← 辛普里丘

亚里士多德《范畴篇》注释

§110.26-111.32

实体不容纳程度差异及表面矛盾的消解

辛普里丘探讨亚里士多德在《范畴篇》3b33关于“实体不容纳或多或少”的论断,通过区分依偶性的比较与依自身的比较,消解了该论断与此前所称种比属“更是实体”之间的表面矛盾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.9#1

" Δοκεῖ δὲ ἡ οὐσία οὐκ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον ἕως τοῦ ὥστε οὐκ ἂν ἐπιδέχοιτο ἡ οὐσία τὸ μᾶλλον καὶ τὸ ἧττον." Ἕκαστον τῶν ὄντων γινώσκομεν ταῖς οἰκείαις διαφοραῖς καὶ ταῖς ἀντιδιῃρημέναις πρὸς αὐτάς· καὶ γὰρ αἱ μὲν οἰκεῖαι διαφοραὶ τὰ παρόντα καὶ τὰ συμβεβηκότα ἑκάστῳ δηλοῦσιν, αἱ δὲ ἀντιδιαιρούμεναι πρὸς αὐτὰς καὶ ἐν ἑτέραις οὖσαι ταῖς ἰδιότησιν τὰ χωρὶς ὄντα αὐτῶν ἰδιώματα ἐπιδεικνύουσιν, καὶ οὕτως τελεία γίνεται ἡ γνῶσις, ἐπειδὰν γνῶμεν τί τέ ἐστιν ἕκαστον καὶ τί οὐκ ἔστιν. καὶ ἐνταῦθα οὖν τὸ μὲν συνωνύμως λέγεσθαι ἀπὸ τῶν δευτέρων οὐσιῶν τὰ ἄλλα καὶ τὸ τόδε τι σημαίνειν καὶ ὅσα τοιαῦτα τὴν τοῦ ὑπάρχειν ἰδιότητα ἐδήλου, τὸ δὲ μηδὲν ἐναντίον εἶναι ταῖς οὐσίαις καὶ τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τῷ μὴ ὑπάρχειν θεωρεῖται, καὶ γέγονεν οὕτως αὐτῶν ἡ θεωρία κατ’ ἀμφότερα τελεία. κατ’ ἄλλον δὲ αὖ τρόπον τὰ πεφυκότα κοινῶς ἐπὶ πλειόνων κατηγορεῖσθαι γενῶν, οἷα καὶ ἡ ἐναντίωσίς ἐστιν καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, δεῖ καθ’ ἕκαστον γένος ἐπισκοπεῖσθαι, πότερον ὑπάρχει αὐτῷ ταῦτα ἢ οὐχ ὑπάρχει. ἐπειδὴ δὲ ἐν τοῖς πρὸ τούτων εἰρημένοις μᾶλλον οὐσία ἐλέγετο τὸ εἶδος τοῦ γένους, νῦν δὲ λέγεται ἡ οὐσία μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, εἰκότως ἐφιστάνει καὶ διαλύει τὴν ἔνστασιν, ὅτι οὐχ ὡσαύτως ἑκάτερον λέγεται,1 ἀλλὰ τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός. μᾶλλον μὲν γὰρ τὸ εἶδος οὐσία ἢ τὸ γένος οὐχ ᾗ οὐσία οὐδὲ καθὸ ἔστιν, ἀλλ’ ᾗ ἐγγυτέρω τῆς ἀτόμου καὶ πρώτης οὐσίας προχωρεῖ τὸ εἶδος ἤπερ τὸ γένος. τοῦτο δὲ συμβέβηκεν ἄλλως, νυνὶ δὲ καθὸ ἐστιν ἑκάστη τοῦτο ὅπερ ἐστὶν οὔ φησι λέγεσθαι αὐτὴν μᾶλλον καὶ ἧττον· οὐκ ἄρα ἐναντία τὰ παρόντα τοῖς πρότερον εἴρηται. Ἀλλὰ καὶ ἡ χιὼν τοῦ κύκνου, φαίη ἄν τις, μᾶλλόν ἐστιν λευκή, καθόσον ἐγγυτέρω ἐστὶν τοῦ λευκοτάτου. ἢ κατὰ τοῦθ’ ὁμοίως ἕξει πρὸς τὴν οὐσίαν,2 κατὰ συμβεβηκὸς ἔχουσα τὸ μᾶλλον· καθόσον δὲ τὸ μετέχον τῆς ποιότητος ἢ μᾶλλον αὐτῆς μετέχει ἢ ἧττον, κατὰ τοσοῦτον αὐτὴ ἡ κατατεταγμένη ποιότης ἔχει τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐπεισοδιώδης γὰρ ἡ ποιότης τῇ οὐσίᾳ, ἡ μέντοι οὐσία οὐκ ἐν ἄλλῳ γίνεται τινὶ ὥστε μᾶλλον ἢ ἧττον μετέχεσθαι, ἀλλ’ ἐν αὐτῇ τὰ ἄλλα. διὰ τοῦτο οὖν τὴν μὲν κατὰ συμβεβηκὸς σύγκρισιν ἐπιδέχεται ἡ οὐσία, τὴν δὲ καθ’ αὑτό, ἥτις ἐν τοῖς ὁμοειδέσιν γίνεται, οὐκέτι. ὁ γὰρ ἄνθρωπος οὔτε ἄλλου ἀνθρώπου μᾶλλον ἄνθρωπος οὔτε αὐτὸς ἑαυτοῦ, ἀλλ’ οὐδὲ ὁ Σωκράτης ἐν Ἀκαδημίᾳ μᾶλλον Σωκράτης ἢ ἐν Δηλίῳ· τὸ μέντοι λευκὸν σῶμα καὶ ἄλλου σώματος λευκοῦ λευκότερον ἂν εἴη τῷ μᾶλλον μετέχειν τοῦ λευκοῦ, καὶ αὐτὸ αὑτοῦ μᾶλλον ἂν εἴη καὶ ἧττον λευκόν, κατ’ ἄλλον δηλονότι καὶ ἄλλον χρόνον, οὐ γὰρ δὴ κατὰ τὸν αὐτόν.

“实体似乎不容纳或多或少,直到因此实体不会容纳或多或少为止。” 我们通过各自固有的种差以及与它们相对立划分的种差来认识每一个存在者;因为固有种差表明了现存于每一事物之中者以及偶性,而与它们相对立划分且存在于相异特质之中的种差,则显明了与它们相分离的特性,如此一来,每当我们既知晓每一事物是什么、又知晓它不是什么时,认识便达于完备。因此在这里,从第二实体同名同义地述说其他事物、表示“这个”以及所有诸如此类的事项,阐明了属于的特性;另一方面,实体没有任何相反者,以及实体不容纳或多或少,则是在不属于之中被考察的,于是对它们的考察在两方面都达于完备。又依另一种方式,凡依本性共同述说多个类的事物,如相反性以及或多或少,都必须在每一个类上考察这些事物是属于它还是不属于它。然而,既然在先前的论述中,种被称为比属“更是实体”,而现在实体又被称为“不容纳或多或少”,[亚里士多德]便合乎情理地予以提醒并消解了这一反论,指出两者的说法并不相同,而是一者依自身、另一者依偶性。因为种比属“更是实体”,并非就其作为实体而言,亦非依其所是而言,而是就种比属更为切近不可分者和第一实体而言。而这只是附带发生的,他现在所说的乃是:每一个事物就其是它所是的这件事情而言,并没有或多或少的说法;因此,当下的论述与先前所说并不相反。“然而,”有人可能会说,“就更切近于最白者而言,雪也比天鹅更白。”其实,就这一点而言,与实体相比,〔雪〕的情况是相似的,只是依偶性而具有“更多”;但就分有性质的事物或多或少地分有性质而言,这被配置的性质本身就具有或多或少。因为性质对于实体是穿插性的,而实体却并不存在于任何其他事物之中以至于被或多或少地分有,反而是其他事物存在于实体之中。因此,实体虽然容纳依偶性的比较,却不再容纳那种发生于同种事物之中的依自身的比较。因为一个人既不比另一个人更是人,也不比自己更是人,甚至苏格拉底在学园中也不比在德利昂更是苏格拉底;然而白色的物体由于更多地分有白,会比另一个白色的物体更白,而且它自己也可以比自己更白或更不白——显然是在不同的时间,因为绝不能在同一时间。

语法注2 条
  1. 2.9εἰκότως ἐφιστάνει καὶ διαλύει τὴν ἔνστασιν, ὅτι οὐχ ὡσαύτως ἑκάτερον λέγεται

    主动词 ἐφιστάνει 和 διαλύει 的主语根据上下文为亚里士多德。紧随其后的 ὅτι 从句充当同位或解释性名词从句,指明反论消解的内容或依据(即“两者的说法并不相同……”)。

  2. 2.9ἢ κατὰ τοῦθ’ ὁμοίως ἕξει πρὸς τὴν οὐσίαν

    连词 ἤ 在此处体现注解作品中的惯用法,用于引出注解者对前述异议(Ἀλλὰ καὶ ἡ χιὼν... φαίη ἄν τις)的自身解答或解决方案(“或者说/其实……”)。副词短语 κατὰ τοῦτο 则承接前文的“就更切近于最白者而言”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:110.26-111.32