← 辛普里丘

亚里士多德《范畴篇》注释

§119.16-120.24

第一与第二实体的区分及容纳相反者的方式

在考察了关于区分第一实体与第二实体的标准的疑难之后,辛普里丘讨论了“依自身变化容纳相反者”这一实体特有性质如何分别适用于质料、形式与复合体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.11#2

Ἀλλὰ τίνι, φησίν, ἐπερείσαντες τὴν διάνοιαν1 τὰ μὲν οὐσίας εἴποιμεν, τὰ δὲ πάθη; ἆρα τῷ τινὶ εἶναι καὶ τῷ τόδε καὶ τῷ ὑποκείμενον εἶναι καὶ μὴ ἐν ὑποκειμένῳ καὶ τῷ ὅ ἐστιν μὴ ἄλλου εἶναι; ἀλλ’ ἡ δευτέρα οὐσία οὐδὲν τούτων ἔχει σχεδόν· καὶ γὰρ κατ’ ἄλλου λέγεται καὶ ἐν ἄλλῳ ἐστὶν καὶ ἄλλου, καὶ τὸ τόδε οὐκ ἐφαρμόττει αὐτῇ. ἢ ὁ ταῦτα λέγων εἰς τὴν ἄσχετον εἰδικὴν καὶ γενικὴν οὐσίαν ἀφορᾷ, ἀλλ’ οὐκ εἰς τὴν κατατεταγμένην καὶ ἤδη γενομένην αἰσθητήν, ᾗ πάντα ὑπάρχει τὰ εἰρημένα κατὰ τὴν ἐν τῷ ἀτόμῳ κατάταξιν. τὸ δὲ ἐν ἄλλῳ εἰ πρόσεστιν αὐτῇ καὶ ἄλλου, οὐχ 30ʳ A ὡς ἐν ὑποκειμένῳ οὐδὲ ὡς τὸ λευκὸν τοῦ σώματος, ἀλλ’ ὡς τὰ μέρη τῆς οὐσίας. χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς τῶν ἀνωτάτω γενῶν οὐχ οἷόν τε ἀκριβεῖς ὅρους ἀποδιδόναι, ἀλλ’ ὑπομνήσει μᾶλλον καὶ ὑπογραφῇ ἐοίκασιν οἱ περὶ αὐτῶν λόγοι, καὶ δεῖ μὴ πλέον οὗ δύνανται παρ’ αὐτῶν ἀπαιτεῖν. ἀρκεῖ οὖν καὶ ἴδιόν τι ἀποδοῦναι περὶ αὐτῶν, ἀφ’ οὗ δυνατὸν τί ἐστι γινώσκειν. Αὐτὸ δὲ τοῦτο ἐπιστάσεως ἄξιον, πῶς λέγεται ἡ οὐσία κατὰ τὴν αὑτῆς μεταβολὴν δεκτικὴ τῶν ἐναντίων. οὔτε γὰρ ἡ ὕλη κατὰ τοὺς ἀπαθῆ τὴν ὕλην λέγοντας μεταβάλλει ἢ τρέπεται ἢ πάσχει τἀναντία, ἀλλὰ περὶ αὐτὴν αἱ μεταβολαὶ γίνονται· καὶ τὸ εἶδος δέ, εἰ ἀκίνητόν ἐστι πάντῃ καὶ μένον τὸ αὐτὸ δέχεται τὰς κατὰ τὸ ποιὸν ἐναντιώσεις, οὐδὲ τοῦτο κατὰ τὴν ἐν ἑαυτῷ μεταβολὴν ἕξει τἀναντία· ἀλλ’ εἴπερ ἄρα, μόνον τὸ σύνθετον μεταβάλλον2 καὶ τρεπόμενον τὰς ἐναντιώσεις ἕξει, καὶ οὕτως ἐπὶ μόνης τῆς ἀτόμου καὶ συνθέτου οὐσίας τὸ ἴδιον τοῦτο ἀποδοθήσεται, καὶ εἰς στενὸν κομιδῇ ἀποκλεισθήσεται ἡ τοῦ ἰδίου τῆς οὐσίας ἀπόδοσις. ἀλλὰ μὴν ἐὰν χρησώμεθα ταῖς ἐνίων Περιπατητικῶν δόξαις καὶ πάσχειν τὴν ὕλην ἀποφηνώμεθα, πῶς ἁπλῆ οὖσα ἡ ὕλη καὶ κατὰ τὸ δυνάμει μόνον ἱσταμένη μεταβάλλουσα ἐξ οὗπέρ ἐστιν καὶ εἰς ἐνέργειαν ἐρχομένη οὐ φθορὰν ἕξει τὴν μεταβολήν; τὸ γὰρ ἁπλοῦν μὴ ἐν ἄλλῳ μὲν ἔχον τὸ εἶναι, κατ’ ἄλλο δὲ μεταβάλλον φθορὰν ἕξει τὴν μεταβολὴν ὅλον ἀφ’ ἑαυτοῦ ἐξιστάμενον. εἰ δέ τις ταῦτα εὐλαβούμενος περὶ τὴν ὕλην λέγει τὴν ἐναντίωσιν, οὐκέτι τῷ αὐτήν τι παθεῖν ἢ μεταβάλλειν, ἀλλὰ κατὰ συμβεβηκὸς ἕξει περὶ αὑτὴν τὰ ἐναντία. καὶ ἐπὶ τοῦ εἴδους δὲ ὁ αὐτὸς λόγος· εἰ γὰρ αἱ νοηταὶ μὲν αὐτοῦ ἰδιότητες αἱ αὐταὶ μένουσιν, περὶ δὲ τὰς αἰσθητὰς αὐτοῦ διαφορὰς ἐναντίαι συμβαίνουσι ποιότητες, τὸ μὲν εἶδος ἔσται μένον πανταχοῦ ἀκίνητον, ἄλλο δὲ ἔσται τὸ τρεπόμενον, καὶ οὐ κατὰ τὴν ἐν αὐτῷ τῷ εἴδει μεταβολὴν ὁ ἄνθρωπος ἐκ λευκοῦ μέλας γίνεται. πρὸς δὲ ταῦτα συμμέτρως τοῖς παροῦσιν ἔστιν εἰπεῖν ὅτι ἕκαστον ὡς πέφυκεν, οὕτως καὶ μεταβάλλει, καὶ ἡ μὲν ὕλη μεταβολὴν ἔχει τὴν ἄλλοτε ἄλλου εἴδους ὑποδοχήν (αὐτὸ γὰρ τοῦτο ὑποδοχὴ βούλεται εἶναι), τὸ δὲ εἶδος τὴν κατὰ ποιότητα ἀλλοίωσιν. καὶ μήποτε καὶ προανεῖλεν ὁ Ἀριστοτέλης τὰς τοιαύτας ἀπορίας εἰπὼν τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένον·3 δῆλον γὰρ ὅτι τὴν τοῦ τοιούτου μεταβολὴν ἐπιζητεῖν χρή. ἀλλὰ περὶ μὲν οὐσίας ἀρκεῖ τοσαῦτα.

“然而,”有人可能会说,“我们的思想依据什么把某些事物称为实体,把另一些事物称为受动态呢?难道是由于作为某个特定之物、作为‘这个’、作为主体且不在主体之中,以及自身所是者不属于他物吗?然而第二实体几乎不具备这些特征中的任何一项;因为它既被述说于他物,又在他物之中且属于他物,并且‘这个’并不适合于它。”抑或,说这番话的人着眼于非协调的种性与属相实体,而没有着眼于已被协调且已成为感性的实体——依据在个体之中的定位,上述所有特征均属于后者。此外,即使在他物之中与属于他物伴随着第二实体,这既非像在主体之中那样,亦非像白属于身体那样,而是像实体的部分那样。人们还应当知道这一点:对于最高类,不可能给出精确的定义,关于它们的说明更类似于提醒和描述,并且不应当向它们索求超出其能力所及的东西。因此,给出关于它们的某种特有性质,由此能够认识其所是,便已足够了。 这本身值得注意:实体如何被说成是依据自身的变化而容纳相反者。因为按照那些声称质料无受动的人的观点,质料既不发生变化,亦不转向,亦不承受相反的受动,相反,变化是围绕它而发生的;而形式如果完全不动,且在保持同一的同时容纳依性质的相反性,那么形式亦不会依据其自身之内的变化而具有相反者;如果真是如此,唯有复合体通过变化与转向才会具有相反性,这样一来,这一特有性质就只会被赋予个体且复合的实体,而实体特有性质的赋予将被封闭在极狭窄的范围之内。然而,如果我们采纳某些漫步学派学者的意见,断言质料承受受动,那么,既然质料是单一的且仅依据潜能而存立,当它从其所是发生变化并走向现实时,它又怎能不将这种变化作为毁灭呢?因为一个单一之物并不在一方面具有存在而依另一方面发生变化,它将完全脱离自身,从而将这种变化作为毁灭。如果有人因顾虑这些后果而宣称相反性围绕质料存在,那么它就再不是通过自身承受某种受动或发生变化而在自身周围具有相反者,而是偶性地具有相反者。关于形式亦有同样的道理:因为如果形式的理智固有性保持同一,而相反的性质围绕它的感性差异而发生,那么形式将处处保持不动,而转向的将是另一事物,人由白变黑亦就不是依据形式本身之内的变化而发生的了。针对这些疑难,可以切合当前语境地说:每一事物皆依其本性所赋的方式发生变化,质料所具有的变化是时而容纳这种形式、时而容纳另一种形式(因为它所欲求的正是成为容纳体本身),而形式所具有的变化则是依性质的变异。或许亚里士多德在说出“保持同一且在数目上为一”时,亦已预先消除了此类疑难;因为显然人们应当寻求正是此类事物的变化。关于实体,这些就足够了。

语法注3 条
  1. 2.11Ἀλλὰ τίνι, φησίν, ἐπερείσαντες τὴν διάνοιαν

    第三人称单数动词 φησίν 在此充当插入语,引出一个假想的异议提出者或普遍的提问者,而非指特定学者。主格复数分词 ἐπερείσαντες 与主句潜在希求法动词 εἴποιμεν 的第一人称复数未表达主语(“我们”)在语法上保持一致。

  2. 2.11τὸ γὰρ ἁπλοῦν μὴ ἐν ἄλλῳ μὲν ἔχον τὸ εἶναι, κατ’ ἄλλο δὲ μεταβάλλον

    否定小辞 μή 修饰由 μέν ... δέ 相对并列的分词短语(具有条件性质),表达“单一之物并不具备在一方面保有存在而依另一方面发生变化”的特征。该对称结构清楚地解释了为何单一实体无法承受部分的偶性转变,而其变化必然等于整体的自我丧失(毁灭)。

  3. 2.11εἰπὼν τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ μένον

    分词 εἰπών 以所引用的亚里士多德词句作为宾语。《范畴篇》4a10等原文中出现的是不定词 μένειν 或分词 ὄν,而此处辛普里丘使用了与 τὸ ταὐτόν 一致的中性单数分词 μένον,将保持同一的实体的存立状态名词化并直接加以引用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:119.16-120.24