← 辛普里丘

亚里士多德《范畴篇》注释

§118.4-119.16

陈述与意见容纳真假以及实体

针对亚里士多德在《范畴篇》4a22中提出的疑难(即话语和意见容纳真假是否构成对实体特有性质的反例),辛普里丘阐释了亚里士多德的两步解答(容纳方式的差异与对真正受动的否定),审视了反驳者的意见,并通过关系改变的视角调和了双方的立场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#1

" Εἰ μή τις ἐνίσταιτο τὸν λόγον καὶ τὴν δόξαν φάσκων ἕως τοῦ ὥστε ἴδιον οὐσίας εἴη τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν." Ἐπειδὴ καὶ λόγος καὶ δόξα ἀληθὴς καὶ ψευδὴς εἶναι δοκεῖ καὶ ἔστιν ἐναντίον τὸ ἀληθὲς τῷ ψεύδει, ὁ δὲ λόγος οὐκ ἔστιν οὐσία, ἀλλ’ ὁ μὲν ἐν προφορᾷ ποσόν, ὁ δὲ ἐν δόξῃ ποιόν, εἰκότως ἀπορεῖ, μήποτε οὐ μόνῃ τῇ οὐσίᾳ προσήκει τὸ τῶν ἐναντίων εἶναι δεκτικόν. καὶ λύει τὴν ἀπορίαν κατὰ ἀντιπαράστασιν καὶ ἔνστασιν.1 πρότερον γὰρ συγχωρήσας δέχεσθαι τὸ ἀληθὲς καὶ ψεῦδος τὸν λόγον καὶ τὴν δόξαν δείκνυσιν ὅτι οὐχ ὡς ἡ οὐσία δέχεται· ἐκείνη μὲν γὰρ τῇ ἑαυτῆς μεταβολῇ δέχεται τὰ ἐναντία, ὁ δὲ λόγος καὶ ἡ δόξα οὐ τῇ ἑαυτῶν μεταβολῇ, ἀλλὰ τῇ τοῦ πράγματος. εἶτα καὶ τὸ δέχεσθαι ὅλως ἀναιρεῖ· τὸ μὲν γὰρ δεχόμενον μεταβολήν τινα ὑπομένει, ἐν δὲ τῷ λόγῳ καὶ τῇ δόξῃ οὐδεμία γίνεται μεταβολή, ἀλλὰ τῷ τὸ πρᾶγμα μεταβάλλειν ὁ λόγος καὶ ἡ δόξα ἀληθὴς καὶ ψευδὴς λέγεται· κυρίως δὲ εἶπεν τὸ λέγεσθαι καὶ οὐ γίνεσθαι. ἔστιν δὲ καὶ οὕτως ἐπιχειρῆσαι· οὐκ ἔστιν εἷς κατ’ ἀριθμὸν ὁ πρότερος ῥηθεὶς λόγος τῷ δευτέρῳ καὶ κατ’ αὐτὸν τὸν Ἀριστοτέλη· εἴρηται γάρ, φησί, καὶ οὐκέτι ἔσται τὸ ῥηθὲν λαβεῖν. τῶν γὰρ κατὰ διέξοδον κινουμένων ἐστὶν ὁ λόγος, καὶ διὰ τοῦτο οὐδὲ τῶν θέσιν ἐχόντων ἐστίν, ὥστε τῷ εἴδει ὁ αὐτὸς γίνεται ὁ πρότερος ῥηθεὶς τῷ δευτέρῳ, ὁ ἀληθὴς τῷ ψευδεῖ, καὶ οὐχὶ τῷ ἀριθμῷ, ὡς εἴρηται ἐπὶ τῆς οὐσίας. καὶ ἡ δόξα δὲ λόγος ἐστὶν ἐντός, ἐν διεξόδῳ καὶ αὐτὴ ὑπάρχουσα, καὶ τὰ αὐτὰ ἂν καὶ περὶ αὐτῆς λέγοιτο. Ἀλλ’ ἀποροῦσί τινες καὶ πρὸς ταύτας ἐνιστάμενοι τὰς ἐπιχειρήσεις καὶ λέγουσιν ὡς κἂν μὴ πάσχῃ τὸ ἐκτὸς πάθος ὁ λόγος καὶ ἡ δόξα, οὐκ ἤδη διὰ τοῦτο οὐδὲ πάσχει, ἀλλὰ πάσχει ὡς ὁ λόγος καὶ δέχεται ἐν ἑαυτῷ μεταβολὴν τὴν κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι· λόγου γὰρ καὶ δόξης αὕτη ἐναντίωσις. ἐπεὶ ὥρα γε, φησί, λέγειν2 μηδὲ τὴν ψυχὴν δεκτικὴν εἶναι τῶν ἐναντίων, ἐπεὶ οὐ δέχεται τὸ λευκὸν καὶ μέλαν· οὐ γὰρ πέφυκεν τούτων εἶναι δεκτική, ὧν δὲ πέφυκεν, ταῦτα δέχεται, φρόνησιν καὶ ἀφροσύνην. καὶ ὁ λόγος οὖν καὶ ἡ δόξα τὴν λόγου καὶ δόξης μεταβολὴν τὴν κατὰ τὸ ἀληθὲς καὶ ψεῦδος δέχεται, ἀλλ’ οὐχὶ τὴν κατὰ τὸ καθῆσθαι καὶ μὴ καθῆσθαι. ἔσται οὖν περὶ αὐτὰ κατὰ μεταβολὴν μὲν ἡ ἐναντίωσις, ἀλλὰ τὴν προσήκουσαν τῷ λόγῳ καὶ τῇ δόξῃ. μήποτε οὖν μέσον χωρήσαντα τῶν τε Ἀριστοτέλους λόγων καὶ τῶν πρὸς αὐτοὺς ἐνισταμένων δεῖ λέγειν3 ὅτι ἄλλος οὗτος καταδοχῆς ἐστι τρόπος, ὅταν ἄλλου πάσχοντος αὐτό τι μὴ μεταβάλλον ἀλλοιοτέραν ὅμως ἀναδέχεται σχέσιν, ὡς ὁρῶμεν καὶ ἐπὶ τῶν πρός τι· τὸ γὰρ πρότερον ὂν δεξιὸν μηδὲν αὐτὸ μεταβάλλον ἀριστερὸν γίνεται ἄλλου μεταστάντος. καὶ ὁ λόγος δὲ καὶ ἡ δόξα κατὰ τὴν πρὸς τὰ πράγματα σχέσιν ἔχοντα τὸ ἀληθεύειν καὶ ψεύδεσθαι οὐδὲν θαυμαστὸν εἰ τῶν πραγμάτων μεταβαλλόντων ἀμείβει τὴν σχέσιν οὐδὲν αὐτὰ πάσχοντα. ὁ δέ γε Ἀριστοτέλης τὴν καταδοχὴν ἐκείνην ἀπέφησεν, καθ’ ἣν ἀνάγκη πάσχειν τι τὸ δεχόμενον· κἂν λέγοιτο οὖν μεταβάλλειν κατὰ τὴν λόγου καὶ δόξης μεταβολήν, ἀλλ’ οὔτι γε πάσχοντα μεταβάλλει, ὥσπερ τὸ σῶμα θερμαινόμενον καὶ ψυχόμενον.

“除非有人提出异议,声称话语和意见……以至于在数目上保持同一且为一的同时能够容纳相反者,乃是实体的特有性质。” 因为话语和意见似乎皆可为真和为假,且真与假是相反的,而话语并非实体,口头的话语是数量,意见之中的话语是性质,所以他理所当然地提出疑难:能够容纳相反者是否未必仅属于实体。他通过辩解性让步与直接反驳解决了这一疑难。因为他首先让步承认话语和意见容纳真与假,进而指出它们并非像实体那样容纳;因为实体通过自身的变化容纳相反者,而话语和意见不是通过自身的变化,而是通过事物的变化来容纳。随后,他也彻底取消了“容纳”;因为容纳者会承受某种变化,而在话语和意见中不发生任何变化,而是由于事物变动,话语和意见才被“称为”真和假;他严格地使用了“被称为”而非“生成”。此外亦可作如下论证:先前说出的话语与第二次说出的话语在数目上并非为一,即使依亚里士多德本人亦是如此;因为他说,“它已被说出,且不再能够把握被说出的话语”。因为话语属于在进程中变动的事物,并因此亦不属于具有位置的事物,以至于先前说出的话语与第二次说出的话语(即真者与假者)是在种上同一,而非如在实体上所言的那样在数目上同一。而意见亦是内在的话语,其自身亦存在于进程中,关于它亦可说同样的话。 然而,有人针对这些论证提出反驳并设立疑难,说道:即使话语和意见不承受外在的受动,亦不因此就完全不承受受动,而是作为话语承受受动,并在自身中容纳依为真与为假而发生的变化;因为这正是话语和意见的相反性。因为[反驳者]说,否则的话就该说连灵魂也不能容纳相反者了,因为它并不容纳白与黑;因为灵魂在本性上并不容纳这些,而是本性上能够容纳什么,便容纳什么,即明智与愚蠢。因此话语和意见亦容纳话语和意见的变化,即依真与假的变化,而非依坐着与不坐着的变化。因此,围绕它们确实存在着依变化的相反性,但依的是适合于话语和意见的变化。 那么,或许应当介入亚里士多德的论证与反对这些论证的人之间指出:当另一事物承受受动时,某物自身虽未变化却依然承担起另一种关系,这是容纳的另一种方式,正如我们在相关者上所见到的那样;因为先前在右者,自身未发生任何变化,由于另一事物的移位而变成了在左。既然话语和意见依对事物的关系而具有真与假,那么当事物发生变化时,它们自身未承受任何受动而改变了关系,便不足为奇。亚里士多德所否定的,乃是那种容纳者必然承受某种受动的容纳;因此,即使话语和意见被说成是依话语和意见的变化而变化,但它们绝不是通过承受受动而变化的,就像身体受热和受冷那样。

语法注3 条
  1. 2.11κατὰ ἀντιπαράστασιν καὶ ἔνστασιν

    出自修辞学与辩证法术语的反驳方式分类。ἀντιπαράστασις(辩解性让步)指姑且承认对方的前提(即话语和意见容纳相反者),但证明主张并未被削弱(它们容纳的方式不同于实体);而 ἔνστασις(直接反驳/异议)则是直接否定前提本身(即它们根本谈不上“容纳”)。

  2. 2.11ἐπεὶ ὥρα γε, φησί, λέγειν

    ἐπεὶ ὥρα [ἐστίν] 支配不定词是引出归谬法中荒谬后果的惯用表达(“否则就该说……”或“无异于说……”)。插入的 φησί 并非指亚里士多德,而是指提出异议的虚拟反驳者。

  3. 2.11μήποτε οὖν μέσον χωρήσαντα τῶν τε Ἀριστοτέλους λόγων καὶ τῶν πρὸς αὐτοὺς ἐνισταμένων δεῖ λέγειν

    非人称动词 δεῖ 支配不定词 λέγειν,宾格分词短语 μέσον χωρήσαντα 用作不定词的逻辑主语。句首的 μήποτε 表示委婉的建议或推测(“或许应当……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:118.4-119.16