- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:111.32-113.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了实体不容纳或多或少的命题,指出这一特征并非实体所独有,数目、某些关系者及形状等亦具有此特征。随后,针对关于理性程度以及质料承受性的疑难,他通过区分实体自身与状态、活动及与种形相的关系予以了消解。
τὸ δὲ λευκὸν τοῦ μέλανος οὐ λέγεται λευκότερον· λέγεται μὲν γὰρ ἀεὶ τὸ μᾶλλον πρὸς τὸ ἧττον, ἐπιτεινόμενον δὲ τὸ ἧττον εἰς τὸ ὅμοιον καταντᾷ, ἀλλ’ ἡ τοῦ μέλανος ἐπίτασις οὐδέποτε ὅμοιον τὸ μέλαν τῷ λευκῷ ποιεῖ, τοὐναντίον δὲ πλέον αὐτοῦ ἀφίστησιν, ὥστε οὐκ ἂν τὸ ἐναντίον πρὸς τὸ ἑαυτῷ ἐναντίον λαμβάνοι τὴν τοῦ μᾶλλον καὶ ἧττον σύγκρισιν, ἀλλ’ οὐδὲ πρὸς τὸ ἀνομοειδὲς κυρίως· τῶν γὰρ ὁμοειδῶν αἱ συγκρίσεις. εἰ τοίνυν ἐν ταῖς ὁμοειδέσιν οὐσίαις οὐκ ἔστιν ἡ κατὰ τὸ μᾶλλον καὶ ἧττον σύγκρισις, οὐδὲ ἐν οὐσίαις ὅλως ἔσται. Οὐ μὴν οὐδὲ τοῦτο ἴδιον τῆς οὐσίας ἐστίν. καὶ γὰρ ἐπὶ τῶν ἀριθμῶν καὶ τοῦ ὡρισμένου ποσοῦ οὐκ ἔστιν μᾶλλον τὰ τρία αὐτὰ ἑαυτῶν οὔτε ἄλλων· αὐτὰ μὲν γὰρ αὑτῶν οὐκ ἂν παραλλάττοι ὡρισμένα ἀεὶ ἐν τῷ αὐτῷ ποσῷ, τῶν δὲ τεσσάρων οὐκ ἔσται μᾶλλον,1 οὐδὲ γὰρ λέγεται πρὸς αὐτὰ μᾶλλον. καὶ ὅλως πᾶσα προσθήκη καὶ ἀφαίρεσις ποσοῦ ἑτερότητα ποιεῖ παντελῆ· οὐ γίνεται δὲ πρὸς τὸ ἕτερον, ἀλλὰ πρὸς τὸ αὐτὸ καὶ ὅμοιον ἡ ἐπίτασις. καὶ τῶν πρός τι δὲ ἔνια, οἷον τὸ ἴσον καὶ διπλάσιον καὶ ὁ πατὴρ καὶ τὰ τοιαῦτα, οὐκ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. καὶ ἐν τῷ ποιῷ δὲ τὰ σχήματα οὔτε μᾶλλον οὔτε ἧττόν ἐστιν. διὰ πάντα δὴ οὖν ταῦτα οὔτε ὑπάρχει τῇ οὐσίᾳ τὸ μᾶλλον καὶ τὸ ἧττον οὔτε ἴδιον αὐτῆς τὸ μὴ ὑπάρχειν ἐστίν. Ἀπορήσειε δ’ ἄν τις, εἰ ὁ μᾶλλον λογικὸς οὐ μᾶλλόν ἐστιν ἄνθρωπος.2 ἢ πρῶτον μὲν οὐ κατὰ τὴν οὐσίαν ἔχει τὸ μᾶλλον λογικόν, ἀλλὰ κατὰ τὴν ἕξιν ἢ κατὰ τὴν ἐνέργειαν. ἔπειτα οὐδὲν ἄτοπον τὰς μὲν συντρεχούσας τοῖς εἴδεσι ποιότητας, οἷον τὴν λογικὴν ἐπὶ ἀνθρώπου καὶ τὴν θερμότητα ἐπὶ πυρός, δέχεσθαι τὸ μᾶλλον καὶ ἧττον, οὐ μέντοι τὸ εἶδος αὐτό, ἐπεὶ καὶ ὁ σπουδαῖος, ὅταν μᾶλλον ἄνθρωπος λέγηται, οὐχ ᾗ ἄνθρωπος, ἀλλ’ ᾗ οὕτως διακείμενος, ταύτῃ ἐπιτείνεται· τοῦτο δὲ οὐκ οὐσίαν, ἀλλὰ ποιὸν σημαίνει. ἢ ὁ μὲν σπουδαῖος, ἅτε μὴ κατ’ οὐσίαν οὔσης τῆς διαθέσεως, οὐδὲν θαυμαστὸν εἰ κατὰ τὴν ἐπεισοδιώδη ποιότητα τὸ μᾶλλον ἔχοι· ὁ δὲ ἄνθρωπος λογικὸς καὶ τὸ πῦρ θερμὸν οὐ κατὰ ἐπεισοδιώδη ἀλλὰ κατὰ οὐσιώδη ποιότητά ἐστι τοιαῦτα συμπληρωτικὴν οὖσαν τοῦ εἴδους· καὶ εἴπερ αὕτη τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδέχοιτο, ἀνάγκη καὶ τὸ εἶδος ὅλον αὐτὸ ἐπιδέχεσθαι, ὥστε καὶ τὴν οὐσίαν. μήποτε οὖν,3 εἰ μὲν κατ’ οὐσίαν ἐστὶν ἡ τοῦ λογικοῦ διαφορά, εἰδητική τίς ἐστιν καὶ οὐ κατὰ τὸ μᾶλλον καὶ ἧττον θεωρουμένη, ὥσπερ ἐν ἀνθρώπῳ καὶ δαίμονι· οὐ γὰρ δήποτε τὸ ἧττον τοῦ ἀνθρώπου ἐπιτεινόμενον εἰς δαιμονίαν ἥξει τελειότητα· εἰ δὲ κατὰ ἕξιν ἢ ἐνέργειαν, οὐκέτι περὶ τὴν οὐσίαν ἐστὶν ἡ τοιαύτη διαφορά. Ἀλλὰ πῶς ἡ ὕλη οὐσία τις οὖσα καὶ αὐτὴ τὸ μᾶλλον καὶ ἧττον δέχεται καὶ μικρὸν καὶ μέγα καὶ τἀναντία ὅλως φαντάζεσθαι,4 καίτοι οὐσία τις οὖσα καὶ ἡ ὕλη, ὥσπερ καὶ τὸ εἶδος; ἢ καὶ αὐτὴ καθ’ ἑαυτὴν μὲν οὐδαμῶς διαφέρει· δυνάμει γὰρ πάντα ἐστὶν ὡσαύτως καὶ τὴν ἴσην πρὸς ὅλα τὰ ὄντα ἔμφασιν καὶ ὑποδοχὴν τῆς οὐσίας ἥ γε πρώτη ὕλη παραδέχεται· ἀπὸ δὲ τῆς τοῦ εἴδους σχέσεως παραγίνεται εἰς αὐτὴν ἡ τοιαύτη παράλλαξις.
另一方面,白并不被称为比黑更白;因为“更多”总是相对于“更少”而言的,而“更少”在增强时便归结于相似者,黑的增强却决不会使黑相似于白,反而使它与白相距更远,因此,一个相反者不会相对于其自身的相反者接受或多或少的比较,甚至在严格意义上也不会相对于不同种的事物接受;因为比较属于同种的事物。既然在同种的实体之中不存在按或多或少的比较,那么在实体之中就全然不会存在。 然而,这也不是实体的特有属性。因为在数目和确定的量上,三本身既不比自身[多],也不比其他事物[多];因为它作为始终被限定在同一种量之中的东西,不会偏离自身,也不会比四“更多”,因为人们事实上并不相对于四说它“更多”。而且总括而言,量的任何增加和删减都会造成完全的他者性;但增强并不是相对于他者发生的,而是相对于同一者与相似者发生的。而且在关系者之中,某些事物,如相等、两倍、父亲以及诸如此类的事物,也不容纳或多或少。在性质之中,形状也既非更多亦非更少。因此,正是由于所有这一切,或多或少既不属于实体,其不属于也并非它的特有属性。 但有人可能会提出疑难:更具理性的人难道不更是人吗?对此[回答道],首先,他具有“更具理性”并不是依实体,而是依状态或依活动。其次,伴随种的性质——例如人身上的理性性质与火中的热——容纳或多或少,而种自身却并不容纳,这并没有任何荒谬之处;因为有德之人即使被称为“更是人”,也是就其具有如此心境而言在这一方面被增强,而不是就其是人而言;而这所指明的不是实体,而是性质。或者[亦可说],就德行优良者而言,既然其心境并非依实体,那么他在穿插性的性质上具有“更多”,并没有什么可奇怪的;然而人是理性的、火是热的,却不是依穿插性的性质,而是依构成种的本质性质而成为如此的;而且倘若这一性质容纳或多或少,则必然整个种本身也容纳,从而实体也容纳。那么或许应当说,如果“理性的”这一种差是依实体的,它就是某种种形相的种差,且并非依或多或少来被考察,正如在人与神灵之中那样;因为人的“更少”纵然被增强,也绝不会达于神灵的完备;但如果它是依状态或活动的,这种种差便不再是关于实体的了。 “然而质料作为某种实体,它自身怎么会既容纳或多或少,又容纳显现为小与大以及总括而言的相反者呢?尽管质料正如形式一样,也是某种实体。”对此[回答道],质料依自身而言也决没有任何差异;因为在潜能上它同样是一切事物,而第一质料至少对一切存在者都接纳同等的显现和对实体的承受;正是源于与形式的关系,这种变异才产生并进入它之中。
- 2.9τῶν δὲ τεσσάρων οὐκ ἔσται μᾶλλον
属格 τῶν τεσσάρων 为比较属格,上下文省略了谓语补足语(如 μᾶλλον [τρία]),意为“它也不会比四更[是三]”。该句与前面的 αὐτὰ μὲν γὰρ αὑτῶν οὐκ ἂν παραλλάττοι 形成对比并列结构。
- 2.9Ἀπορήσειε δ’ ἄν τις, εἰ ὁ μᾶλλον λογικὸς οὐ μᾶλλόν ἐστιν ἄνθρωπος.
连词 εἰ 由表疑虑探究的动词(ἀπορέω)统领,引导间接疑问从句,意为“是否不……”。它在此充当提出疑难具体内容的名词性从句,而非单纯的条件从句(“如果”)。
- 2.9μήποτε οὖν
μήποτε 在哲学注疏中是表达委婉断定或审慎推测的惯用句式(“或许……不是吗”)。句首的 μήποτε οὖν 统领后文整个条件结构(εἰ μὲν ... εἰ δὲ ...),引出注疏者对该难问的解决方案。
- 2.9καὶ μικρὸν καὶ μέγα καὶ τἀναντία ὅλως φαντάζεσθαι
不定词 φαντάζεσθαι 既可视为与 δέχεται 并列受 πῶς ἡ ὕλη ... 统辖,亦可作为 δέχεται 的直接补足语(“容纳表现为……”)。此处 μικρὸν καὶ μέγα καὶ τἀναντία ὅλως 作为中动/被动相 φαντάζεσθαι 的表语补足语,表示“表现为小与大以及总括而言的相反者”。
