← 辛普里丘

亚里士多德《范畴篇》注释

§114.27-116.13

反驳关于容纳相反者之规定的异议

辛普利丘针对火、雪及天体等反例维护了实体容纳相反者这一固有属性的规定,阐明实体作为偶性的底层主体方能容纳相反者,驳斥了将可感实体归结为质料的论难,并引述了阿尔库塔斯的论述以资印证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10#2

ἀλλὰ καὶ τὸ πῦρ τῶν φθαρτῶν ὂν θερμότητος μέν ἐστιν ἐπιδεκτικόν, ψυχρότητος δὲ οὔ, καὶ ἡ χιὼν ἀνάπαλιν. ἢ πρὸς μὲν τὰς ἀπὸ τῶν ἀϊδίων οὐσιῶν ἐνστάσεις ῥητέον1 ὡς τὸ ἰδίωμα ἐνταῦθα πάσης τῆς ἐν μεταβολαῖς δυναμένης γίνεσθαι οὐσίας τίθεται, ἀλλ’ οὐ τῆς κατὰ τὸ ἀμετάβλητον οὐσιωμένης. πρὸς δὲ τὰς ἀπὸ τοῦ πυρὸς καὶ τῆς χιόνος, ὅτι ἐπιδεκτικὴν εἶναι τῶν ἐναντίων φησίν, ἀλλ’ οὐχὶ οὐσιῶσθαι ἐν τοῖς ἐναντίοις· τὸ δὲ πῦρ οὐκ ἐδέξατο τὴν θερμότητα, ἀλλ’ ἐν τῇ οὐσίᾳ αὐτοῦ ἐστιν. οὐδὲν δὲ ἑαυτὸ ἐπιδέχεται, ἀλλὰ τῶν ἔξωθέν τι, οἷον τὸ ὕδωρ θερμότητα ἐπιδέχεται ἐπίκτητον οὖσαν ποιότητα, ὑγρότητα δὲ οὐκέτι· σύμφυτος γάρ ἐστιν αὐτῷ. καὶ τὰ οὐράνια τοίνυν ἐν τῇ κυκλοφορίᾳ τὸ εἶναι ἔχει καὶ οὐκ ἂν ἔχοι τινὰ παραδοχὴν τοῦ ἐναντίου. εἰ δὲ μήτε ποιότητές εἰσιν αἱ τοιαῦται ἰδιότητες, ἀλλ’ οὐσιώδεις διαφοραὶ καὶ συμπληρωτικαὶ τῆς οὐσίας, οὐκ ἂν μένον τι ἐξίσταιτο τῶν κατ’ οὐσίαν ὑπαρχόντων·2 ἀλλ’ οἷς μὴ φύσει καὶ ἀχωρίστως θάτερον ὑπάρχει, ταῦτα τῶν ἐναντίων ἐστὶν δεκτικά. οὐκ ἐπὶ πάντων δὲ τῶν ἐναντίων δεῖ τὸ ἐπιδεκτικὸν ἐπιζητεῖν, ἀλλ’ ἀρκεῖ καὶ ἐφ’ ἡστινοσοῦν ἐναντιώσεως· οὕτως καὶ τὸ πῦρ κατὰ τόπον τὴν ἐναντίωσιν δεχόμενον δειχθείη ἄν. ἀλλ’ ὁ ἥλιος ἄτομος ὢν οὐσία τίνος μετέχει ἐναντιώσεως; ἢ κἂν μὴ ἐπιδεκτικὸς τῶν ἐναντίων ἐστίν, ἀλλ’ ἐν τῷ γένει, φασίν, αὐτοῦ, τουτέστιν τῇ ἀτόμῳ οὐσίᾳ, ἔστι λαβεῖν τι τῶν ἀτόμων, ὃ δεκτικόν ἐστι τῶν ἐναντίων. εἰ δέ τις τοῦτο δέξαιτο, οὐδὲ τῇ ἀτόμῳ πάσῃ οὐσίᾳ ὑπάρχει τὸ ἰδίωμα, ἀλλὰ τινὶ μόνον τῇ ἐν γενέσει καὶ φθορᾷ. Διὰ τούτου δὲ τοῦ ἰδιώματος καὶ ἐκεῖνο σαφῶς ἐνδείκνυται, ὡς ἡ οὐσία καὶ μάλιστα ἡ ἄτομος ὑπόκειται πανταχοῦ πᾶσιν καὶ περὶ αὐτὴν καὶ ἐν αὐτῇ τὰ ἄλλα ὑπάρχει καὶ οὐδενὶ τῶν ἄλλων τὸ ἐπιδεκτικὸν πρόσεστιν. οὐδὲ γὰρ πρὸς τὴν οἰκείαν ὑπόστασιν ἑαυτοῖς ἐξαρκεῖ τὰ συμβεβηκότα, διὸ οὐδὲ ὑπόκειται οὐδενί, ἀλλ’ ἑτέρας ὑποβάθρας προσδεῖται· διὸ οὐδὲ δέχεται ταῦτα τὰ ἐναντία. τὸ μὲν γὰρ ὑποκείμενον, οἷον τὸ σῶμα, λευκὸν καὶ μέλαν γίνεται τὸ αὐτὸ μένον, τὸ δὲ λευκὸν ἐξίσταται τοῦ μέλανος ἐπιγινομένου, καὶ τὸ μὲν ζῷον καὶ ὁ ἄνθρωπος, ἐπειδὴ ὑπομένει, δέχεται τἀναντία, καθόσον εἰσὶν οὐσίαι ἐν τῷ τινὶ ἀνθρώπῳ, τὸ δὲ χρῶμα οὐχ ὑπομένει, διὰ τοῦτο οὐχ ὑποδέχεται· ὅταν γὰρ ἀπίῃ τὸ λευκόν, συναπέρχεται μετ’ αὐτοῦ καὶ τὸ χρῶμα καὶ οὐκέτι ἔστιν, καὶ ἅμα τῷ παραγίνεσθαι τὴν μελανίαν παραγίνεται μετ’ αὐτῆς ἡ χρόα, ἢ εἰ μὴ τοῦτο, ἔστιν ὅτε περ ἔστιν,3 οὐ μέντοι μένον τὸ χρῶμα τὰ εἰσιόντα καὶ ἐξιόντα δέχεται. Ἀλλὰ τοῦτο, φασίν, συμβεβηκός ἐστιν περὶ τὴν οὐσίαν, ὃ δέ ἐστιν ἡ οὐσία, οὐκ εἴρηται. ἢ τῆς αἰσθητῆς οὐσίας συμπεφορημένης οὔσης καὶ ἐν ἄλλῳ τὸ εἶναι ἐχούσης καὶ τὰ ἰδιώματα ἔσται τοιαῦτα, ὁποία αὐτῆς ἐστιν ἡ φύσις· ὁ δὲ ζητῶν αὐτὸ τὸ εἶναι ἀόρατόν τι ζητεῖ καὶ κρεῖττον ἢ κατὰ τὴν αἰσθητὴν οὐσίαν, ὃ ἐπὶ πᾶσι ταὐτὸν ὑπάρχει οὐσίας εἶδος, δι’ ὅπερ ἐφ’ ἑκάστου καὶ ἐπὶ τοῖς κοινοῖς καὶ ἐπὶ τοῖς ἁπλοῖς καὶ ἐπὶ τοῖς συνθέτοις τὸ εἶναι λέγεται καὶ ἐφ’ ἑκάστου τῶν ἐννέα· τὸ γὰρ λευκὸν κατὰ μετάληψιν τοῦ ὄντος λευκὸν εἶναι λέγεται. Ἀλλ’ εἰ ἡ αἰσθητή, φασίν, οὐσία οὐκ ἄνευ μεγέθους οὐδὲ ἄνευ ποιότητος, πῶς ἔτι τὰ συμβεβηκότα χωρίζομεν, οἷον θερμόν, ξηρόν; τί γὰρ ἔσται οὐσία; ποιαὶ γὰρ οὐσίαι αὗται· τί οὖν ἐστιν περὶ ὃ ἡ ποιὰ οὐσία; ἢ δηλονότι τὸ ὑποκείμενον. ἔσται οὖν τὸ πῦρ οὐχ ὅλον οὐσία, ἀλλά τι αὐτοῦ οἷον μέρος· τοῦτο δὲ ἔσται ἡ ὕλη. καὶ οὗτος δὴ ὁ λόγος δύο ψευδῶς λαμβάνει· ἓν μέν, διότι τὸ σύμμικτον καὶ συμπεφορημένον τῆς ἐνταῦθα οὐσίας ἀποδιαλαμβάνων θεωρεῖ, καίτοι μηδαμῶς ὑφεστηκὸς κατ’ ἰδίαν ἕκαστον, ἀλλ’ ἐν ἀλλήλοις καὶ μετ’ ἀλλήλων πάντων ἐχόντων τὸ ὁπωσοῦν ὑφεστάναι· δεύτερον δέ, διότι τὸ θερμὸν καὶ τὸ ξηρὸν καὶ τὰς κατ’ εἴδη διαφορὰς ὡς ποιότητας λαμβάνει καὶ τὴν κατὰ τὸ εἶδος οὐσίαν οὐ προσποιεῖται ἐν τῷ λόγῳ. ἀπὸ γὰρ τούτων πάντων εἰς τὴν ἀτοπίαν προῆλθεν τοῦ νομίζειν εἶναι τὴν ὕλην κυρίως οὐσίαν. Καὶ Ἀρχύτας δὲ τὸ αὐτὸ ἴδιον τῆς οὐσίας ἀποδέδωκεν λέγων “τᾶς ὠσίας ἴδιον ὑπάρχειν τὸ τὰν αὐτὰν καὶ μίαν ἀριθμῷ διαμένοισαν τῶν ἐναντίων δεκτικὰν ἦμεν.4

“然而火虽属于可毁灭者,却容纳热而不容纳冷,雪则反之,”[他们说]。对此,针对来自永恒实体的反驳应当说:此处的特有性质是就凡能在变化中产生的一切实体而言被设定的,而不是就依不可变者而获得实体化者而言的。而针对来自火与雪的反驳,[应当说]他讲的是能够容纳相反者,而不是在相反者之中获得其实体性;火并未接受热,而是热存在于其自身实体之中。没有任何事物容纳其自身,而是容纳来自外部的某种事物;例如水容纳热这一后天的性质,却不再容纳湿,因为湿是与其生俱来的。因此天体也是在周行运转中拥有其存在,决不可能容纳其相反者。如果此类特有特征并非性质,而是实体性差异且补足充实实体,那么任何事物在持存的同时就不可能脱离那些依实体属于它的事物;相反,那些并非有相反者之一在本性上不可分离地属于它们的事物,才是能够容纳相反者的。而且并不应当要求在所有的相反者上都具有容纳能力,而是在任何一种相反对立上便已足够;这样,火也可以被证明在位置上容纳相反对立。“然而太阳作为不可分割的实体,分有何种相反对立呢?”[他们说]。或者说,纵使太阳自身不能容纳相反者,但正如他们所说,在其属之中,即在不可分割的实体之中,可以取不可分割者中能够容纳相反者的某一事物。然而如果有人接受这一点,那么这一特有性质也就并不属于每一个不可分割的实体,而仅仅属于某种特定的处于生成与毁灭之中的实体。 然而通过这一特有性质,那一点也得到了清晰的指示:实体,尤其是不可分割的实体,在处处作为一切事物的底层基础,其他事物存在于其周围并存在于其内部,而容纳能力不附随于任何其他事物。因为偶性甚至连其自身的持存自立都不足以自给,所以它们不作为任何事物的底层,而是需要另外的基础;因此这些事物也不容纳相反者。因为底层的主体,例如物体,在保持同一的同时变白变黑,但白在黑到来时退去;而动物和人,由于持存,在作为某个特定的人之中的实体这一限度内容纳相反者,颜色却并不持存,因此并不容纳;因为每当白色离去,颜色也随之一同离去而不再存在,黑度一旦产生,色泽便随之产生,或者即使不是如此,它也仅仅是在其存在时存在,绝非颜色在持存的同时容纳来临和离去的事物。 “然而这,”他们说,“是关于实体的偶性,而实体自身是什么,却并未被道出。”或者说,既然可感实体是聚合而成的且在另一事物之中拥有其存在,其特有性质也必将是与其本性相符的;而探求存在自身的人,所探求的是某种不可见的、高于可感实体的事物,即在一切事物上同一存在的实体相,正是由于它,在每一事物上、在共同者上、在单纯者上、在复合者上以及在九个[范畴]的每一个上,“存在”才被言说;因为白也是由于分有存在才被说成“是白”。 “然而,如果可感实体,”他们说,“既非无广袤亦非无性质,我们又怎能把偶性分离出来,例如热和干?那么实体将是什么?因为这些都是具性质的实体;那么具性质的实体所围绕的是什么?显然是底层主体。因此火将并非整体是实体,而是其某种犹如部分的东西;而这将是质料。”这一论证确实假定了两个虚假的命题:其一,因为它把此处实体的混合聚合之物分割开来考察,尽管各个事物绝非各自单独持存自立,而是一切事物在彼此之中且与彼此相伴才具有某种自立存在;其二,因为它把热、干以及依种的差异当作性质来把握,在论述中对依相的实体不予顾及。因为正是从所有这些前提出发,它才走向了认为质料是严格意义上的实体这一荒谬结论。 阿尔库塔斯也指出了实体的这同一固有属性,他说:“在保持同一且在数目上为一的同时能够容纳相反者,作为固有属性属于实体。”

语法注4 条
  1. 2.10ἢ πρὸς μὲν τὰς ἀπὸ τῶν ἀϊδίων οὐσιῶν ἐνστάσεις ῥητέον

    句首的 ἢ 是注疏家提出对前述异难之解答/回应的程式化用法(“或者应当说……”)。随后的 ῥητέον 为非人称动词性形容词,表必要性(“应当说”),统辖 ὡς 从句以及后面的 ὅτι 从句(πρὸς δὲ τὰς... ὅτι...)作为其实质内容。

  2. 2.10οὐκ ἂν μένον τι ἐξίσταιτο τῶν κατ’ οὐσίαν ὑπαρχόντων

    ἂν ... ἐξίσταιτο 为带有 ἄν 的希求法,表示推论或潜在可能。分词 μένον 具有让步或伴随状况的力量(“在持存的同时”),主语为不定代名词 τι。整句指明逻辑推论:事物不可能在自身持存的同时脱离依其实体而属于它的事物,因为失去本性差异即意味着实体自身的毁灭。

  3. 2.10ἔστιν ὅτε περ ἔστιν

    关系副词 ὅτε 带有强调语气小词 περ 的成语化表达,意为“[仅仅]在其存在时存在”。配合动词 ἔστιν,强调颜色并非作为持久的底层去承受相反者,而仅仅是在某种具体的显色出现时伴随存在而已。

  4. 2.10τᾶς ὠσίας ἴδιον ὑπάρχειν τὸ τὰν αὐτὰν καὶ μίαν ἀριθμῷ διαμένοισαν τῶν ἐναντίων δεκτικὰν ἦμεν

    引自伪阿尔库塔斯文句,呈现多利亚方言特征(τᾶς ὠσίας 相当于 τῆς οὐσίας,τὰν αὐτὰν 相当于 τὴν αὐτήν,διαμένοισαν 相当于 διαμένουσαν,ἦμεν 相当于 εἶναι)。构文上为宾格不定式结构,带定冠词的不定式短语 τὸ ... δεκτικὰν ἦμεν 作 ὑπάρχειν 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:114.27-116.13