← 辛普里丘

亚里士多德《范畴篇》注释

§116.13-118.3

诸实体阶层对相反性的容纳及其注疏

辛普里丘结束了对阿尔库塔斯残篇的引述,并就“在持存的同时”与“非在同一时间”作出解释,继而介绍了扬布利柯关于理智实体、天界实体与可感实体三层结构中相反性容纳的毕达哥拉斯主义拓展阐释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10#3

ἐναντίον γὰρ ὕπνῳ μὲν ἐγρήγορσις, ταχυτᾶτι δὲ βραδυτάς, ὑγιείᾳ δὲ νόσος, καὶ ὁ αὐτὸς ἄνθρωπος καὶ εἷς ἀριθμῷ γίνεται δεκτικὸς τούτων· καὶ γὰρ ἐγρήγορεν καὶ εὕδει, καὶ βραδιόνως καὶ ταχιόνως κινέεται, καὶ ὑγιαίνει δὲ καὶ νοσεῖ, καὶ τῶν τούτοις ὁμοίων δεκτικός ἐντι, οὐ κατὰ τὸν αὐτὸν δὲ χρόνον”. ἐν δὲ τούτοις τό τε ἰδίωμα τῆς οὐσίας εἴρηται τὸ αὐτὸ καὶ τὴν αἰτίαν τῆς ἀνὰ μέρος μεταβολῆς τῶν ἐναντίων εἶπεν διὰ τοῦ “οὐ κατὰ τὸν αὐτὸν δὲ χρόνον”, καὶ ἔτι τὰς ἀπορίας ἔλυσεν τὰς ἀπὸ τῶν συμφύτων καὶ ἀεὶ κινουμένων καὶ ἀεὶ ὄντων προσαγομένας· πᾶσαι γὰρ αὗται οὐ κατὰ χρόνον παραγίνονται. τὰς δὲ ἀπὸ τῶν γενῶν ἀμφισβητήσεις ἔλυσεν προσθεὶς τὸ “διαμένοισαν”, ἐπεὶ ἐκεῖνά γε οὐ διαμένει· οὐ γὰρ τὸ ἐν τῷ λευκῷ χρῶμα δέχεται τὸ μέλαν, ἀλλ’ ἐξίσταται μετὰ τοῦ λευκοῦ καὶ οὐκέτι τὸ αὐτὸ διαμένει. Ὁ δὲ Ἰάμβλιχος Πυθαγορικώτερον καὶ διὰ πάσης οὐσίας κατὰ ἀναλογίαν διατεῖνον τὸ ἰδίωμα τοῦτο τῆς οὐσίας ἐπέδειξεν. “ἐν μὲν γὰρ τῇ νοητῇ, φησίν, οὐσίᾳ κίνησις καὶ στάσις, ταὐτότητες καὶ ἑτερότητες τῇ οὐσίᾳ ἅμα συνυπάρχουσιν, καὶ ἡ ἐναντίωσις ἐνταῦθα ἐν τῇ οὐσίᾳ ὑπάρχει οὐ παρὰ μέρος ἀλλ’ ἅμα, καὶ τὸ δεκτικὸν ἄλλως ἐπ’ αὐτῆς λέγεται ἢ ὡς ἐπὶ τῶν συνθέτων θεωρεῖται· ἐνταῦθα μὲν γὰρ διαστάσεως γινομένης ἄλλο μέν ἐστιν τὸ ὑποκείμενον, ἄλλο δὲ τὸ ἐγγινόμενον· ἐπὶ δὲ τῆς ἁπλουστάτης οὐσίας οὐκ ἄλλο μέν ἐστιν ἐν ᾧ γίνεται, ἄλλο δὲ τὸ ἐγγινόμενον, οὐδὲ ἐν ἄλλῳ καὶ ἄλλῳ, ἀλλ’ ἓν πάντα ἐστίν. ἐπὶ δὲ τῆς ἀεικινήτου οὐσίας σύλληψις καὶ οἷον συνοχὴ πάσης φύσεως θεωρεῖται κατὰ τὸν οὐρανόν, οὐ μόνον ἐκ τοῦ περιέχειν πάσας καὶ μηδεμίαν ἔξω αὐτῆς ὑπάρχειν, ἀλλὰ καὶ ὅτι οὐδενὸς οὔτε ῥοπῇ κινουμένου οὔτε προαιρέσει ἐμψύχου ἢ ἀψύχου ἅμα δύο τινὰς ὑπομένειν φορὰς δυναμένου ἀντιθέτους ἀλλήλαις (λέγω δὲ οἷον πρόσω καὶ ὀπίσω ἢ πάλιν εἰς δεξιὰ καὶ ἀριστερὰ καὶ ἄνω καὶ κάτω), μόνον ὁρᾶται τοῦτο ἔμπαλιν οὐ δυνάμενον μίαν ἡντιναοῦν καθ’ ἑαυτὴν κινεῖσθαι ἢ δύο μόνας ἢ τρεῖς, ἀλλ’ ἅμα πάσας. καὶ ἀμήχανόν τι περὶ αὐτὸ καὶ θαυμαστὸν ὑπάρχει τὸ τῆς ἐναντιώσεως ἑκάστῃ συλληπτικὴν ὑπάρχειν τὴν ἐναντίαν.1 ἡ γὰρ καθ’ ἕκαστον καὶ δοκοῦσα καὶ φερομένη ἀναφορὰ περὶ τὸ διχοτόμημα τοῦ ὁρίζοντος καὶ ἄνοδός τις ὑπάρχουσα ἐκ τῶν ὑπὸ γῆν εἰς τὰ ὑπὲρ γῆν εὐθὺς βιαστική ἐστιν τῆς ἐναντίας κινήσεως, τουτέστιν τῆς ἐν θατέρῳ διχοτομήματι τοῦ ὁρίζοντος, λεγομένης δὲ καταδύσεως· προωθεῖ γὰρ καὶ προκυλίνδει τρόπον τινὰ δι’ ἑαυτῆς τὸ σύμπαν κύτος καὶ ἐπείγει, ὥστε ἀποτελεῖν ἐκείνην οὐκ ἔλαττον ἤπερ κἀκείνη δι’ ἑαυτῆς τὴν ταύτης ἀπεργάζεται κίνησιν διὰ τῆς προώσεως.2 τὸ δὲ ἐοικὸς νοείσθω καὶ ἐπὶ τοῦ πρόσω καὶ ὀπίσω· κατὰ γὰρ τὸ λεγόμενον μεσουράνημα ἐν ἑκάστῳ οἰκήσεως ἀποκλίματι θεωρουμένου τοῦ πρόσω, τοῦ δὲ ὀπίσω κατὰ τὸ ἀντίθετον αὐτοῦ, ὃ λέγεται ἀντιμεσουράνημα, ἡ δι’ ἀλλήλων καὶ ἐξ ἀλλήλων ἔπειξις καὶ ἀντιπερίστασις ἀκολούθως ἀποδείκνυσθαι δύναται. τῶν δὲ λεχθεισῶν τεσσάρων περιστάσεων κοινῶς μὲν τῷ σύμπαντι ἐπινοουμένων οὐρανῷ βραχεῖάν τινα ἔνστασιν λαμβάνει τὰ περὶ τοὺς πόλους,3 ἀμοιροῦντα ἐκείνων διὰ τὴν τοῦ τόπου ταὐτότητα. καὶ ἐπὶ τῶν πλανωμένων δὲ ἔξεστιν τὰ λεχθέντα θεωρεῖν· ἀναφορὰς γὰρ καὶ καταφορὰς καὶ προόδους καὶ ἐπιστροφὰς ποιοῦνται οὐ μόνον δι’ ὧν εἴπομεν, ἀλλὰ καὶ προποδίζοντες καὶ ἀναποδίζοντες, καὶ τὴν ἐπὶ δεξιὰ καὶ ἀριστερὰ φορὰν περὶ αὐτοὺς τρανεστέραν ἔστιν ἰδεῖν εἰς βορέαν ἢ εἰς νότον ἀπὸ τοῦ μέσου καὶ ἀνάπαλιν ἐπὶ τὸ μέσον ἀμφοτέρωθεν φερομένων, ὥστε κίνησιν ἐκ κινήσεων καὶ πασῶν κινήσεων συνεκτικὴν προσεῖναι τῷ οὐρανῷ ἅμα τὰς ἐναντίας κινήσεις ἐν ἑαυτῷ περιέχοντι καὶ ἀπεργαζομένῳ τὰ ἐναντία κινήματα ἀπὸ τῶν ἐναντίων. πάρεστιν ἄρα καὶ τῷ οὐρανῷ τἀναντία καὶ ἅμα πάρεστιν καὶ ἐν ἀλλήλοις ὑφέστηκεν καὶ ἀπ’ ἀλλήλων ἤρτηται. πλὴν τό γε τοσοῦτον διέστηκεν τῆς νοητῆς ἐναντιώσεως, ὅτι ἡ μὲν ἑνὶ ὑπῆρχεν καὶ κατὰ μίαν οὐσίαν, ἡ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ καὶ περὶ ἄλλην καὶ ἄλλην οὐσίαν τὰς ἐναντίας ποιεῖται κινήσεις. ἡ δὲ τελευταία φύσις τῆς οὐσίας οὐδὲ σύμφυτα τὰ ἐναντία ἔχει ἅμα ἀμφότερα, ἀλλ’ εἴ που σύμφυτόν τι τῶν ἐναντίων ἐν αὐτῇ ὑπάρχει, μεμερισμένον ἔχει τὸ ἕτερον αὐτῶν, τὰ δὲ πολλὰ ὡς ἐπίκτητα ἔξωθεν παραδέχεται καὶ ταῦτα οὐχ ἅμα οὔτε κατὰ τὴν οὐσίαν οὔτε κατὰ τὸν χρόνον, ἀλλ’ ἄλλοτε ἄλλα καὶ ἐν ἄλλῳ μορίῳ τοῦ σώματος μεταλαμβάνουσα, ὥστε καὶ περὶ ταύτην, ᾗ πέφυκεν ταύτῃ, θεωρεῖται τὸ τῆς ἐναντιώσεως. πέφηνεν ἄρα τὸ ἰδίωμα τοῦτο τῆς οὐσίας κοινὸν κατὰ πᾶσαν οὐσίαν ὑπάρχον’’. ἴδωμεν δέ, τίνα ὁ Ἀριστοτέλης τοῖς εἰρημένοις προσαπορεῖ.

“因为对睡眠而言醒来是相反的,对迅速而言迟缓是相反的,对健康而言疾病是相反的,而同一个且在数目上为一的人,便能容纳这些;因为他既醒着又睡眠,既较迟缓地运动又较迅速地运动,既健康又患病,并且能够容纳与这些类似的事物,但并非在同一时间。”在这些言辞中,不仅道出了实体的同一特有性质,而且[阿尔库塔斯]通过“但并非在同一时间”说明了相反者轮流交替变化的原因,进而解决了从生俱来的事物、常动的事物和永存的事物所提出的疑难;因为这些事物全都不按时间而产生。而且,他通过加上“在持存的同时”,解决了来自属的争辩,因为那些[属]至少并不持存;白之中的颜色并不容纳黑,而是随白色一同离去,不再保持同一。 而扬布利柯则以更为毕达哥拉斯主义的方式,指出了实体的这一特有性质依类比贯通于一切实体。“因为在理智实体中,”他说,“运动与静止、同与异与其实体同时并存,此处的相反性不是轮流交替而是同时存在于实体之中,‘能够容纳’就它而言的说法,有别于在复合事物上被考察的情形;因为在后者,由于产生了间隔,底层主体是一回事,而生于其中的是另一回事;但在最单纯的实体上,〔某物〕于其中生成的与生于其中的并非各异,亦非在不同事物之中,而是一切归一。而在常动的实体上,在天界被考察到的是对一切本性的包揽以及犹如维系,这不仅由于它包容了一切本性且无一存在于其外,而且因为,无论是依重倾还是依抉择运动的事物,无论是有灵魂的还是无灵魂的,都不能同时承受彼此相反的任何两种位移(我指的是如前后,或左右与上下),唯独天相反地被看到决不能依任何单独的一种运动,或仅依两种或三种运动,而是同时进行一切运动。而在它周围存在着某种不可思议且令人赞叹的事实:对于相反性的每一方,其相反一方都同时被包揽于其中。因为在每一具体情形中关于地平线分割点被察知并进行的升起,作为从地下向地上的某种升腾,立即强制产生相反的运动,即地平线另一分割点处所谓的沉降;因为它通过自身将整个天体容积在某种程度上向前推移并向前滚动,予以促动,以致于实现沉降运动并不逊于沉降通过自身以推进实现升起运动。关于前后,亦当设想类似的情形;因为当在每个居留地的倾斜角度中依所谓的中天考察前,而依其对立面即所谓的反中天考察后时,通过彼此且来自彼此的促动与相互反冲便能顺理成章地被证明。所言的四种情况就整个天而言固然是共同构想的,但极点周围的事物则构成轻微的反常,由于位置的同一性而不分有那些情况。并且在行星上亦可考察所言之事;因为它们不仅通过我们所说的方式,而且通过顺行和逆行进行升降、前行与回归,人们可以在它们身上更清晰地看到左右的位移,即从中央向北或向南、以及反过来从两侧向中央运行,以致于由诸运动构成且统摄一切运动的运动附属于天,天在自身中同时包容了相反的运动,并从相反者中实现相反的运动。因此相反者亦临在于天,且同时临在、在彼此中存立并相互依存。只不过它与理智的相反性至少有这样大的区别:理智的相反性属于一且依单一实体,而天则在不同的事物中并围绕不同的实体造成相反的运动。而实体的最低本性甚至并不把两个相反者同时作为生俱来的事物拥有,即使在某处相反者中的某种在本性上属于它,它也是分割地拥有其一,而把多数作为后天事物从外部接受,并且这些事物无论依其实体还是依时间都不是同时的,而是在不同时间分有不同事物以及在身体的不同部分中分有,以致于围绕这种本性,依其所具有的本性方式,亦考察到了相反性之事。由此表明,实体的这一特有性质作为共同性质存在于一切实体之中。”现在让我们看看,亚里士多德对所言之事又追加提出了何种疑难。

语法注3 条
  1. 2.10τὸ τῆς ἐναντιώσεως ἑκάστῃ συλληπτικὴν ὑπάρχειν τὴν ἐναντίαν

    冠词加不定式短语 τὸ ... ὑπάρχειν 充当全句主语(表语为 ἀμήχανόν τι ... καὶ θαυμαστόν)。在该不定式结构中,宾格 τὴν ἐναντίαν(相反的运动)为不定式的主格,ἑκάστῃ[κινήσει]τῆς ἐναντιώσεως 为其与格补足语,συλληπτικήν 为表语宾格,意为“对于对立面的每一方,其相反一方都同时被包揽于其中”。

  2. 2.10οὐκ ἔλαττον ἤπερ κἀκείνη δι’ ἑαυτῆς τὴν ταύτης ἀπεργάζεται κίνησιν διὰ τῆς προώσεως

    在 ὥστε 引导的结果从句中,升起(αὕτη)与沉降(ἐκείνη)的相互作用被并置比较:升起运动通过自身推动整个天体容积,从而实现沉降运动,其程度不逊于沉降运动通过推进促成升起运动。

  3. 2.10βραχεῖάν τινα ἔνστασιν λαμβάνει τὰ περὶ τοὺς πόλους

    主语为 τὰ περὶ τοὺς πόλους(极点周围的区域),ἔνστασιν λαμβάνει 为习语,意为“构成异议/例外”。天体整体虽具有四种相反方向的运动,但极点因其空间的固定同一性而不分有这些对立位移,因而构成微小的例外。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:116.13-118.3