← 辛普里丘

亚里士多德《范畴篇》注释

§12.3-13.26

十分法的多重运用与阿尔库塔斯渊源

辛普里丘阐述了亚里士多德在各论著中依不同视角采用同一种十分法的根据,将其归结于灵魂从理智降入生成以及声音在回忆中的中介功能,在重申《范畴篇》旨趣的同时,指出该十分法源自毕达哥拉斯学派的阿尔库塔斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#7

διὸ καὶ τί σημαίνει ἑκάστη λέξις ἀναδιδάσκει καὶ τὰ πράγματα καθ’ ἑκάστην κατηγορίαν διορίζεται καὶ τῇ διαιρέσει τῇ αὐτῇ χρῆται καὶ ἐνταῦθα, ὅπου περὶ τῶν σημαντικῶν λέξεών ἐστιν προηγουμένως ὁ σκοπός, καὶ ἐν τῇ Μετὰ τὰ φυσικά, ὅπου περὶ τῶν ὄντων ᾗ ὄντα διδάσκει· παραπλησίως δὲ καὶ ἐν τοῖς λογικοῖς, οἷον ἐν τοῖς Τοπικοῖς, καὶ ἐν τοῖς Νικομαχείοις ἠθικοῖς καὶ ἐν ταῖς ἄλλαις πραγματείαις τῇ εἰς τὰ δέκα ταύτῃ χρῆται διαιρέσει τῶν πρώτων γενῶν, ὡς πανταχοῦ μὲν τῆς αὐτῆς οὔσης διαιρέσεως, ἀλλ’ ἐνταῦθα μὲν οἰκείως τῇ λογικῇ πραγματείᾳ κατὰ τὰς σημαντικὰς λέξεις λαμβανομένης, ἀλλαχοῦ δὲ οἰκείως τῇ περὶ τῶν ὄντων θεωρίᾳ κατὰ τὴν τῶν ὄντων ὑπόστασιν, οὔτε τῶν σημαντικῶν λέξεων πάντῃ κεχωρισμένων τῆς τῶν ὄντων φύσεως οὔτε τῶν ὄντων ἀπηρτημένων τῶν σημαίνειν αὐτὰ πεφυκότων ὀνομάτων, ἀλλ’ οὐδὲ τῶν νοημάτων ἔξω τῆς ἀμφοῖν ὄντων φύσεως· ἓν γὰρ ὄντα πρότερον τὰ τρία ταῦτα διεκρίθησαν ὕστερον. ὁ μὲν γὰρ νοῦς αὐτὰ τὰ πράγματα ὢν καὶ αὐτὴ ἡ νόησις ταὐτὸν ἔχει τά τε ὄντα καὶ τὰ τῶν ὄντων νοήματα διὰ τὴν ἀδιάκριτον ἕνωσιν, καὶ φωνῆς ἐκεῖ οὐδὲν χρεία· ψυχὴ δὲ πρὸς μὲν νοῦν ἐστραμμένη τὰ αὐτὰ δευτέρως ἔχει, ὅτε καὶ γεννητικούς, ἀλλ’ οὐ γνωστικοὺς μόνον ἔχει τοὺς ἐν αὐτῇ λόγους, ἀποστᾶσα δὲ ἐκεῖθεν καὶ τοὺς ἐν αὐτῇ λόγους τῶν ὄντων χωρίσασα καὶ διὰ τοῦτο εἰκόνας αὐτοὺς ἀντὶ τῶν πρωτοτύπων ποιήσασα διέστησεν ἀπὸ τῶν πραγμάτων τὴν νόησιν, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ καὶ τῆς πρὸς τὸν νοῦν ὁμοιότητος ἀπέστη, καὶ λοιπὸν ἀγαπᾷ σύμφωνα τοῖς πράγμασιν προβάλλεσθαι τὰ νοήματα. πεσοῦσα δὲ εἰς γένεσιν καὶ λήθης ἀναπλησθεῖσα ἐδεήθη μὲν ὄψεως, ἐδεήθη δὲ ἀκοῆς πρὸς ἀνάμνησιν· δεῖται γὰρ τοῦ ἤδη τεθεαμένου τὴν ἀλήθειαν διὰ φωνῆς ἀπὸ τῆς ἐννοίας προφερομένης κινοῦντος καὶ τὴν ἐν αὐτῇ τέως ἀπεψυγμένην ἔννοιαν· καὶ οὕτως ἡ τῆς φωνῆς ἐγένετο χρεία προσεχῶς μὲν τοῖς νοήμασιν ἐξομοιοῦσθαι σπευδούσης, δι’ ἐκείνων δὲ καὶ τοῖς πράγμασιν ἐφαρμοττούσης καὶ συμφυομένης πρὸς αὐτά, ἵνα μὴ μάτην αἱ φωναὶ λέγοιντο ὥσπερ ἡ βλίτυρι, ἀλλὰ κινοῖεν ἐν τῷ ἀκούοντι τὰς ὁμοίας ταῖς κινητικαῖς νοήσεσιν. ἀπὸ γὰρ νοήσεων προϊοῦσαι νοήσεις καὶ αὐταὶ κινοῦσι προσεχῶς καὶ συνάπτουσι τὰς τοῦ μανθάνοντος ταῖς τοῦ διδάσκοντος, μεσότητες ἀμφοῖν γινόμεναι. αἱ δὲ νοήσεις οἰκείως κινηθεῖσαι ἐφαρμόττουσι τοῖς πράγμασιν, καὶ οὕτως γίνεται ἡ τῶν ὄντων γνῶσις καὶ ὁ αὐτοφυὴς ἔρως τῆς ψυχῆς ἀποπίμπλαται. καὶ ἔστιν ἡ φωνὴ πέρας τῆς ψυχικῆς ἐνεργείας, τῶν δὲ περάτων ἐστὶν τὸ ἐπιστρέφειν εἰς τὰς ἀρχάς·1 διὸ καὶ ἡ φωνὴ τὰς ἀποστάσας ἀπὸ νοῦ καὶ τῶν ὄντων ψυχὰς καὶ διακριθείσας ἀλλήλων συνάγει τε εἰς ὁμόνοιαν καὶ τοῖς πράγμασιν συναρμόζειν ποιεῖ καὶ πρὸς νοῦν ἀναπέμπει καὶ παρασκευάζει μὴ μόνον ἀφώνους ἐθέλειν εἶναι, ἀλλὰ μηδὲ ἐννοίας τῶν πραγμάτων ἑτέρας ἔχειν. οὕτως οὖν τὰ ἡνωμένως ἐν τῷ νῷ προειλημμένα ἐμέρισεν ἡ ψυχή, μετὰ μέντοι τοῦ φυλάξαι καὶ ἐν τῇ διαιρέσει τὴν ἀλληλουχίαν. ἔστιν οὖν ἐκ τῶν εἰρημένων δῆλον, ὅτι ἐστὶν μὲν ὁ σκοπὸς οἰκεῖος τῇ λογικῇ πραγματείᾳ περὶ τῶν ἁπλῶν καὶ πρώτων καὶ γενικῶν φωνῶν, καθὸ σημαντικαὶ τῶν ὄντων εἰσίν, συνδιδάσκεται δὲ πάντως καὶ τὰ σημαινόμενα ὑπ’ αὐτῶν πράγματα καὶ τὰ νοήματα, καθὸ σημαίνεται τὰ πράγματα ὑπὸ τῶν φωνῶν. καὶ ταῦτα καὶ τοῖς Ἀλεξάνδροις καὶ Ἑρμίνῳ καὶ Βοήθῳ καὶ Πορφυρίῳ δοκεῖ καὶ ὁ θεῖος Ἰάμβλιχος ἐπιψηφίζει καὶ Συριανὸς σαφηνίζει καὶ οἱ ἡμέτεροι διδάσκαλοι ἀποδέχονται. ἀλλ’ ἐπεὶ δέδεικται περὶ φωνῶν ὁ σκοπός, τῶν δὲ φωνῶν αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ σύνθετοι, περὶ τῶν ἁπλῶν ἐστι φωνῶν τῶν πρώτων καὶ τὰ πρῶτα καὶ γενικώτατα τῶν ὄντων σημαινουσῶν διὰ μέσων τῶν ἁπλῶν καὶ πρώτων νοημάτων. τὰ δὲ ἁπλᾶ εἰς δεκάδα συνήγαγον οἱ Πυθαγόρειοι, ὡς Ἀρχύτας, ᾧ καὶ Πλάτων συγγέγονεν, ὡς ἐν τῷ Περὶ τῶν καθόλου λόγων ἐδίδαξεν βιβλίῳ, ᾧ καὶ Ἀριστοτέλης κατηκολούθησεν καὶ μέχρι τῶν ὀνομάτων, κατὰ τοσοῦτον μόνον, ὡς δοκεῖ τισι, παραλλάξας, καθόσον τὸ ἓν αὐτὸς οὐ προσλογίζεται2 τὸ τῶν δέκα περιεκτικὸν, καὶ τὸ κατὰ φύσιν τῶν ὀνομάτων ἀπογινώσκει.

因此,他亦指明每个文辞所意味的内容,并按照各个范畴规定事物,且无论是在主要旨趣在于具有指明性的文辞的此处,还是在他教导关于作为存在者的存在者的《形而上学》中,都采用了相同的划分;同样地,在逻辑学著作中,例如在《论题篇》中,以及在《尼各马可伦理学》和其余论著中,他都采用了将最初诸属划分为十的这一划分,因为这一划分随处皆是同一的,只不过此处适合于逻辑学论著而按照具有指明性的文辞来把握,而在别处则适合于对存在者的观照而按照存在者的独立实在来把握;因为具有指明性的文辞既非完全脱离存在者的本性,存在者亦非脱离天生用以指明它们的名词,而思想亦非存在于这两者的本性之外;因为这三者先前原为一体,后来才被区分开来。盖因理智既然就是事物本身与理智活动本身,便由于无分别的合一而使存在者与存在者的思想合而为一,在那里完全无需声音;而灵魂在转向理智时,则以第二等的方式具有相同的事物,此时它不仅具有作为认识性的、亦具有作为生成性的内在于自身的理性原则;但当它自那里脱离,将自身内部的理性原则与存在者分离开来,并因此使它们代替原型成为摹相时,它便使思想脱离了事物,且与理智的相似性脱离越远,这种隔阂便越甚,此后它便只求提出与事物相符的思想。当它堕入生成并充满遗忘之时,便为了回忆而需要视觉,需要听觉;因为它需要已经观照到真理之人,通过自观念中发出的声音,来激发灵魂内部此前已然冷却的观念;于是便产生了对声音的需要,声音直接努力使自身相似于思想,并通过思想而切合于事物并与之生长相联,从而使声音不至于像“布利图里”那样徒然发出,而是在听者内部激发起与那些起激发作用的思想相似的思想。因为从思想中产生出来的〔声音〕自身也直接激发起思想,并将学习者的思想与施教者的思想联结起来,成为两者的中介。而思想在得到恰当激发后切合于事物,存在者的知识便由此产生,灵魂天生的爱亦得以满足。声音乃是灵魂活动的极限,而归复于本原正是极限的本性;因此声音亦将脱离了理智与存在者并彼此分离的灵魂,重新召集至同心一致,使其与事物相调谐,将其送归理智,并使它们准备好不仅愿意无须声音,甚至对事物不再持有异样的观念。因此,灵魂便是这样划分了原先在理智中合一被把握的事物,然而在划分之中亦保持了连续性。故从上述可知,虽然旨趣适合于逻辑学论著,是关于就其指明存在者而言的单纯、最初且属相的词语,但被它们指明的事物以及就事物被声音指明而言的思想,亦全然被共同教授。亚历山大众人、赫尔米努斯、波埃图斯与波菲利皆持此看法,神圣的扬布利柯亦赞同此说,叙利亚努斯阐明此说,而我们的导师们亦接受此说。但既然已经表明旨趣是关于词语,而词语有些是单纯的,有些是复合的,那么旨趣便是关于最初的单纯词语,它们通过单纯且最初的思想作为中介,来指明存在者中最初且最具属相之事物。而毕达哥拉斯学派的人,如柏拉图曾与之相从的阿尔库塔斯,正如他在《论普遍理性》一书中所教导的,将单纯之物归纳为十;亚里士多德甚至在名称上也追随于他,正如在某些人看来,其不同之处仅在于他自己并未将统摄这十者的“一”计算在内,且否定了名称出于自然的说法。

语法注2 条
  1. 1.0τῶν δὲ περάτων ἐστὶν τὸ ἐπιστρέφειν εἰς τὰς ἀρχάς

    属格 τῶν περάτων 作表语性属格,表示所属或固有性质(“归属于极限/是极限的本性”),带冠词的不定式短语 τὸ ἐπιστρέφειν εἰς τὰς ἀρχάς 充当主语。

  2. 1.0κατὰ τοσοῦτον μόνον, ὡς δοκεῖ τισι, παραλλάξας, καθόσον τὸ ἓν αὐτὸς οὐ προσλογίζεται

    κατὰ τοσοῦτον... καθόσον 构成表示限度的相关结构(“仅在……的限度内”)。分词 παραλλάξας 修饰前面的主语 Ἀριστοτέλης,限定了亚里士多德与阿尔库塔斯之间唯一的相异之处。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:12.3-13.26