- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:109.5-110.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对普罗提诺等人关于非存在、非实体与恶在普遍意义上与实体相反的见解进行驳斥,指出无论非存在被视作无、存在、派生物还是独立的本原,均不能成立为相反者且会陷入自相矛盾,并断定这一问题属于对最初本原的探求而非范畴篇导论的范围。
Ἀλλὰ δὴ καθόλου, φησὶν ὁ Πλωτῖνος, τῇ οὐσίᾳ ἡ μὴ οὐσία ἀντίκειται, τῇ δὲ ἀγαθοῦ φύσει ἡ κακοῦ φύσις, καὶ τῇ ἀρχῇ τῶν βελτιόνων ἡ ἀρχὴ τῶν χειρόνων ἐστὶν ἐναντία. διαιρετέον δὲ ταῦτα οὕτως· τὸ μὴ ὄν, ὅπερ ὡς ἐναντίον ἀντιτίθεμεν τῷ ὄντι,1 εἰ μὲν οὐδαμῇ οὐδαμῶς ὑφέστηκεν, οὐδεμίαν ἕξει σχέσιν πρὸς ἕτερον, ὅ γε μηδέν ἐστιν· εἰ δὲ ὡς ὄν τί ἐστιν, ψευδῶς λέγεται πάντῃ κεχωρίσθαι τοῦ ὄντος, ὅ γε αὐτοῦ μετείληφεν. εἰ δὲ ὡς οὐσίαι δύο κεχωρισμέναι εἰσίν, αὐτὸ τὸ εἶναι ἓν ἕξουσιν. εἰ δὲ κατὰ ἐκβεβηκυῖαν ἑτερότητα ἐξῃρημέναι εἰσὶν χωριστῶς, οὐδὲν ἔχουσι κοινὸν πρὸς ἀλλήλας τότε οὐδὲ τῆς σχέσεως τῶν ἐναντίων κοινωνήσουσι. καὶ εἰ μὲν ὥσπερ εἴωθεν λέγεσθαι ἀπὸ τοῦ ὄντος τὸ μὴ ὄν, οἷον ἀπὸ τοῦ νοητοῦ τὸ αἰσθητὸν καὶ ἀπὸ τοῦ θείου τὸ ὑλικὸν παράγεται ὡς ἂν ἀπὸ πρώτου ἔσχατον, πῶς ἂν ἔχοι πρὸς αὐτὸ τὴν ἐναντίωσιν κατὰ τὸ πάντῃ ἀπ’ αὐτοῦ κεχωρίσθαι, ὅ γε ἀπ’ αὐτοῦ τὴν ὅλην ἔχει ὑπόστασιν; πῶς δὲ μηδένα λόγον ἔχον πρὸς αὐτὸ ἢ παραβολῆς ἢ ἀντιστάσεως, ἀλλ’ ὡς τὸ μηδὲν ἐκπεπτωκὸς εἰς τὸ ἔσχατον, ὡς πρός γε τὴν παραγαγοῦσαν αἰτίαν αὐτὸ λήψεται πρὸς αὐ〈τὸ〉 τὴν ἐναντίωσιν, ἥτις ἐξισάζειν ποιεῖ πρὸς ἐκεῖνο ᾧ ἠναντίωται;2 εἰ δὲ ἐξ ἀρχῆς καθ’ ἑαυτὸ ὑφέστηκεν, ὡς καὶ αὐτὸ πρῶτον ὂν ἰσάξιον ἔσται τὸ μὴ ὂν τῷ ὄντι· καὶ διὰ τί τὸ μὲν ἔσται ὄν, τὸ δὲ μὴ ὄν, εἴπερ ἐξίσου ἐν ἀρχῆς λόγῳ καὶ αἰτίας τάξει προηγεῖται; προηγουμένην τε ἕξει τὸ κακὸν καὶ τὸ μὴ ὂν ὑπόστασιν, καὶ οὕτως οὐδὲ κακὸν ἔσται ὅ γε καθ’ αὑτὸ ὑπάρχει, πῶς τε συνῆλθεν εἰς ταὐτὸ τὰ δύο, ἄπορον εὑρεῖν· ἐὰν δὲ τρίτου δέῃ τοῦ συνάξοντος αὐτὰ ἢ ἐν ᾧ ἓν ἔσται, οὐκέτι ἔσται πρῶτα καὶ ἐναντία οὕτως ὡς λέγεται· εἰ δὲ μὴ συνέρχεται πρὸς ἄλληλα, ἐπεὶ μήτε ἐξ ἀλλήλων ὑφέστηκεν, ἅ γέ ἐστιν ἐναντία, οὔτε ἐκ προτέρων, ἅ γέ ἐστιν πρῶτα, γένεσις καὶ τὸ πᾶν τόδε οὐκ ἂν ἀποτελεσθείη. πᾶσι μὲν οὖν ταῦτα τὰ ἐναντιώματα ἐπακολουθεῖ τοῖς ἐν ἀρχῇ τὸ κακὸν καὶ τὸ μὴ ὂν ἀφοριζομένοις, μάλιστα δὲ Πλωτίνῳ καὶ τοῖς ἄλλοις τοῖς ἀπὸ τῆς ἑνώσεως ἀρχομένοις· οὗτοι γὰρ τὸ ἓν καὶ τἀγαθὸν ἐν ἀρχῇ προτιθέντες ἐπεισοδιῶδες ὀφείλουσι ποιεῖν τὸ ἀπὸ τῆς διαιρέσεως πλῆθος καὶ τὸ κακὸν κατὰ συμβεβηκὸς ἐπιγινόμενον καὶ μηδαμῶς προηγούμενον ἀποφαίνεσθαι. ὡς δὲ νυνὶ λέγεται, καὶ πρὸς ἑαυτὸ ἐναντίως διώρισται· διότι μὲν γὰρ ἀρχὴ λέγεται, δόξειεν ἂν εἶναι πρῶτον· διότι δὲ ἐν ὑστάτοις κατὰ τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν παρυφίσταται, ἔσχατον εἰκότως λέγεται· τὸ δὲ τοιοῦτον πῶς ἂν ἔχοι πρὸς τὸ πρώτιστον ἐναντίωσιν; εἰ δὲ ἀπὸ 〈τοῦ〉 πρώτου παράγεται καὶ πᾶν ὅ ἐστιν ἐκείνου ὑπάρχει, οὐκέτι ἔσται ἐναντίον· οὐδὲν γὰρ τῶν ἐναντίων μεταλαμβάνει τῆς οὐσίας ἀπὸ τῶν μαχομένων πρὸς ἑαυτά. εἰ δὲ πάντῃ κεχωρίσθαι λέγοιτο τὸ ἔσχατον ἀπὸ τοῦ πρώτου, πρῶτον μὲν ἀδύνατόν ἐστίν τι τῆς αἰτίας τῆς ἑαυτοῦ παντελῶς ἀπεσπάσθαι· κομιδῇ γὰρ οὕτω καὶ ἑαυτοῦ ἀπολειπόμενον ἑαυτὸ ἀπολέσειεν ἄν· ἔπειτα δὲ οὐδὲ οὕτως ἐναντίον ἔσται· ὃ γὰρ μηδὲν ἔχει κοινόν, οὐδὲ τὸν τῆς ἐναντιώσεως ἂν ἔχοι λόγον κοινόν. ἀλλ’ οὐδὲ τὸ μὴ κατ’ οὐσίαν τῷ κατ’ οὐσίαν, ὥσπερ φασίν, ἔσται ἐναντίον· αὐτὸ γὰρ τὸ τῆς οὐσίας αὐτοῖς ὑπάρξει κοινόν, καὶ οὐκέτι τὸ μὲν ἔσται ὄν, τὸ δὲ μὴ ὄν. ἐχρῆν δὲ τοῦ μὴ ὄντος καὶ τὴν ἐναντίωσιν ἀφαιρεῖν, ἵνα ὄντως εἴη μὴ ὄν, ἐπεὶ ὄν γέ τί ἐστιν τὸ ἐναντίον καὶ τἀναντία ποιοῦν, ἐπεὶ οὐδὲν τὸ μὴ ὂν δύναται ποιεῖν ἢ πάσχειν· ἀσθενέστερον γάρ ἐστιν καὶ τούτων. ἀμφότερα ἄρα οὐδαμῶς ῥητέον, ὅτι καὶ μὴ ἔστι καὶ ἐναντίον καὶ ἔσχατον καὶ ἀρχή, καὶ τἀναντία ποιεῖ καὶ οὐδὲν ὅλως δύναται ποιεῖν· εἰ δὲ μή, οὐ περὶ τούτου ἔσται ἡ ἀμφισβήτησις, εἰ τῇ οὐσίᾳ ἐστὶν ἐναντίον τὸ μὴ ὄν, ἀλλὰ πολὺ δικαιότερον ζητηθείη ἄν, εἰ τὸ μὴ ὂν αὐτὸ πρὸς ἑαυτὸ ἐναντίως διάκειται. εἰ γὰρ τοῦτο, ὃ καὶ ἑαυτὸ ἀναιρεῖ, πῶς ἂν ἔτι δύναιτο ἢ εἶναι ἢ πρὸς τὴν οὐσίαν ἀνθίστασθαι;3 ἀλλὰ ταῦτα καὶ ὑπὲρ τὸν τῆς εἰσαγωγῆς ἂν εἴη λόγον, οἰκειότερον γὰρ τοῖς περὶ τῶν πρώτων ἀρχῶν ἐστιν καὶ ἐν ἐκείνοις ἀκριβέστερον διακρίνεται.
“然而普遍而言,”普罗提诺说,“非实体与实体对立,恶的本性与善的本性对立,较恶之物的本原与较善之物的本原相反。”但对此应当作如下区分[考察]:我们作为相反之物与存在相对立的非存在,如果确实在任何地方以任何方式都不自立存在,它相对于别物就不会有任何关系,因为它是无;反之,如果它是作为某种存在而存在,说它与存在完全隔绝就是虚妄的,因为事实上它分有了存在。如果它们作为两个隔绝的实体而存在,它们将具有单一的“存在”本身。如果它们依极度的他异性而被分别孤立开来,它们彼此之间就毫无共同之处,那时也就根本不能分享相反之物的关系。又如果按照惯常的说法,非存在是从存在产生的,正如可感觉之物产生于可知之物、质料性之物产生于神性之物,如同最后的产生于最初的一样,它又怎能因其完全脱离存在而相对于存在具有相反性呢?因为事实上它从存在获得全部的自立存在。而且,既然它对存在既无比较的理据也无抗衡的理据,而是如同无一样跌落入最末端,它又如何能相对于那产生它的原因,去领受一种相对于其原因的相反性呢?——这种相反性使它与它所相反的那个对象处于平等地位。反之,如果它从一开始就依其自身自立存在,那么非存在自身作为最初的存在,就将与存在具有同等的价值;并且既然二者在作为本原的理据和原因的位序上同等在先,为何一者是存在而另一者是非存在呢?恶与非存在将具有在先的自立存在,这样一来,就自身存在之物甚至都不会是恶,而且也很难发现这两者是如何汇合到同一个事物之中的;如果需要第三者将它们结合起来,或者需要在其中合为一体的第三者,它们就不再会是通常所说的那种最初者和相反之物;而如果它们互不汇合,既然它们既不是由彼此自立存在的——因为它们是相反之物——也不是由更在先之物产生的——因为它们是最初者——,生成与这个全宇宙就都不可能得以完成。 因此,所有在一开始就规定恶与非存在的人都会面临这些相反的悖论,而普罗提诺以及其他由单一性出发的人受其困扰最甚。因为他们在开端处提出一与善的同时,本应当把划分产生的复多性视为穿插性的,并表明恶是依偶性附加而来的、绝非在先的。但正如现在所表述的那样,它甚至相对于自身也作了相反的规定:因为因其被称为本原,它会被认为是最初的;而因其依照脱离存在的偏离而在最末的事物中寄生性自立存在,它又合乎情理地被称为极点;然而这样的事物怎能对至初者具有相反性呢?如果它是从最初者产生的,并且它之所以是的一切都属于最初者,它就不再会是相反的;因为在相互争斗的事物之间,任何相反之物都不从对方分有实体。但如果说极点与最初者完全隔绝,首先,任何事物完全脱离自身的原因都是不可能的;因为这样彻底偏离自身,它就会毁灭自身;其次,即使如此,它也不会是相反的;因为凡毫无共同之处的事物,也不会有共同的相反性格律。而且,非依实体之物也不会像他们所说的那样,与依实体之物相反;因为实体本身的属性将属于它们所共有,而不再是一者为存在、另一者为非存在。其实,本应当从非存在中把相反性也剥夺掉,以便使它真正成为非存在;因为相反者以及造成相反效果者确实是某种存在,而非存在既不能施加作用也不能承受作用,因为它比这些还要无力。因此,绝不可两者兼说:即它既不存在又是相反之物,既是极点又是本原,既造成相反效果又完全无能为力;否则,争议将不再关乎这一点,即非存在是否与实体相反,而是远为公正地应当探讨非存在本身是否相对于自身处于相反状态。因为如果真是如此,那连自身都予以消除的事物又怎能还能够存在或者挺身与实体对立呢?但这些事情也超出了导论的论述范围,因为它们更适合于关于最初本原的讨论,并且在那些讨论中能被更精确地辨明。
- 2.8τὸ μὴ ὄν, ὅπερ ὡς ἐναντίον ἀντιτίθεμεν τῷ ὄντι
句首的主格短语 τὸ μὴ ὄν 作为先行主语(或悬空主格 nominativus pendens),提引后文一系列条件从句(εἰ μὲν... εἰ δὲ...),并在引出结果句(如 οὐδεμίαν ἕξει σχέσιν)之前先行确立了讨论的主题。
- 2.8πῶς δὲ μηδένα λόγον ἔχον πρὸς αὐτὸ ἢ παραβολῆς ἢ ἀντιστάσεως, ἀλλ’ ὡς τὸ μηδὲν ἐκπεπτωκὸς εἰς τὸ ἔσχατον, ὡς πρός γε τὴν παραγαγοῦσαν αἰτίαν αὐτὸ λήψεται πρὸς αὐ〈τὸ〉 τὴν ἐναντίωσιν, ἥτις ἐξισάζειν ποιεῖ πρὸς ἐκεῖνο ᾧ ἠναντίωται;
主句的核心结构为 πῶς... λήψεται πρὸς αὐτὸ τὴν ἐναντίωσιν,主语为承接前文的“非存在”(τὸ μὴ ὄν),并由分词短语 μηδένα λόγον ἔχον... 和 ἐκπεπτωκός 进行修饰。介词短语 ὡς πρός γε τὴν παραγαγοῦσαν αἰτίαν αὐτό 修饰动词 λήψεται,意为“相对于那产生它的原因”。
- 2.8εἰ γὰρ τοῦτο, ὃ καὶ ἑαυτὸ ἀναιρεῖ, πῶς ἂν ἔτι δύναιτο ἢ εἶναι ἢ πρὸς τὴν οὐσίαν ἀνθίστασθαι;
条件从句 εἰ γὰρ τοῦτο 中省略了谓词(ἔστι 或 οὕτως ἔχει),意为“因为如果这是如此的话”。关系从句 ὃ καὶ ἑαυτὸ ἀναιρεῖ 进一步说明其主语(非存在)是连自身也予以消除之物。
