← 辛普里丘

亚里士多德《范畴篇》注释

§134.7-135.28

时间与处所的范畴区分及数量根源

辛普里丘探讨了亚里士多德将时间、处所与“何时”、“何处”加以区分的缘由,以及时间与处所为何能兼属数量与关系范畴,最后引述扬布里柯说明一之能力如何生成连续与区分这两种数量的形而上学根源。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#9

ἢ καὶ πρὸς τοῦτο ῥητέον ὅτι ἄλλη μέν ἐστιν ἔννοια τοῦ χρόνου, καθ’ ἣν ἐστιν διάστημα ὁ χρόνος, ἄλλη δὲ τοῦ ποτέ, καθ’ ἣν ἡ σχέσις τῶν ἐν τῷ χρόνῳ θεωρεῖται πρὸς τὸν χρόνον· καὶ ἐπὶ τόπου δὲ καὶ τῶν ἐν τόπῳ ὁ αὐτὸς ἁρμόσει λόγος. διόπερ Ἀριστοτέλης ὀρθῶς ἀλλαχοῦ μὲν τίθησι τὰ ποσά, ἀλλαχοῦ δὲ τὴν πρὸς τὰ ποσὰ ταῦτα σχέσιν κατέταξεν. Ἀλλὰ ζητήσοι ἄν τις οἶμαι δικαίως, διὰ τί ὥσπερ τὴν τοῦ χρόνου καὶ τοῦ τόπου μέθεξιν ἐν ἄλλαις τέθεικεν κατηγορίαις, οὐχ οὕτως καὶ τὴν τῆς οὐσίας ἢ τοῦ ποιοῦ ἢ ἄλλου τινὸς ποσοῦ, οἷον ἀριθμοῦ ἢ μεγέθους μέθεξιν, ἰδίας πεποίηκεν κατηγορίας; ἢ κἂν τὰ συμβεβηκότα ἐν τῇ οὐσίᾳ θεωρῆται κἂν ἡ οὐσία ἐν τοῖς συμβεβηκόσιν, ἐνυπάρχει ταῦτα ἀλλήλοις, καὶ διὰ τοῦτο καὶ ἡ σχέσις αὐτῶν συνῄρηται, καὶ οὐκ ἄλλο μέν τί ἐστιν ἡ οὐσία, ἄλλο δὲ ἡ πρὸς τὴν οὐσίαν σχέσις· ὁ δὲ χρόνος καὶ ὁ τόπος ἔξωθέν πως θεωρούμενοι ἄλλοι μὲν αὐτοί εἰσιν, ἄλλη δὲ ἡ πρὸς ταῦτα σχέσις τῶν ἐν τόπῳ καὶ χρόνῳ ὄντων. καὶ γὰρ ἐν τῇ φύσει τῶν ἔξωθεν παρακολουθούντων ὁ χρόνος καὶ ὁ τόπος δοκεῖ,1 ὥσπερ τῶν συμπληρούντων ὕλη καὶ εἶδος καὶ κίνησις. μήποτε δὲ τὸ ποτὲ οὐχ ἁπλῶς τὸ ἐν χρόνῳ δηλοῖ οὐδὲ τὸ ποῦ τὸ ἐν τόπῳ, ἀλλὰ τὴν τοῦ χρόνου καὶ τὴν τοῦ τόπου ἰδιότητα, καθὸ τοιοῦτοι, ὥσπερ καθὸ διαστάσεις καὶ ποσὰ ἐν τῷ ποσῷ κατηριθμήθησαν. Εἰ δέ τις τὸν χρόνον ὡς μέτρον κινήσεως τῷ πρός τι νομίζει δεῖν ὑπάγειν, τὸ μέτρον διχῇ διαιρετέον, ἢ αὐτὸ καθ’ αὑτὸ ἢ κατὰ τὴν πρὸς τὸ μετρούμενον ἀναφοράν, καὶ ὡς μὲν καθ’ αὑτὸ τὸ μέτρον ποσὸν καὶ ἀρχὴ καὶ γένος ἐστὶ τῶν ποσῶν πάντων, ὡς δὲ πρὸς τὸ μετρούμενον, πρός τι ἂν εἴη· οὕτως δὲ καὶ τὸ τῆς κινήσεως μέτρον ὁ χρόνος ὡς μὲν καθ’ αὑτὸ ποσὸν ἂν εἴη τι καθότι μέτρον, ὡς δὲ πρὸς τὴν κίνησιν πρός τι, καὶ οὐδὲν ἄτοπον κατ’ ἄλλας καὶ ἄλλας ἐννοίας εἰς διαφόρους κατηγορίας ἀνάγεσθαι. Μετὰ δὲ τὸν χρόνον περὶ τοῦ τόπου διαποροῦσιν· εἰ περιεκτικός ἐστι σώματος, ἢ ὡς οὐσιώδης ποιότης συμπληρωτικὴ τῆς οὐσίας ἐστὶν καὶ οὐκέτι ποσόν, ἢ εἰ κατ’ αὐτὴν τὴν σχέσιν θεωρεῖται μόνην, τῷ πρός τι ἀποδοθήσεται. κἀνταῦθα δὲ τὸ αὐτὸ ῥητέον, ὅτι κατὰ μὲν τὴν διάστασιν, καθ’ ὅσον πέρας ὢν τοῦ περιέχοντος καθ’ ὃ περιέχει τὸ περιεχόμενον ἐπιφάνειά ἐστιν ὁ τόπος,2 κατὰ τοσοῦτον ποσὸν αὐτὸν ἀνάγκη λέγειν· κατὰ δὲ τὴν πρὸς τὸ περιεχόμενον σχέσιν οὐδὲν θαυμαστὸν εἰ καὶ ὁ τόπος εἰς τὸ πρός τι ἀνάγοιτο, ὥσπερ καὶ ὁ χρόνος. μέχρι μὲν οὖν τούτου προῆλθον αἱ πρὸς τὴν πρώτην τοῦ ποσοῦ διαίρεσιν ἀπορίαι τε καὶ λύσεις. Ὁ δὲ θεῖος Ἰάμβλιχος κἀνταῦθα τὴν ἑαυτοῦ θεωρητικὴν ἐπιστήμην παραδεικνὺς τὰς πρώτας ἀρχὰς ἡμῖν τῶν τε δύο τοῦ ποσοῦ εἰδῶν καὶ τῆς μιᾶς ἀμφοῖν περιοχῆς ἐκφαίνων ὡδί πως γέγραφεν· “ἐπειδὴ γὰρ ἡ τοῦ ἑνὸς δύναμις, ἀφ’ οὗ πᾶν τὸ ποσὸν ἀπογεννᾶται, διατείνεται δι’ ὅλων ἡ αὐτὴ καὶ ὁρίζει ἕκαστον προϊοῦσα ἀφ’ ἑαυτῆς, ᾗ μὲν δι’ ὅλων διήκει παντάπασιν ἀδιαιρέτως, τὸ συνεχὲς ὑφίστησιν, καὶ ᾗ τὴν πρόοδον ποιεῖται μίαν καὶ ἀδιαίρετον καὶ ἄνευ διορισμοῦ· ᾗ δὲ προϊοῦσα ἵσταται καθ’ ἕκαστον τῶν εἰδῶν καὶ ᾗ ὁρίζει ἕκαστον καὶ ἕκαστον ἓν ποιεῖ, ταύτῃ τὸ διωρισμένον παράγει· κατὰ δὲ τὴν περιέχουσαν ἅμα τὰς δύο ταύτας ἐνεργείας μίαν κυριωτάτην αἰτίαν τὰ δύο ποσὰ παράγει. καὶ κατὰ μὲν τὴν πανταχοῦ ταὐτότητα καὶ ὅλην ἐφ’ ἑκάστων τε τῶν μορίων καὶ ἐπὶ πάντων τὸ συνεχὲς ἀπεργάζεται, κατὰ δὲ τὴν ἐφ’ ἕκαστον αὐτῶν πρὸς ἑαυτὰ ταὐτότητα καὶ κατὰ τὸ ἐν ἑνὶ ἑκάστῳ ὅλην εἶναι τὸ διωρισμένον ἀπογεννᾷ. καὶ κατὰ μὲν τὴν ἐν ἀλλήλοις ἕνωσιν τῶν νοητῶν ποσῶν τὸ συνεχές, κατὰ δὲ τὴν διακεκριμένην αὐτῶν ἀπ’ ἀλλήλων ἕνωσιν τὸ διωρισμένον ὑφίστησιν. καὶ κατὰ μὲν τὴν ἑστῶσαν αὐτοῦ ἐνέργειαν τὸ διωρισμένον, κατὰ δὲ τὴν προϊοῦσαν τὸ συνεχὲς δημιουργεῖ· ἐπεὶ δὲ ἅμα καὶ μένει καὶ πρόεισιν, τὰ δύο ἀπογεννᾷ. περιέχει γὰρ ἡ τῶν νοητῶν μέτρων δύναμις ἅμα ἀμφότερα τὰ μένοντα καὶ προϊόντα ἐν ἑνὶ τῷ αὐτῷ· ὅθεν δή, εἴ τις τοῖς νοητοῖς καὶ θείοις μέτροις τὰ ἕτερα τούτων νέμει, εἰ μὲν τὰ ἀκίνητα μόνα, ὑπὸ Περιπατητικῶν παρακρουσμάτων ἐξηπάτηται, εἰ δὲ τὰ προϊόντα, ὑπὸ Στωικῶν.”3

或者对此亦当指出:时间作为跨度的概念是一回事,而依照时间中之物与时间的关系被考察的“何时”的概念则是另一回事;同样的话亦适用于处所及处所中之物。因此亚里士多德正确地在一处安置了诸数量,在另一处归列了朝向这些数量的关系。但我想有人或许会合理地探究:为什么正如他将对时间与处所的分有置于其他范畴中那样,他却没有同样地将对实体、对性质或对某种其他数量(如数或大小)的分有设为各自特有的范畴?抑或是因为,无论偶性在实体中被考察,还是实体在偶性中被考察,它们皆相互内在存在,且正因如此它们的关系亦一同被包容,并不是实体是一回事而与实体的关系是另一回事;然而时间与处所以某种方式自外部被考察,它们自身是一回事,而处于处所与时间中之物朝向它们的关系则是另一回事?因为实则在自然中,时间与处所似乎属于自外部伴随之物,正如质料、形式与运动属于构成之物一样。或者“何时”并非单纯表示处于时间中,“何处”亦非单纯表示处于处所中,而是表示时间与处所就其作为此类事物而言的固有特性,正如就其作为跨度与数量而言它们被列入数量之中一样。若有人认为作为运动之尺度的时间应当从属于关系范畴,则尺度必须被区分为二:或是就其自身而言,或是依照朝向被度量者的关联;若就其自身而言,尺度是数量,是一切数量的本原与属,但若朝向被度量者,它便会是关系之物;因此作为运动之尺度的时间,就其自身而言只要作为尺度便是某种数量,但若朝向运动则是关系之物,依照不同的概念被归入相异的范畴绝非荒谬。在时间之后,人们对处所提出难疑:若它是物体的包容者,它是作为实质的性质构成实体而不再是数量,抑或若单单依照关系本身被考察,它将被归入关系范畴?在此亦必须陈述同一道理:即依照跨度而言,只要处所作为包容者包容被包容者所依凭的界限是表面,依照这一程度便必须称其为数量;但依照朝向被包容者的关系而言,即便处所正如时间一样亦被归入关系范畴,亦不足为怪。关于针对数量的第一种划分所提出的难疑与解决,至此为止。然而神圣的扬布里柯在此亦展示了他自身的观照知识,向我们揭示了数量的两个种以及包含两者的单一统摄的初始本原,大略写作如下: “因为,一切数量由之生成的一之能力,作为同一者贯穿全体,并从自身前行时规定每一事物:就其完全不可分地贯穿全体而言,它使连续之物成立,且就其使前行成为单一、不可分且无区分而言亦是如此;而就其前行中停驻于各个种而言,就其规定每一事物并使每一事物成为一而言,它以此方式产生出区分开之物;依照同时包容这两种现实活动的一个最首要的原因,它产生出这两种数量。且依照处处的同一性、以及在各个部分上与在全体上皆作为整体的同一性,它造成连续之物;依照它们各自朝向自身的同一性、以及在每一个单一事物中作为整体存在,它生出区分开之物。且依照可知数量彼此之中的合一,它使连续之物成立;依照它们彼此区分开的合一,它使区分开之物成立。且依照自身停驻的现实活动,它创造出区分开之物;依照前行的现实活动,它创造出连续之物;而既然它同时既停留又前行,它便生出两者。因为可知尺度的能力在一且同一之中同时包容停留者与前行者;因此,若有人将这些之中的一者归于可知与神圣的尺度,若单单归以不动者,他便是受了漫步学派谬误的蒙骗;若归以行进者,则是受了斯多亚派的蒙骗。”

语法注3 条
  1. 3.1ἐν τῇ φύσει τῶν ἔξωθεν παρακολουθούντων ὁ χρόνος καὶ ὁ τόπος δοκεῖ

    动词 δοκεῖ 省略了不定词 εἶναι,属格 τῶν ἔξωθεν παρακολουθούντων 用作表语性/部分性属格(“似乎属于自外部伴随之物”),与后文的 ὥσπερ τῶν συμπληρούντων ὕλη καὶ εἶδος καὶ κίνησις 形成平行结构。

  2. 3.1καθ’ ὅσον πέρας ὢν τοῦ περιέχοντος καθ’ ὃ περιέχει τὸ περιεχόμενον ἐπιφάνειά ἐστιν ὁ τόπος

    该句核心结构为 καθ’ ὅσον ... ἐπιφάνειά ἐστιν ὁ τόπος(“只要处所是表面”),中间嵌套了分词短语 πέρας ὢν τοῦ περιέχοντος(“作为包容者的界限”)以及关系分句 καθ’ ὃ περιέχει τὸ περιεχόμενον(“依凭其包容被包容者”)。

  3. 3.1εἴ τις τοῖς νοητοῖς καὶ θείοις μέτροις τὰ ἕτερα τούτων νέμει, εἰ μὲν τὰ ἀκίνητα μόνα, ὑπὸ Περιπατητικῶν παρακρουσμάτων ἐξηπάτηται, εἰ δὲ τὰ προϊόντα, ὑπὸ Στωικῶν

    主干条件从句 εἴ τις ... νέμει 引导了分叉为两个从属条件句的归结部(εἰ μὲν ... εἰ δὲ ...)。在两个分支中,动词(νέμει)以及第二分句中的主要动词 ἐξηπάτηται 均依省略理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:134.7-135.28