- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:130.28-132.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在结束关于数的讨论后,本文探讨了关于言语为何属于数量的诸种难疑——包括言语源于结合、可还原为能动/受动或运动、以及可还原为时间度量等——并引述杨布里柯与波菲利的见解,论述了言语及音节属于数量的根据。
εἴη δὲ ἂν καὶ ποσότης τις ὁ ἀριθμός, ὅτι τὰ γένη τῶν εἰδῶν συνωνύμως κατηγορεῖται.1 εἴτε δὲ κατὰ τὸ ἀριθμεῖν εἴτε κατὰ τὸ ἀριθμεῖσθαί ἐστιν ὁ ἀριθμός, πανταχῇ ἂν οὕτως τοῦ ποσοῦ εἴη. περὶ μὲν οὖν ἀριθμοῦ τοσαῦτα. Περὶ δὲ λόγου2 ἀποροῦσιν, πῶς ὁ λόγος ἐν ποσῷ, πρῶτον μέν, ὅτι τὰ ἄνευ συμπλοκῆς εἰς τὰς κατηγορίας ἀνάγεται, λόγος δὲ πᾶς κατὰ συμπλοκήν· ἔπειτα, εἰ τοσόσδε ὁ λόγος, κατὰ μὲν τὸ τοσόνδε ποσὸν ἔσται ὡς κατὰ συμβεβηκός, καθὸ μέντοι λόγος σημαντικός ἐστιν κατὰ πληγὴν τοῦ ἀέρος ὑφεστηκώς, εἴτε οὖν πληγὴ ὁ λόγος εἴτε τύπωσις τῆς πληγῆς μορφοῦσα αὐτήν, ἢ πάθος ἐστὶν ἢ ποίησις,3 ποίησις μὲν τῆς κατὰ φαντασίαν ὁρμῆς τοῦ ἡγεμονικοῦ, πάθος δὲ τοῦ ἀέρος· ἔσται οὖν ἢ τοῦ ποιεῖν ἢ τοῦ πάσχειν ὁ λόγος ὁ ἐν τῇ φωνῇ ἢ καὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, ἀλλ’ οὐχὶ ποσόν. εἰ δέ τις κατὰ τὴν πληγὴν μόνην ἀφορίζοιτο τὴν φωνὴν καὶ τὸν λόγον, εἰς κίνησιν αὐτὸν ἀνάξει· εἰ δὲ κατὰ τὸν πληγέντα ἀέρα, οὐ μία κατηγορία, εἴγε οὐχ ἓν τὸ σημαντικὸν καὶ συσσημαντικὸν καὶ τὸ ἐνεργοῦν καὶ τὸ ἐν ᾧ ἐγγινόμενον ἐνεργεῖ. πρὸς δὴ ταῦτα ἀπαντῶν ὁ Ἰάμβλιχος “οὐχ ἁπλῶς, φησίν, ἐν πληγῇ ἀέρος τὴν φωνὴν τιθέμεθα· πλήττει γὰρ καὶ δάκτυλος τὸν ἀέρα καὶ οὔπω ποιεῖ φωνήν· ἀλλ’ ἡ ποσὴ πληγὴ καὶ σφοδρὰ καὶ τοσήδε καὶ τοιῶσδε, ὥστε ἀκουστὴ γενέσθαι, καὶ ἡ τῷ μέτρῳ τῆς ἀκοῆς συνεξισουμένη καὶ ἡ τὸ ὑπερβάλλον καὶ τὸ ἐλλεῖπον ἐν ἑαυτῇ ἔχουσα, αὕτη κυρίως ἂν φωνὴ νομίζοιτο. κατὰ τὸ μέγεθος οὖν τῆς πληγῆς καὶ ποσὸν μέτρον τὴν φωνὴν τιθέμενος ποσὴν αὐτὴν εἰκότως εἶναι ἀποφαίνεται”. ταῦτα μὲν οὖν αὐταῖς λέξεσιν ὁ θεῖος Ἰάμβλιχος γέγραφεν. Ἀπορίας δὲ ἄξιον οἶμαι, πῶς οὐχὶ τούτῳ τῷ λόγῳ καὶ τὸ τῆς γεύσεως καὶ τὸ τῆς ὀσφρήσεως ἴδιον αἰσθητὸν ποσὸν ἂν εἴη· ἡ γὰρ τοσήδε καὶ τοιάδε ποιότης τοῦ χυμοῦ καὶ τοῦ ἀτμοῦ ὥστε αἰσθητὴ γενέσθαι, αὕτη ἂν εἴη καὶ γευστὴ καὶ ὀσφραντή. ἀλλ’ οὐδὲ Ἀριστοτέλης κατὰ τὸ κοινὸν τοῦτο φαίνεται ποσὸν εἰπὼν τὸν λόγον, ἀλλ’ ὅτι καταμετρεῖται συλλαβῇ βραχείᾳ καὶ μακρᾷ. τοῦτο δέ φασιν οὐκ αὔταρκες· οὐδὲ γὰρ ὁ λόγος καθὸ λόγος μετρεῖται οὐδὲ ἡ βραχεῖα συλλαβὴ καθὸ συλλαβὴ4 *, ἀλλ’ ὅτι ἐν χρόνῳ πλείονι ἢ ἐλάττονι, ὥστε ὁ χρόνος ἂν εἴη ὁ μετρῶν τὸν χρόνον, ὁ ἐλάττων τὸν μείζονα, ὁ τῆς συλλαβῆς τὸν τοῦ λόγου· κατὰ συμβεβηκὸς οὖν ἡ συλλαβὴ τὸν λόγον μετρεῖ. πρὸς δὴ ταῦτά φησιν ὁ Πορφύριος, ὅτι οὐκ ἐπειδὴ ἐν βραχεῖ χρόνῳ λέγεται ἡ βραχεῖα συλλαβή, διὰ τοῦτό ἐστι βραχεῖα, ἀλλὰ τῇ ἑαυτῆς φύσει ἔχει τὴν σμικρότητα· ὁμοίως δὲ καὶ ἡ μακρά. καὶ γὰρ ἡ μὲν στενουμένης τῆς ἀρτηρίας δι’ ὀλιγότητα πνεύματος λέγεται βραχεῖα, ἡ δὲ εὐρυνομένης διὰ πλῆθος μακρά, ὥστε ἡ μὲν ὡς βραχεῖα φύσει ἐν βραχεῖ χρόνῳ λέγεται, ἡ δὲ ὡς μακρὰ ἐν μακρῷ. δυνατὸν δὲ καὶ τὴν φύσει βραχεῖαν ἐν μακρῷ χρόνῳ προενέγκασθαι καὶ τὴν φύσει μακρὰν ἐν βραχεῖ. τούτῳ γὰρ διαφέρει μετρικὸς ῥυθμικοῦ· ὁ μὲν γὰρ τοῖς κατὰ φύσιν μήκεσι χρῆται, ὁ δὲ ἐναλλάττει τὰς φύσεις ἑκατέρου· ὅταν γὰρ μεταβάλλῃ τὸ δακτυλικὸν μέτρον εἰς παιώνιον ῥυθμόν, ταῖς μακραῖς ὡς βραχείαις καὶ ἀνάπαλιν ἐνίοτε χρῆται· ὁ δὲ μετρικός, ἐὰν δεηθείη, τὰ στοιχεῖα μεταβάλλει, οἷον τὸ ξηρὸν ξερὸν λέγει καὶ τὸν Διόνυσον Διώνυσον. εἰ οὖν διέστηκεν ἐπὶ τούτων τὸ φύσει βραχὺ καὶ 〈τὸ〉 τῷ χρόνῳ, οὐ τῷ βραχεῖ χρόνῳ συλλαβὴ βραχεῖα λέγεται, ἀλλὰ τῷ βραχεῖα εἶναι ἐν βραχεῖ χρόνῳ λέγεται. Διὰ τί δέ, φασίν, οὐ τοῖς γράμμασιν εἶπεν μετρεῖσθαι τὸν λόγον, ἀλλὰ ταῖς συλλαβαῖς; ἢ ὅτι τὰ μὲν γράμματα κατὰ τὸν χαρακτῆρα θεωρούμενα οὐ ποιεῖ ἐκφώνησιν, τὰ δὲ στοιχεῖα κατὰ τὴν δύναμιν νοούμενα καὶ τὴν ἐκφώνησιν τὸ μῆκος ἔχει * * καθ’ ἃ τὸ ποσὸν τοῦ λόγου· διὸ καὶ ἐν ἑνὶ καὶ ἐν πλείοσιν οὐδὲν ἧττον συλλαβὴ γίνεται, καὶ τὸ μῆκος καὶ ἡ βραχύτης τῆς ἐκφωνήσεως γίνεται, ὡς ἂν ἔχῃ φύσεως τὰ στοιχεῖα. Πῶς δέ, φασίν, βραχείᾳ καὶ μακρᾷ καταμετρεῖσθαι τὸν λόγον εἶπεν; ἤρκει γὰρ ἡ βραχεῖα καταμετροῦσα καὶ τὴν μακράν. ἢ οὐ πᾶσα βραχεῖα δὶς γενομένη καταμετρεῖ τὴν μακράν· καὶ γὰρ καὶ τῆς μακρᾶς μακροτέραν ὑποτίθενται. δεῖ οὖν τὴν μακρὰν μὲν τὰς μακράς, τὴν δὲ βραχεῖαν τὰς βραχείας μετρεῖν.
数也可以是某种数量性,因为属是以同名同义的方式述说种的。而且,无论数在于计数还是在于被计数,依此在任何情形下它都当属于数量。关于数,姑且谈到这里。 关于言语,人们提出难疑:言语如何处于数量之中?首先,由于未加结合的事物被归入范畴,而一切言语都是依照结合的;其次,若言语是“这么大”,依照“这么大”而言它将作为偶性而成为数量,然而只要言语是依照空气的撞击而成立的有意义的言语,不论言语是撞击还是塑造撞击的印记,它要么是一种受动,要么是一种能动:即主导部分依照表象的冲动的能动,以及空气的受动。因此,话音中的言语将要么属于能动,要么属于受动,或者兼属于能动与受动,但绝不是数量。若有人单单依照撞击来界定话音与言语,他将把它归入运动;若依照受撞击的空气来界定,则由于表意的事物与共同表意的事物、施动的事物与在其中产生并施动的事物并非同一,它便不会是单一的范畴。对此,杨布里柯回答说:“我们并非简单地将话音置于空气的撞击中;因为手指亦撞击空气,但尚未产生话音;而是具有一定数量、强度,且大小和性质达到足以被听见的程度的撞击,以及与听觉的尺度相均衡、并在自身中具有过剩与不及的撞击,这才会被真正视为话音。因此,由于依撞击的大小并将话音置为定量的尺度,他理所当然地表明它是定量的。”神圣的杨布里柯确实是以这些字句写下的。 但我认为值得怀疑的是,依照这一论据,为何味觉与嗅觉所特有的可感觉之物不会也是数量呢?因为汁液与气汽达到足以被感觉的程度的如此大小和如此性质,便既是可品尝的也是可闻嗅的。而且,亚里士多德似乎并非根据这一共通之点而说言语是数量,而是因为言语是由短音节与长音节所度量的。然而他们说这并不充分;因为言语并非在其作为言语的限度内被度量,短音节亦非在其作为音节的限度内[进行度量],而是因为处于较多或较少的时间之中,以至于度量时间的乃是时间,即较少的时间度量较多的时间,音节的时间度量言语的时间;因而音节只是偶然地度量言语。针对这些看法,波菲利说,短音节并非因为在短时间内被说出因而是短的,而是因其自身的本性具有微小性;长音节亦是如此。因为前者是在气管因气息稀少而收缩时被称为短,而后者是在气管因气息充足而扩张时被称为长,因此一者作为本性上短的在短时间内被说出,另一者作为长的在长时间内被说出。并且,将本性上短的在长时间内发音,以及将本性上长的在短时间内发音,都是可能的。实则格律学者与节律学者正是在这一点上有所区别:前者遵循合乎本性的长度,而后者则互换两者的本性;因为当后者将扬抑抑格转变为培昂节律时,有时将长音当作短音使用,反之亦然;但格律学者若有需要,则改变字母音素,例如将“xēron”说成“xeron”,将“Dionyson”说成“Diōnyson”。因此,若在这些情形中本性上的短与时间上的[短]已被区分开来,那么音节便非因短时间被称为短,而是因为它是短的,才在短时间内被说出。 “但是,为什么,”人们说,“他说言语是由音节度量,而不是由字母度量呢?”难道不是因为字母依其字形被考察时不产生发音,而依照能力与发音被理解的音素则具有长度[……],言语的数量正是依之而存在的吗?因此,无论在一个还是在多个音素之中,音节同样得以形成,且发音的长度与短度亦依照音素所具有的本性而产生。“那么,为什么,”人们说,“他说言语是由短音节和长音节所度量呢?因为短音节若度量了长音节,本已足够。”难道不是因为并非任何短音节重复两次便能度量长音节吗?因为他们甚至假定了比长音节更长的音节。因此,必须由长音节度量诸长音节,由短音节度量诸短音节。
- 3.1ὅτι τὰ γένη τῶν εἰδῶν συνωνύμως κατηγορεῖται
ὅτι从句作状语,用以说明前一主句εἴη δὲ ἂν καὶ ποσότης τις ὁ ἀριθμός的理由。该推理基于逻辑学规则,即“属(γένη)对种(εἰδῶν)是以同名同义的方式述说的”,由于数量对数是同名同义地述说,因此数也是某种数量性。
- 3.1τὰ δὲ στοιχεῖα κατὰ τὴν δύναμιν νοούμενα καὶ τὴν ἐκφώνησιν τὸ μῆκος ἔχει * * καθ’ ἃ τὸ ποσὸν τοῦ λόγου
此句属于对偶结构τὰ μὲν γράμματα... τὰ δὲ στοιχεῖα...的后半部分。尽管底本在此以星号标出缺文,但依据上下文脉络,其核心句构是将被书写的字母字形与按发音和音价理解的音素相对比,指出后者具有长[短]度,而言语的数量正是依之得以成立(καθ’ ἃ τὸ ποσὸν τοῦ λόγου)。
- 3.1καθὸ μέντοι λόγος σημαντικός ἐστιν κατὰ πληγὴν τοῦ ἀέρος ὑφεστηκώς, εἴτε οὖν πληγὴ ὁ λόγος εἴτε τύπωσις τῆς πληγῆς μορφοῦσα αὐτήν, ἢ πάθος ἐστὶν ἢ ποίησις
在与条件从句εἰ τοσόσδε ὁ λόγος相呼应的主句结构中,限定短语καθὸ... ὑφεστηκώς(“只要言语是依照空气撞击而成立的有意义的言语”)之后插入了二选一的插入语εἴτε... εἴτε...(“无论言语是撞击还是撞击的印记”),最终连接到主句谓语ἢ πάθος ἐστὶν ἢ ποίησις(“要么是受动要么是能动”),构成具有一定距离的分隔结构。
- 3.1οὐδὲ ἡ βραχεῖα συλλαβὴ καθὸ συλλαβὴ *
前文οὐδὲ γὰρ ὁ λόγος καθὸ λόγος μετρεῖται中的动词μετρεῖται(或其主动形式μετρεῖ)在此处因文本脱落(星号)或省略而在οὐδὲ ἡ βραχεῖα συλλαβὴ καθὸ συλλαβὴ后缺失。理解时需补出该动词,即“短音节亦非在其作为音节的限度内[进行度量]”。
