- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:129.1-130.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘总结了杨布里柯将倾势视为轻重的尺度而非性质的论述,并进一步探讨了关于数的专门难疑(降调与升调所表达的词义差别、感觉之数与可知实体的数、单子之数的内在与分离、数量自身是否为数量),评析了普罗提诺与杨布里柯的观点并提出自己的见解。
” πρὸς δὲ Κορνοῦτον καὶ Πορφύριον τὴν ῥοπὴν κατὰ βαρύτητα καὶ κουφότητα θεωρουμένην ποιότητα λέγοντάς φησιν τὴν ῥοπὴν μὴ εἶναι βαρύτητα καὶ κουφότητα, ἀλλὰ μέτρον βαρύτητος καὶ κουφότητος· “αὐτὰ μὲν γὰρ καθ’ αὑτὰ τὰ βαρέα ἢ κοῦφα ἐπ’ ἄπειρον ἂν προΐοι μηδένα ἔχοντα ὅρον ἐξ ἑαυτῶν, ἐπειδὴ δὲ ἡ ἀπὸ τῶν μέτρων τῆς ῥοπῆς δύναμις τάξιν καὶ ὅρον ἐντέθεικεν, τηνικαῦτα εἰς εὐταξίαν κατέστη”. κοινῶς μὲν δὴ περὶ τοῦ ποσοῦ ταῦτα διαπορεῖται καὶ οὕτως διαλύεται. Κατ’ ἰδίαν δὲ περὶ ἑκάστου τῶν εἰδῶν τοῦ ποσοῦ διαποροῦντες περὶ τοῦ ἀριθμοῦ πρώτου διαιρούμενοι λέγουσιν ὡς ἄλλη μέν τίς ἐστιν τοῦ ἀριθμοῦ φύσις, καθ’ ἣν ἐστιν ὡρισμένος καὶ πόσος βαρυτόνως, ἄλλη δέ, καθ’ ἣν τὸ ποσὸν αὐτῷ ἀορίστως καὶ ὀξυτόνως1 ὑπάρχει· καὶ ταύτην εἶναι τὴν δηλουμένην, ὅταν ποσὸν τὸν ἀριθμὸν εἶναι λέγωμεν, τὴν δὲ ἑτέραν παραλελεῖφθαι τοῖς περὶ αὐτοῦ διαλεχθεῖσιν. πρὸς οὓς εὐθὺς ἐνίστασθαι προσήκει· οὐ γὰρ ἄλλο μὲν ὁ ἀριθμὸς ἔχει τὸ πόσος εἶναι, ἄλλο δὲ τὸ τοσόσδε εἶναι· εἰ γὰρ πᾶν τὸ μετασχὸν ἀριθμοῦ τὸ τοσόνδε εἶναι ἔχει, πῶς ἂν ὁ ἀριθμὸς ἄλλο τι εἴη παρὰ τὸ τοσόνδε; οὐ γὰρ τὸ ποσὸν εἴληπται τὸ ὕλῃ ἀναλογοῦν ἐν τῷ ἀριθμῷ, ἀλλὰ τὸ διωρισμένον * *, ὃ ἤδη ἀριθμός ἐστιν· τὸ μὲν γὰρ διωρισμένον μόνον ποσὸν πλῆθος ποιεῖ, τὸ δὲ καὶ ὡρισμένον ἀριθμόν. ἔτι δὲ τῶν συνθέτων καὶ ἐνύλων τοῦτο ἴδιον τὸ ἄλλα μὲν αὐτὰ εἶναι, ἄλλο δὲ τὸ εἶναι αὐτῶν, ὥσπερ ἄλλο μὲν ἄνθρωπος ὁ σύνθετος αὐτός, ἄλλο δὲ τὸ ἀνθρώπῳ εἶναι, ἡ κατὰ τὸ εἶδος ὑπόστασις· τὰ δὲ ἄυλα εἴδη καὶ ἀσύνθετα, ὡς καὶ Ἀριστοτέλης ἀποδείκνυσιν, ταὐτὸν ἔχει τὸ ἕκαστον καὶ τὸ ἑκάστῳ εἶναι. εἰ δέ τις ἕκαστον τῶν ὄντων οὐσιοῦν βουλόμενος ἄλλην μὲν τὴν οὐσίαν αὐτοῦ ἀπαιτεῖ εἶναι, ἄλλην δὲ τὴν ἰδιότητα καὶ τὸ εἶδος, ἐννοείτω ὡς ὁ εἰδητικὸς ἀριθμὸς καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον ταῖς οὐσίαις τῶν ὄντων συνυπάρχουσιν οὔτε πρότερα αὐτῶν οὔτε ὕστερα ὄντα, ἀλλὰ κατὰ τὰς οὐσίας οὐσιωμένα, ὥσπερ αἱ οὐσίαι κατὰ τοὺς ἀριθμοὺς ἠρίθμηνται. Ἀλλὰ διὰ τί, φησὶν ὁ Πλωτῖνος, οὐσιώδους ὄντος ἐκείνου τοῦ ἀριθμοῦ ὁ ἐνταῦθα οὐκ ἔστιν οὐσία; ἢ ὅτι οὐδὲ τὰ ἄλλα, ὅσα ἐστὶν ἐνταῦθα ὡς ἐν ἑτέροις ἕτερα, καὶ ἐν τῷ νῷ ὡς συμβεβηκότα θεωρεῖται, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ ἕστηκεν, οἷον ἡ δικαιοσύνη ἐνταῦθα μέν ἐστιν ἕξις τῆς ψυχῆς, ὅτι κατὰ μέθεξιν ὑφίσταται καὶ οἷον πεπόνθησιν, ἐν δὲ τῷ νῷ αὐτὸ τοῦτο ὅπερ ἐστίν· καὶ γὰρ καὶ ὁ ἐν τῇ ψυχῇ τῆς δικαιοσύνης λόγος οὐσιώδης ἐστὶν ὑπόστασις. οὕτως δὲ καὶ ὁ ἀριθμὸς καὶ τῶν ἄλλων εἰδῶν ἕκαστον ἐν μὲν τοῖς αἰσθητοῖς μεριστῶς μετεχόμενον συμβεβηκὸς γίνεται, ἐν δὲ τοῖς ἀύλοις εἴδεσιν μονοειδῶς ἕστηκεν κατ’ ἐνέργειαν ἐν ταῖς οὐσίαις ἀφωρισμένα. οὗτος μὲν οὖν ἄλλος λόγων τρόπος, ὡς ὁ θεῖος Ἰάμβλιχός φησιν. Περὶ δὲ τοῦ μοναδικοῦ ἀριθμοῦ διαπορεῖ πάλιν ὁ Πλωτῖνος, καθ’ ὃν πέντε ἵπποι θεωροῦνται καὶ τὰ ἄλλα ὡσαύτως κατὰ σύνθεσιν μονάδων μετρεῖται, πότερον ἐνυπάρχει ἢ χωρὶς ὢν μετρεῖ, ὥσπερ ὁ κανών· καὶ γὰρ εἰ χωρὶς ὢν μετρεῖ, ποσὰ οὐκ ἔσται τὰ ὑποκείμενα μὴ μετέχοντα τοῦ ποσοῦ· ἔπειτα μέτρα μὲν ἔστω τὰ κεχωρισμένα ὡς μετροῦντα, διὰ τί δὲ ποσά; ἡ γὰρ αὐτοποσότης οὐ πάντως ἐστὶ ποσόν’. τοῦτο δὲ αὐτὸς μὲν λύων ‘εἰ ἐν τοῖς οὖσιν ὄντες, φησίν, οἱ ἀριθμοὶ εἰς μηδεμίαν ἄλλην κατηγορίαν ἀνάγονται, ποσὸν ἂν εἶεν’· ὁ δὲ Ἰάμβλιχός φησιν ὅτι “ὥσπερ τὰ ἄλλα ἔνυλα εἴδη, οὕτως καὶ ὁ ἀριθμὸς πάρεστι μὲν καὶ συνυπάρχει τοῖς διαριθμουμένοις πράγμασιν, οὐ μέντοι ἐν αὐτοῖς ἁπλῶς ἔχει τὴν ὑπόστασιν, οὐδὲ ἐπιγινομένην αὐτοῖς κατ’ ἐπακολούθησιν οὐδὲ ἐν συμβεβηκότος τάξει παραγινομένην, ἔχουσαν δέ τινα ἰδίαν μετὰ τῶν πραγμάτων οὐσίαν,2 καθ’ ἣν ἀφορίζει καὶ πρὸς τὸ οἰκεῖον μέτρον συντάττει τὰ μετέχοντα”. καὶ τὴν ποσότητα δὲ ποσὸν εἶναι οὐκ ἄτοπον ὁ Ἰάμβλιχός φησιν, ὡς καὶ ἑαυτῇ παρέχουσαν ὅπερ τοῖς ἄλλοις δίδωσιν· “καὶ γὰρ πρώτως, φησίν, ἀφ’ ἑαυτῶν ἄρχεται τὰ χωριστὰ εἴδη τῆς ὄντως ἰδέας καὶ κατὰ τὴν εἰς ἑαυτὰ ἐνέργειαν ἑαυτοῖς τε παρέχει τὸ οἰκεῖον εἶδος καὶ τοῖς ἄλλοις ἀφ’ ἑαυτῶν ὁμοῦ ἐνδίδωσιν”. ἀξιῶ δὲ ἐφιστάνειν ἐγώ, πῶς ἡ ποσότης μετέχειν ἂν ἑαυτῆς λέγοιτο, ὥστε εἶναι ποσόν, καὶ ἡ ἰσότης ἴσον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· τὸ γὰρ μετέχον ἄλλο τι ὂν ἔπειτα μετέχει. ἀλλ’ ὁ ἀριθμὸς ποσὸν εἰκότως λέγεται· διαφορὰ γάρ τις ἡ τοῦ ὡρισμένου μετὰ τοῦ γένους τῆς ποσότητος ποσὸν ποιεῖ τὸ ὅλον.
”然而,针对科尔努图斯和波菲利将依照重与轻考察的倾势称为性质的主张,他[杨布里柯]说倾势并非重与轻,而是重与轻的尺度:“因为依照自身而言,沉重或轻盈之物若无来自自身的任何界限,便会趋于无限,但当源自倾势之诸尺度的力量置入秩序和界限时,此时它们便确立在良好的秩序中。”关于一般的数量,人们正是提出这些难疑,并如此予以解决的。 至于就数量的各个种分别提出难疑的人,他们首先就数进行划分,声称数的本性是双重的:一种本性依之而言是限定的、且以降调重音[言说的]“多大”,另一种本性则依之而言是“量”不定地、且以升调重音属于它;而且,当我们说数是量时,所指明的是后者,而另一者则被讨论数的人所遗漏了。对这些人应当立即提出异议:因为对数而言,并非作为“多大”是一回事,而作为“这么大”则是另一回事;因为如果分有数的每一事物都具有作为“这么大”,那么数除了“这么大”之外,又怎会是别的什么呢?因为在数之中所取的并非与质料相当的“量”,而是早已作为数的“离散之物[……]”;因为仅仅离散的量产生多数,而兼具限定的量则产生数。此外,自身是一回事,而它们的本质是另一回事,这是复合且居于质料之物的固有特性,正如复合的人自身是一回事,而对于人而言的存在(即依照形相的基质存在)则是另一回事;然而非物质且非复合的诸形相,正如亚里士多德也证明的那样,各物自身与各物的本质是同一的。但如果有人想要使每个存在者实体化,因而要求其实体是一回事,而其特质与形相则是另一回事,那么让他知晓,形相之数与其余各个形相都与存在者的诸实体共存,既不先于它们亦不后于它们,而是依照实体而被实体化,正如诸实体是依照诸数被计数的那样。 “但是,为什么,”普罗提诺说,“在那里的数是实体性的,而这里的数却不是实体呢?”难道不是因为,在这里作为在他物之中的别物而存在的其他事物,在理智中亦不作为偶性被考察,而是依其自身自立,正如在这里的正义是灵魂的一种品质,因其依照分有以及可谓受动而成立,但在理智中它恰恰就是其所是本身?因为在灵魂中正义的定义亦是一种实体性的基质存在。同样,数与其余各个形相,在感觉事物中被分裂地分有时便成为偶性,但在非物质形相中,它们作为单一种类现实地被限定在诸实体中而自立。正如神圣的杨布里柯所说,这乃是另一种论述方式。 关于由单子构成的数——五匹马依之被考察,其余事物亦同样依照单子的复合被度量——普罗提诺再次提出难疑:它究竟是内在存在,还是像尺子一样分离地存在并度量:“因为如果它是分离存在并度量,底层事物因不分有量就将不是数量;其次,姑且承认分离之物作为度量者是尺度,但为何它们是数量呢?因为数量本身未必是数量。”普罗提诺自己解决这一难疑说:“如果诸数在存在者之中并不归入任何其他范畴,它们就应当是数量”;而杨布里柯则说:“正如其他居于质料的形相一样,数亦临在并与被计数的诸事物共存,但它绝非单纯在它们之中具有基质存在,亦非作为结果附随产生于它们,亦非作为偶性的序列而来到,而是与诸事物一同具有某种固有的实体,依之它将分有者限定并整序于其固有的尺度之中。”杨布里柯还说,数量本身作为数量并无荒谬之处,因为它亦将给予他物的东西提供给自己:“实则首先,”他说,“真正存在的相之分离形相是由自身开始的,且依照指向自身的现实活动,它们既将固有的形相提供给自己,同时亦从自身分授给其他事物。”然而我认为应当引起注意:人们怎能说数量分有自身,从而成为数量,且平等分有自身从而成为平等,在其他情形下亦复如是?因为分有者乃是某种别的事物,随后才进行分有。不过,数被称为数量是理所当然的;因为限定之物的某种差别与数量的属结合在一起,使整个事物成为数量。
- 3.1πόσος βαρυτόνως ... ποσὸν ... ὀξυτόνως
此处指出了基于重音位置所作的句法与概念区分:降调重音(βαρυτόνως,即重音在前一音节、末音节无重音的 πόσος)作为疑问/确定代词,意指限定的“多大/多少”;而升调重音(ὀξυτόνως,重音在末音节的 ποσόν)作为后附的不定代词,指无规定的普遍“量”。
- 3.1οὐ μέντοι ἐν αὐτοῖς ἁπλῶς ἔχει τὴν ὑπόστασιν, οὐδὲ ἐπιγινομένην αὐτοῖς κατ’ ἐπακολούθησιν οὐδὲ ἐν συμβεβηκότος τάξει παραγινομένην, ἔχουσαν δέ τινα ἰδίαν μετὰ τῶν πραγμάτων οὐσίαν
阴性宾格分词 ἐπιγινομένην、παραγινομένην 和 ἔχουσαν 均与定动词 ἔχει 的宾语 τὴν ὑπόστασιν(基质存在/自立)在性数格上保持一致,充当修饰语,即数并不单纯在事物中具有存在,“并不具有随之产生的、或以偶性序列而来的[基质存在],而是具有与诸事物并存的某种固有实体的[基质存在]”。
