν καὶ ἀθάνατον διαιροῦσα οὐκ ἐπεδέχετο τὰς κατὰ τὸ λογικὸν καὶ ἄλογον οὐδὲ ἐκεῖναι ταύτας, καὶ διὰ τοῦτο ἐδέησεν ἐπιδιαιρέσεως, οὕτως καὶ ἐνταῦθα, ἵνα πάσας περιλάβῃ τὰς ὑπὸ τὸ ποσὸν διαφοράς, ταῖς δύο ἐχρήσατο διαιρέσεσιν. Ζητεῖν δὲ ἄξιον, τί τὸ θέσιν ἔχον. ἆρα, ὥς τινες οἴονται, τριῶν τούτων δεῖται τὸ θέσιν ἔχον, τοῦ τε τόπου ἐν ᾧ κεῖται καὶ τοῦ τὰ μόρια συνυπάρχειν, ἀλλὰ μὴ τῶν ἑτέρων γινομένων τὰ ἕτερα ἀφανίζεσθαι, καὶ τοῦ συνέχειαν καὶ ἀλληλουχίαν ἔχειν πρὸς ἄλληλα;1 ἢ τὸ μὲν συνυπάρχειν ἀλλήλοις τὰ μόρια πάντως προσεῖναι δεῖ τοῖς θέσιν ἔχουσιν, τὸ δὲ ἐν τόπῳ εἶναι οὐ πάντως οὔτε κατὰ τὴν φύσιν τῶν πραγμάτων οὔτε κατὰ τὴν τοῦ Ἀριστοτέλους παράδοσιν. τὰ γὰρ μὴ διεστηκότα πλεοναχῶς, οἷον ἡ γραμμή, ἐν τόπῳ μὲν οὐκ ἔστιν, ὥστε οὐδὲ ἐν τόπῳ τεθήσεται, θέσιν δὲ ἔχειν λέγεται. καὶ ὁ Ἀριστοτέλης δὲ οὐχ ἁπλῶς εἶπεν θέσιν ἔχοντα αὐτὰ ἐν τόπῳ, ἀλλὰ πρὸς ἄλληλα τῶν ἐν ἑαυτοῖς μορίων· τοῦτο δέ ἐστιν, ὡς φησιν Ἰάμβλιχος, ὧν τὰ μόρια πάντα συνυπάρχει ἀλλήλοις, καὶ τῇ τούτων ἀθρόᾳ λήψει τῷ ὅλῳ τῷ ἐξ αὐτῶν τὸ εἶναι ὑπάρχει. διὰ γὰρ τοῦ πρὸς ἄλληλα εἰπεῖν δείκνυσιν ὅτι οὐ τὴν κατὰ τόπον θέσιν λέγει, ἀλλὰ τὴν κατὰ σχέσιν, ἀντιδιαστέλλων ταῦτα τοῖς πρὸς τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν, ὧν τὰ μόρια οὐδέποτε ὑπομένει. κυρίως μὲν γὰρ θέσις ἐπὶ τῶν ἐν τόπῳ λέγεται, ἤδη δὲ καὶ ἐφ’ ἑκάστου τῶν ποσῶν, ὧν τὰ μόρια συνυπάρχει, κεῖσθαι ἐν ἐκείνῳ ἐν ᾧ ἐστι λέγεται, ὥσπερ γραμμὴ ἐν τῇ ἐπιφανείᾳ καὶ ἐπιφάνεια ἐν τῷ σώματι· καὶ τὸ σημεῖον γάρ, ὅταν μονάδα θέσιν ἔχουσαν λέγωσιν, οὐχ ὡς ἐν τόπῳ κεῖται, ἀλλ’ ὡς ἐν γραμμῇ. ἕκαστον οὖν τῶν συνεχῶν ποσῶν, ὡς ἔχει φύσεως, οὕτως ἔχει καὶ τὴν οἰκείαν θέσιν· τὸ μὲν σῶμα, ἐπειδὴ ἐν τόπῳ ἐστίν, ἐν τόπῳ καὶ τὴν θέσιν ἔχει, ἡ δὲ ἐπιφάνεια ἐν τῷ σώματι, ἡ δὲ γραμμὴ ἐν τῇ ἐπιφανείᾳ, τὸ δὲ σημεῖον ἐν τῇ γραμμῇ· καὶ γὰρ σαφῶς καὶ Ἀριστοτέλης εἶπεν ὅτι τὰ τῆς γραμμῆς μόρια ἐν τῷ ἐπιπέδῳ κεῖται. καὶ ὅλως, εἰ τὰ θέσιν ἔχοντα ἐν τόπῳ τὴν θέσιν ἔχειν ἐβούλετο, οὐκ ἂν καὶ τὰ τοῦ τόπου μόρια ἔλεγε θέσιν ἔχειν· οὐ γὰρ ἂν εἴη ὁ τόπος ἐν τόπῳ, ἵνα μὴ ἐπ’ ἄπειρον τόπους πρὸ τόπων ζητῶμεν, ἀλλ’ ὡς ἐπιφάνεια ὢν ὁ τόπος ἐν τῷ σώματι τὴν θέσιν ἔχει, οὗ πέρας ἐστὶν ὡς ἐπιφάνεια. καὶ αὐτὸς δὲ Ἀριστοτέλης ὡς τὸ εἶναι, φησίν, ἔχει τὰ μαθηματικά, οὕτως καὶ τὸ κεῖσθαί που’.2
“再者,有些是由彼此具有位置的[部分]构成……直至:而其他事物没有什么是就其自身而言的,除非是由于偶性。” 在数量的第一种划分之后,[亚里士多德]又引入了另一种划分:依此,有些是由其内部的部分彼此具有位置所构成的,而另一些则并非由具有位置者所构成。他也需要这[种划分],是因为单一划分不能容纳全部的差异。因为诚然,一切由具有位置的部分所构成的都是连续的,但绝非一切连续的都由具有位置的部分构成;因为时间并不具有位置。反过来,一切区分开的都不具有位置,但绝非一切不具有位置的都是区分开的;因为同样,时间虽然不具有位置,却并非区分开的。因此,第二种划分亦被采纳,以便补充被前一种划分遗漏的差异;而这种划分被称为副划分,即根据不同的差异对同一属进行的第二种划分。正如在动物的例子中,将动物划分为有朽与不朽的划分不能容纳依理性与无理性的差异,后者亦不能容纳前者,并因此需要副划分,同样在此处,为了包罗数量之下的所有差异,他使用了这两种划分。 然而,值得探究的是具有位置者究竟是什么。难道正如某些人所认为的那样,具有位置者需要以下三者:它所处于的处所、各部分的共存(而不是在一些产生时另一些消亡)、以及各部分彼此具有连续性与紧密相连?抑或,各部分彼此共存固然必须完全属于具有位置者,但处于处所之中无论依照事物的本性还是依照亚里士多德的传授,都绝非绝对如此?因为那些非多向延展的事物,例如线,并不在处所之中(因此亦不会被置于处所中),却被说成具有位置。且亚里士多德亦未曾单纯地说它们在处所中具有位置,而是说它们内部的部分“彼此”[具有位置]。正如扬布里柯所说,这是指那些所有部分都彼此共存的事物,并且借由这些部分的整体把握,由它们所构成的整体才享有存在。因为通过说“彼此”,他表明自己所说的并非依处所的位置,而是依关系的位置,从而将这些事物与那些存在依赖于生成、其部分绝不留存的事物区分开来。因为严格意义上的位置固然是对处于处所中之物而言的,但如今在各部分共存的每一种数量上,亦被说成位于其所在的事物中,如同线在表面中、表面在物体中一样;因为点亦是如此,当人们称其为具有位置的单子时,它并非如同在处所中那样被放置,而是如同在线中。因此,连续数量中的每一种,依其本性如何,便如何具有其特有的位置:物体既然在处所中,便亦在处所中具有其位置,而表面在物体中,线在表面中,点在线中;因为亚里士多德亦明确说过线的各部分置于平面中。总的来说,若他主张具有位置者是在处所中具有位置,他就不会说处所的各部分亦具有位置了;因为处所不可能在处所中,免得我们漫无止境地探求处所之前的处所,相反,处所作为表面,是在物体中具有其位置的,作为表面它是〔物体〕的界限。亚里士多德本人亦说:“数学对象如何享有存在,便如何享有置于某处。”
- 3.2τριῶν τούτων δεῖται τὸ θέσιν ἔχον, τοῦ τε τόπου ἐν ᾧ κεῖται καὶ τοῦ τὰ μόρια συνυπάρχειν, ἀλλὰ μὴ τῶν ἑτέρων γινομένων τὰ ἕτερα ἀφανίζεσθαι, καὶ τοῦ συνέχειαν καὶ ἀλληλουχίαν ἔχειν πρὸς ἄλληλα
动词 δεῖται 的宾语由三个带冠词属格短语构成:(1) τοῦ τόπου(名词短语),(2) τοῦ τὰ μόρια συνυπάρχειν(带宾格主语的冠词不定式短语,其后紧接 ἀλλὰ μὴ... 的不定式短语作对比性补充),以及 (3) τοῦ συνέχειαν καὶ ἀλληλουχίαν ἔχειν(冠词不定式短语)。三者由 τε... καὶ... καὶ 形成并列连接。
- 3.2ὡς τὸ εἶναι, φησίν, ἔχει τὰ μαθηματικά, οὕτως καὶ τὸ κεῖσθαί που
此句为相关结构 ὡς... οὕτως...。其句法骨架为:“正如数学对象(τὰ μαθηματικά,主格主语)具有(ἔχει)存在(τὸ εἶναι,宾格宾语),置于某处(τὸ κεῖσθαί που,宾格宾语)亦同样[被其具有]”。后半句省略了共同的谓语动词 ἔχει 与主语 τὰ μαθηματικά。φησίν(“他说”)为插入语。
