← 辛普里丘

亚里士多德《范畴篇》注释

§132.17-134.7

音节度量言语与连续数量的诸问题

辛普里丘进一步阐明了言语如何由音节所度量和构成,重申言语属于数量,随后讨论连续数量,探讨了杨布里柯关于广延与分有数量的难疑及解答,并述及安德罗尼柯关于处所与时间的范畴分类观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1#8

ἢ πᾶσα μὲν βραχεῖα ὑπὸ βραχείας μετρεῖται, οὐχ ἅπαξ δὲ οὐδὲ ἀεὶ τῆς αὐτῆς, ἀλλὰ ἄλλοτε ἄλλης· καὶ ἡ μακρὰ δὲ ὡσαύτως οὐκ ἀεὶ ὑπὸ τῆς αὐτῆς μακρᾶς ἢ ὑπὸ τῆς αὐτῆς βραχείας μετρεῖται, ἀλλ’ ὡς ἂν τύχῃ συναπαρτίζοντα τὰ καταμετροῦντα τῷ μήκει τῶν καταμετρουμένων.1 τὸ δὲ ‘μετρεῖται’ δύναται δηλοῦν καὶ τὸ ‘σύγκειται ἐκ τούτων’· ἢ τοίνυν ὁ λόγος ἐκ μέτρων συνέστηκεν τῶν συλλαβῶν, ποσὸν ἂν εἴη κατ’ αὐτὸ τὸ εἶναι, οὐχ ἁπλῶς δὲ ποσόν, ἀλλὰ σημαντικόν, ὥσπερ ὁ τόπος περιεκτικόν. τὸ οὖν τοσόνδε οὐκ ἐπεισοδιῶδες, ὥσπερ οὐδὲ τῷ ἀριθμῷ ἢ τῷ μεγέθει. Ἀλλ’ ἐκεῖνο οἶμαι ἀπορίας ἄξιον, εἰ πᾶν ποσὸν μέτρον ἐστὶν ὡς μετροῦν· ὁ γοῦν ἀριθμὸς μετρεῖ τὰ διωρισμένα καὶ ὁ πῆχυς τὰ συνεχῆ, ὁ δὲ λόγος τί μετρεῖ; ἢ μετροῦσι μὲν τὰ τοῦ λόγου μόρια συλλαβαί, μετρεῖται δὲ ὁ λόγος· οὐ γὰρ τὰ μετροῦντα μόνον ἐστὶν ποσά, ἀλλὰ καὶ τὰ μετρούμενα. Πρὸς δέ γε τὸ πρῶτον τῶν ἀπορηθέντων τὸ λέγον ὅτι τὰ ἄνευ συμπλοκῆς εἰς τὰς κατηγορίας ἀνάγεται, λόγος δὲ πᾶς μετὰ συμπλοκῆς θεωρεῖται, ῥητέον ὅτι καὶ τὸ ὄνομα καὶ τὸ ῥῆμα λόγος ἐστὶν κατὰ τοῦτο τοῦ λόγου τὸ σημαινόμενον, μᾶλλον δὲ καὶ πᾶσα λέξις, κἂν ἄσημος εἴη· καὶ αὐτὴ γὰρ συλλαβαῖς καταμετρεῖται καὶ διὰ τοῦτο ποσόν. ἔπειτα δέ, κἂν κατὰ συμπλοκὴν ὁ λόγος, ἀλλ’ ᾗ ποσόν, ὑπὸ τὸ ποσὸν ἀνάγεται τὸ ὡς γένος, ὥσπερ καὶ ἡ σύνθετος ἐκ πολλῶν οὐσιῶν οὐσία ὑπὸ τὴν οὐσίαν καὶ τὸ σύνθετον χρῶμα ὑπὸ τὸ χρῶμα καὶ τὸ ποιόν· ὑφ’ ὃ γὰρ τὰ ἁπλᾶ, ὑπὸ τοῦτο καὶ τὰ ἐκ τῶν ἁπλῶν ἐκείνων συγκείμενα. Ἀλλὰ διὰ τί, φασίν, ἐνδοιάζων εἶπεν· εἰ τὰ πέντε τῶν δέκα μόριον; ἢ οὐ διὰ τὸ ἀμφίβολον· ἀλλ’ ὅτι πολλαχῶς οἷόν τε διελεῖν τὰ δέκα, καὶ γὰρ εἰς ἓξ καὶ τέσσαρα, καὶ ἑπτὰ καὶ τρία, καὶ ὀκτὼ καὶ δύο, καὶ ἐννέα καὶ ἕν. τοσαῦτα μὲν οὖν περὶ τοῦ διωρισμένου ποσοῦ ἠπόρηταί τε καὶ διαλύεται. Περὶ δὲ τοῦ συνεχοῦς ὁ αὐτὸς ἀνὴρ ἀπορεῖ τοιάδε·2 ‘τὸ σῶμα, φησίν, ᾗ σῶμα, καὶ ἐπιφάνεια καὶ γραμμὴ καὶ ὅλως μέγεθος, ᾗ τοιαῦτα, οὐκ ἔστι ποσά, ἀλλὰ ποσὰ λέγεται τῷ μετασχεῖν τοῦ τοσοῦδε καὶ τῷ ἀριθμοῦ μετασχεῖν· μόνος ἄρα ὁ ἀριθμὸς ποσόν’. λύων δὲ ταῦτα πάλιν ἐν τῷ τρίτῳ φησὶν πρόοδον εἶναι τῆς στιγμῆς εἰς τὸ πόρρω, καὶ εἰ μὲν ἐφ’ ἕν, γραμμὴ γίνεται, εἰ δὲ ἐπὶ δύο, ἐπίπεδον, εἰ δὲ ἐπὶ τρία, σῶμα, καὶ εἰ μὲν ἐπὶ πολὺ ἡ διάστασις, μέγα, εἰ δὲ ἐπ’ ὀλίγον, μικρόν, καὶ ὅταν μὲν κατὰ κοινὸν ὅρον ἡ πρόοδος γίνεται, συνεχὲς τὸ τοιοῦτον, ὅταν δὲ κατὰ ἴδιον, διῃρημένον· ποσὸν οὖν καὶ τὸ μέγεθος, ἀλλ’ ἀορίστως μὲν μέγα ἢ μικρὸν ἢ ὡς ἐπὶ πλήθους πολὺ ἢ ὀλίγον, ὁρισθὲν δὲ μέτρῳ τινὶ ἢ ἀριθμῷ ἢ πήχει ὡρισμένως λέγεται. ἀλλ’ ἐπιστῆσαι χρή, ὅτι κἂν ὁρισθῇ μέτρῳ ἡ γραμμὴ ἢ ὅλως τὸ συνεχὲς ποσόν, ὡρισμένον μὲν γίνεται ποσόν, ἀλλὰ κατὰ μέθεξιν ἴσχει τοῦτο, τῷ δὲ αὑτῆς λόγῳ διάστασίς ἐστι μόνον καὶ οὐχὶ ποσόν. εἰ γὰρ ποσὸν τοῦτό ἐστι καθ’ ὃ καὶ ποσόν ἐστι, δυνατὸν λέγειν ὅτι αὕτη ἡ διάστασις μεταλαμβάνει μὲν ποσοῦ, οὐ μέντοι ἐστὶν τῷ ἑαυτῆς λόγῳ ποσόν. μήποτε οὖν οὔτε καθὸ μετρεῖται ὡρισμένον ποσόν ἐστιν τῷ ἑαυτοῦ λόγῳ3 τὸ συνεχές, ἀλλὰ κατὰ μέθεξιν, οὔτε μὴ μεμετρημένον ἀόριστον ποσὸν ἢ ὅλως ποσὸν τῷ ἑαυτοῦ λόγῳ, ἀλλὰ ποσόν ἐστιν τὸ συνεχές, καθ’ ὅσον ἢ ἐφ’ ἓν ἢ ἐπὶ δύο ἢ ἐπὶ τρία διέστηκεν τῷ ἑαυτοῦ λόγῳ. ὥσπερ γὰρ ὁ ἀριθμὸς κατὰ τὸν διορισμὸν ἔχει τὸ ποσόν, οὕτως καὶ τὸ μέγεθος κατὰ τὴν διάστασιν· τὸ γὰρ ἀποστὰν οἶμαι τοῦ ἑνὸς καὶ ἀμεροῦς καὶ κινδυνεῦον εἰς ἄπειρον καὶ ἀόριστον ὑπενεχθῆναι, τοῦτο μέτρου ἐδεήθη καθ’ ὃ καὶ ποσὸν ἐγένετο, ἵνα ὁρισθῇ τῷ ποσὸν γενέσθαι· διττὸν δὲ ὂν κατά τε τὸ διωρισμένον καὶ κατὰ τὸ συνεχὲς διττῆς ἐδεήθη ποσότητος. Διὰ τί δέ, φασίν, μὴ προδιδάξας περὶ τόπου ἢ χρόνου ὡς ἐγνωσμένοις αὐτοῖς χρῆται; ἢ ὅτι οὐ τὴν οὐσίαν αὐτῶν παραδοῦναι προτίθεται· φυσικῆς γὰρ ἦν τοῦτο σκέψεως, ἣν ἐν τῇ Φυσικῇ ἀκροάσει πραγματεύεται· ἀλλ’ ὅπερ ἤρκει τῇ λογικῇ θεωρίᾳ, κατὰ τὴν κοινὴν περὶ αὐτῶν ἔννοιαν τὴν εἰς τὸ οἰκεῖον γένος τὸ ποσὸν ἀναγωγὴν αὐτῶν ἐποιήσατο. Ἀλλ’ ἄμεινον ἴσως, φασίν, Ἀνδρόνικος ἐποίησεν, ἰδίας μὲν ποιήσας κατηγορίας τὸν τόπον καὶ τὸν χρόνον, ὑποτάξας δὲ αὐταῖς τὸ ποῦ καὶ τὸ ποτέ.

或者,每一个短音节固然由短音节所度量,但并非仅度量一次,亦非总是由同一个音节所度量,而是在不同时候由不同的音节所度量;长音节同样亦非总是由同一个长音节或同一个短音节所度量,而是适时由度量单位与被度量者的长度相吻合。而且“被度量”这一表述亦能表明“由这些所构成”。因此,言语若由作为尺度的诸音节所构成,它便当依照其自身的存在而是数量,且不是无条件的数量,而是有意义的数量,正如处所是包容性的一样。因此,“这么大”并不是偶发性的,正如对于数或大小而言亦非偶发一样。 但我认为,若一切数量都是作为度量者而言的尺度,这一点是值得怀疑的:数至少度量了区分开的事物,肘尺则度量了连续的事物,而言语度量了什么?抑或是,言语的部分即音节进行度量,而言语本身是被度量的?因为不仅度量者是数量,被度量者亦同样是数量。 至于所提出的第一个难疑——即主张未加结合的事物被归入范畴,而一切言语皆伴随结合被考察——应当指出的是,依照言语的这一意义,名词与动词皆是言语,倒不如说一切发音即便是无意义的亦是言语;因为发音本身亦由音节所度量,并因而是数量。其次,即便言语依照结合而存在,但只要它作为数量,便被归入作为属的数量之下,正如由多数实体合成的实体被归入实体之下,合成的颜色被归入颜色与性质之下一样;因为单纯之物归属于什么,由那些单纯之物所构成的事物亦归属于什么。 “但是,为什么,”人们说,“他犹疑地说道:‘若五是十的部分’?”抑或是并非出于存疑,而是因为十可以以多种方式被划分,实则亦可分为六与四、七与三、八与二,以及九与一吗?关于区分开的数量,便提出了这些难疑并得到了解决。 至于连续的数量,同一个人提出了如下的难疑:“物体就其作为物体而言,以及表面、线和一般的大小,就其作为此类事物而言,并非数量,而是因分有‘这么大’以及分有数而被称作数量;因此唯有数才是数量。”但他又在第三卷中解决这些难疑说,存在着点向外的前行,若向一个方向,则成为线;若向两个方向,则成为平面;若向三个方向,则成为物体;且若跨度很大,则为大,若很小,则为小;当依照共同的界限前行时,此类事物便是连续的,而当依照各自特有的界限时,便是划分开的。因此大小亦是数量,但在未加规定时是不定地被称为大或小,或如在多数性中被称为多或少,而当由某种尺度、数或肘尺所规定时,则是被确定地述说。然而必须注意,即便线或一般的连续数量由尺度所规定,并成为限定的数量,它亦是通过分有而获得这一点的,依照其自身的定义它单单是跨度而非数量。因为若借以亦为数量的那一事物是数量,便可以说这一跨度固然分有了数量,但依照自身的定义却并非数量。或者,连续之物就其被度量而言依照其自身定义并非限定的数量,而是依分有而为数量,且未被度量者依照其自身定义亦非不定的数量或一般的数量;毋宁说,连续之物是在依照自身定义在单一、两维或三维方向上展开跨度的限度内,才是数量。正如数依照区分而具有数量一样,大小亦依照跨度而具有数量;因为我认为,那脱离了一与不可分者、并濒临沉入无限与不定的事物,需要尺度以依之成为数量,以便通过成为数量而得到界定;且由于它依照区分开的事物与连续的事物而具有双重性,故而需要双重的数量性。 “但是,为什么,”人们说,“他未曾预先讲授关于处所或时间的知识,却把它们作为已知的事物来使用?”抑或是因为他本未打算传授其实质吗?因为这本属于自然学的探讨,他在《物理学》中对之进行了研讨;但作为对逻辑的省察已足够的事,他,依照关于它们的共同观念,把它们归入了其固有的属即数量之中。“然而或许,”人们说,“安德罗尼柯做得更好,他将处所和时间设立为特有的范畴,并将‘何处’和‘何时’从属于它们。”

语法注3 条
  1. 3.1συναπαρτίζοντα τὰ καταμετροῦντα τῷ μήκει τῶν καταμετρουμένων

    中性复数分词 συναπαρτίζοντα 与 τύχῃ 构成补充分词结构,配合中性复数主语 τὰ καταμετροῦντα(度量单位),表示其与被度量者的长度(与格 τῷ μήκει)相互吻合、相称的关系。

  2. 3.1ὁ αὐτὸς ἀνὴρ ἀπορεῖ τοιάδε

    短语 ὁ αὐτὸς ἀνὴρ(“同一个人”)指上文中提到的普罗提诺(《九章集》VI.1.4);随后的“在第三卷中”(ἐν τῷ τρίτῳ)指普罗提诺《论存在的诸属》第三卷(《九章集》VI.3.13)。

  3. 3.1μήποτε οὖν οὔτε καθὸ μετρεῖται ὡρισμένον ποσόν ἐστιν τῷ ἑαυτοῦ λόγῳ τὸ συνεχές... ἀλλὰ ποσόν ἐστιν τὸ συνεχές, καθ’ ὅσον ἢ ἐφ’ ἓν ἢ ἐπὶ δύο ἢ ἐπὶ τρία διέστηκεν τῷ ἑαυτοῦ λόγῳ

    该句由 μήποτε οὖν 引导审慎的推论(“或者……并非……而是……”)。结构上通过 οὔτε... οὔτε... 否定了连续量是依被度量或未被度量而依其自身定义成为数量的观点,转而由 ἀλλά 确立其核心论点:连续量是因其自身定义在单一、二维或三维方向上展开跨度而为数量。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:132.17-134.7