← 辛普里丘

亚里士多德《范畴篇》注释

§113.6-114.27

容纳相反者与实体的最显明固有属性

针对亚里士多德提出实体的最显明固有属性在于“在数目上为一且同一的同时能够轮流容纳相反者”(4a10),辛普利丘探讨了“最显明”、“似乎”、“在数目上为一”等用语的含义,通过阐明容纳是非依偶性且源于自身变化来解决涉及第二实体与普遍者的反驳,并引出关于理智实体和永恒天体的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.10#1

" Μάλιστα δὲ οὐσίας δοκεῖ ἴδιον ἕως τοῦ ἐπὶ δὲ τῶν ἄλλων οὐδενὸς φαίνεται τὸ τοιοῦτον." Εἰπὼν ὅσα τῇ οὐσίᾳ κοινὰ καὶ πρὸς ἄλλα παρακολουθεῖ καὶ μὴ μόνῃ αὐτῇ ὑπάρχει καὶ ὅσα μὴ πάσῃ καὶ διὰ τοῦτο δείξας μηδὲν τούτων τῆς οὐσίας ἴδιον ὂν ἐπὶ τὸ μάλιστα ἴδιον αὐτῆς δοκοῦν μετελήλυθεν· τοῦτο δέ ἐστιν τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ ὂν τῶν ἐναντίων εἶναι δεκτικόν. καὶ τὸ μὲν μάλιστα δηλοῖ τὴν ὡς πρὸς τὰ εἰρημένα παράθεσιν, ὅτι μᾶλλον ἐκείνων ἴδιον, τὸ δὲ δοκεῖ πάλιν προσκείμενον ἐνδείκνυται ὅτι οὐδὲ τοῦτο κυρίως ἴδιόν ἐστιν, δοκεῖ δὲ ἴδιον διὰ τὸ μόνῃ τῇ οὐσίᾳ ὑπάρχειν· ἅμα δὲ ἐνδείκνυται τὸ δοκεῖ, ὅτι οὐχ οἷόν τε τὸ κυρίως ἴδιον ἐπὶ τῶν πρώτων γενῶν λαβεῖν, διὰ τὴν ἁπλότητα δηλονότι καὶ τὴν ὁλικότητα τῶν πρώτων γενῶν. τῶν δὲ ἐναντίων ἐστὶ δεκτικὸν ἡ οὐσία οὐχ ἅμα δηλονότι· οὐ γὰρ δὴ ἅμα δέξαιτο ἄν τι τὰ ἐναντία (ἀδύνατον γὰρ τοῦτο), ἀλλὰ παρὰ μέρος, τοῦ μὲν ἐξισταμένου τῶν ἐναντίων, τοῦ δὲ ἐγγινομένου. δηλοῖ δὲ τοῦτο καὶ ἐπὶ τῶν παραδειγμάτων. τὸν δὲ τρόπον τοῦ ἰδίου παρέστησεν, ὅτι ὡς μόνῳ ὑπάρχον ἴδιον αὐτὸ εἶπεν, ἐκ τοῦ ἐπ’ οὐδενὸς τῶν ἄλλων ὅσα μὴ εἰσιν οὐσίαι θεωρεῖσθαι τοῦτο τὸ ἰδίωμα. εἰ γὰρ ἐπὶ μὲν τῶν ἄλλων οὐκ ἔστιν, ἡ δὲ τὶς οὐσία ἡ ἄτομος ἀνὰ μέρος τἀναντία δέχεται, δηλονότι ἴδιον ῥηθήσεται τῆς οὐσίας οὐχ ὡς παντί (κρεῖττον γὰρ τοῦ παντὶ καὶ μὴ μόνῳ ἰδίου τὸ μόνῳ καὶ μὴ παντί·1 τὰ γὰρ ἴδια συστέλλεσθαι χαίρουσι), ἀλλ’ ὡς μόνῳ ὑπάρχον· καὶ ἐν τῷ πέμπτῳ δὲ τῶν Τοπικῶν οὕτως τὸ ἴδιον ὡρίσατο. ἔστιν δὲ καὶ κατὰ τὴν ἀντιστροφὴν αὐτὸ θεωρεῖν. εἰ γὰρ οὐσία ἐστὶν τὸ γένος, ἔστιν τι πάντως λαβεῖν ὑπὸ τὸ γένος ἓν ἄτομον, ὃ ταὐτὸν ὑπάρχον τῶν ἐναντίων ἐστὶ δεκτικόν, εἴ τε ἓν ὂν καὶ ταὐτὸν τἀναντία δέχεται, οὐσία τὸ τοιοῦτόν ἐστιν· ἴδιον οὖν ὡς ἐπὶ μόνης τῆς ἀτόμου οὐσίας θεωρούμενον. τὰ δὲ παραδείγματα ἐπὶ τοῦ τινὸς ἀνθρώπου πρόεισιν ὁτὲ μὲν κατὰ τὸ σῶμα, ὡς ἐπὶ τοῦ λευκοῦ καὶ μέλανος καὶ θερμοῦ καὶ ψυχροῦ, ὁτὲ δὲ κατὰ τὴν ψυχήν, ὡς ἐπὶ τοῦ φαύλου καὶ σπουδαίου. δοκοῦσι δὲ καὶ αἱ δεύτεραι οὐσίαι δεκτικαὶ τῶν ἐναντίων εἶναι· ὡς γὰρ Σωκράτης ἄφρων καὶ φρόνιμος, οὕτω καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷόν ἐστιν· ἀλλ’ εἰ διὰ τὸν Σωκράτη καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον, οὐ καθ’ αὑτό, ἀλλὰ κατὰ συμβεβηκὸς ὑπάρχει τούτοις, διότι τοῖς ὑπ’ αὐτὰ ὑπάρχει. τὸ δὲ ἓν ἀριθμῷ πρόσκειται δηλοῦν ὅτι εἰ μὲν τὸν ἄνθρωπον καθόλου τις λαμβάνοι, οὐκ ἐπιδέχεται τἀναντία, εἰ δὲ τὸν ἐν τῷδε ἄνθρωπον, οἷον Σωκράτη, ἐπιδέχεται. Ἀλλ’ εἰ τὰ γένη, φασίν, καὶ τὰ εἴδη ἐπιδέχεται τἀναντία, οἷον ἄνθρωπος δειλίαν καὶ θρασύτητα, οὐ μόνον ἐν τῇ οὐσίᾳ ἔσται τοῦτο, ἀλλὰ καὶ ἐν ἄλλοις πλείοσιν· κίνησις γὰρ ταχεῖα καὶ βραδεῖα γίνεται, καὶ ἕξις καὶ διάθεσις καὶ πρᾶξις ἐπιδέχεται τἀναντία. ἢ πρῶτον μὲν τὰ καθόλου λαμβάνουσιν, ἀλλ’ οὐ τὰ συνυπάρχοντα κοινὰ τοῖς ἀτόμοις· ἔπειτα οὐχ ἓν ἀριθμῷ τούτων ἕκαστόν ἐστιν, ἀλλ’ ἄλλο καὶ ἄλλο, τὸ μὲν τοιονδί, τὸ δὲ θάτερον τῶν ἐναντίων, καὶ οὐκ αὐτὰ ἐπιδέχεται τὰ ἐναντία, ἀλλὰ τὰ ὑπ’ αὐτά· ἡ μὲν γὰρ γενικὴ ἕξις οὔτε φαύλη οὔτε σπουδαία, αἱ δὲ ὑπ’ αὐτὴν αἱ μὲν σπουδαῖαι, αἱ δὲ φαῦλαι, καὶ οὐχ ὑπομένει τὴν τῶν ἐναντίων μεταβολὴν τὸ κοινὸν θεωρούμενον. ἄλλο τοίνυν ἐστὶ τὸ οἷς πρόσεστιν τὰ ἐναντία, ἄλλο δὲ τὸ ἐπιδεκτικὸν εἶναι τῶν ἐναντίων ἀνὰ μέρος,2 καὶ τοῖς μὲν γένεσιν πρόσεστιν τὰ ἐναντία, τὸ δὲ ἐπιδεκτικὸν μόνῃ τῇ ὕλῃ καὶ ταῖς μετὰ τῆς ὕλης συνθέτοις οὐσίαις, τοῖς δὲ γένεσιν κατὰ συμβεβηκός. διὸ προσθετέον τῷ ἰδιώματι τῆς οὐσίας τὸ μὴ κατὰ συμβεβηκὸς τἀναντία δέχεσθαι, προσθετέον δὲ καὶ τὸ “κατὰ τὴν ἐν αὑτῷ μεταβολήν”, ἵνα τὰ ἐπὶ τῶν γενῶν ἠπορημένα μὴ παραδεχώμεθα. Πάλιν δὲ τὴν νοητὴν οὐσίαν ἐπεισάγουσιν ἐνταῦθα ὡς μὴ ἐπιδεχομένην τἀναντία. ἀλλὰ τὸ αὐτὸ ῥητέον, ὅτι οὐ περὶ ἐκείνης νῦν ὁ λόγος, ἀλλὰ περὶ τῆς λεγομένης. ἀλλὰ τίνος, φασίν, ἐναντίου ὁ ἥλιος ἐστιν δεκτικός, ὅς γε ἐν ἑνὶ εἴδει ἀεί ἐστιν ὡσαύτως; οὐδὲ γὰρ τῇ κινήσει αὐτοῦ οὐδέν ἐστιν ἐναντίον. πῶς δὲ ὅλως ἐπὶ τῶν ἀϊδίων οὐσιῶν ἀληθὲς τὸ παρὰ μέρος τἀναντία δέχεσθαι; ὁ γὰρ οὐρανὸς οὐκ ἂν σταίη οὐδέποτε· στάσις δὲ κινήσει ἐναντία.

“实体最显明的固有属性似乎是……而在其他任何事物上都见不到这样的情况。” 在述及有多少事物对实体以及其他事物是共同伴随的且并非仅属于实体自身,又有多少事物并非属于全部[实体],并由此表明这些事物中没有一个是实体的固有属性之后,[亚里士多德]过渡到了那似乎是它最显明的固有属性的事物;而这便是:在作为同一且在数目上为一的同时,能够容纳相反者。而“最显明”表明了与前述事物的对照,[显示出]它比那些事物更是固有属性;而接续附加上去的“似乎”则再次指明,即使这也不是严格意义上的固有属性,而只是由于仅属于实体才似乎是固有属性。同时,“似乎”还指明,在最高类上不可能获得严格意义上的固有属性,这显然是由于最高类的单纯性与普遍整体性。然而,实体容纳相反者显然并非在同时;因为没有任何事物能在同时容纳相反者(因为这是不可能的),而是轮流容纳,相反者之一离去,另一者产生并进入。他在例子上也阐明了这一点。并且他指出了固有属性的类型,表明他之所以称其为固有属性是作为仅属于它的,这是由于在其他凡非实体的事物上都见不到这一特有性质。因为如果在其他事物上并不存在,而某个别实体、不可分割者轮流容纳相反者,那么显然它将被称作实体的固有属性,不是作为属于全部的(因为“仅属于且不属于全部”的固有属性优于“属于全部且不仅属于”的固有属性;因为固有属性偏好被限定收缩),而是作为仅属于它的;在《论题篇》第五卷中他也正是这样定义固有属性的。而且也可以按照换位来考察它。因为如果该类是实体,就必定完全能在该类之下获得某个在保持同一的同时能够容纳相反者的单独不可分割者;而如果一个事物作为一且同一而容纳相反者,这样的事物便是实体;因此,它是作为仅在个别实体上被考察的固有属性。而举例是在某个特定的人上展开的,有时依身体,如在白与黑、热与冷上;有时依灵魂,如在低劣与优良上。然而第二实体似乎也能容纳相反者;因为正如苏格拉底可以是不智的与明智的,人和动物也是如此。但如果是因为苏格拉底的缘故人和动物才是如此,那么这并非依自身,而是依偶性属于它们,乃是因为它属于它们之下的事物。而附加上“在数目上为一”旨在表明:如果有人就普遍意义来理解人,它并不容纳相反者;但如果理解这[个别]之中的人,例如苏格拉底,它便容纳。 “然而,如果各属和各种容纳相反者,”他们说,“例如人容纳怯懦与鲁莽,那么这种情况不仅会存在于实体之中,还会存在于更多其他事物之中;因为运动可以变快也可以变慢,状态、心境和行动也容纳相反者。”对此[回答道],首先,他们所把握的是普遍者,而不是与个别者共存的共同事物;其次,这些事物中的每一个并非在数目上为一,而是彼此相异的,这一个具有如此性质,而另一个则具有相反者的另一端,且并非它们自身容纳相反者,而是它们之下的事物容纳;因为属的状态既非低劣亦非优良,而属于它之下的状态则有的优良,有的低劣,被作为共同者来考察的事物并不会持续承受相反者之间的变化。因此,相反者附加于其上的事物是一回事,轮流能够容纳相反者则是另一回事;对各属而言是相反者附加于其上,而能够容纳则仅属于质料以及伴随质料的复合实体,属于各属的仅仅是依偶性而言。因此,在实体的特有性质上必须补上“非依偶性容纳相反者”,还必须补上“依其自身内部的变化”,以免我们承认在各属上所提出的那些疑难。 然而,他们又再次把理智实体引入此处,认为它不容纳相反者。但必须说同样的话:现在的论述不是关于那[理智实体]的,而是关于所谈论的[可感]实体的。“然而,”他们说,“始终在同一个种形相中以同样方式存在的太阳,又能容纳什么相反者呢?因为连它的运动也没有任何相反者。总括而言,在永恒实体上,轮流容纳相反者又怎么可能是真的呢?因为天决不会停止;而静止是与运动相反的。”

语法注2 条
  1. 2.10κρεῖττον γὰρ τοῦ παντὶ καὶ μὴ μόνῳ ἰδίου τὸ μόνῳ καὶ μὴ παντί

    这是以 κρεῖττον 为谓词形容词的比较结构。主语是带冠词的中性短语 τὸ μόνῳ καὶ μὴ παντί[ἴδιον],而属格短语 τοῦ παντὶ καὶ μὴ μόνῳ ἰδίου 用作比较属格。与格 παντί 与 μόνῳ 补足“属于全部”与“仅属于自身”(默含 ὑπάρχον)。此句说明在亚里士多德逻辑中,排他但非全称的固有属性优于全称但非排他的固有属性。

  2. 2.10ἄλλο τοίνυν ἐστὶ τὸ οἷς πρόσεστιν τὰ ἐναντία, ἄλλο δὲ τὸ ἐπιδεκτικὸν εἶναι τῶν ἐναντίων ἀνὰ μέρος

    这是通过 ἄλλο ... ἄλλο δέ 区分两个概念的对比结构。前一个主语 τὸ οἷς πρόσεστιν τὰ ἐναντία 是由中性单数冠词 τὸ 将整个关系分句 οἷς πρόσεστιν τὰ ἐναντία(包含先行词 ἐκεῖνα)名词化,意为“相反者所附加于其上的事物”;后一个主语则是带冠词的不定式结构 τὸ ἐπιδεκτικὸν εἶναι...(“轮流能够容纳相反者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:113.6-114.27