- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:107.12-109.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了承载相反性的是属差和性质而非实体自身;他探讨了形式与缺失的对立,并针对普罗提诺等人关于实体中存在相反性以及对归纳法的批评,通过完满的划分进行了反驳与证明。
οὐδὲν γὰρ κωλύεται, κἂν μὴ τὸ ἕτερον ᾖ τῶν ἐναντίων ὃ δέχεται ἢ εἰς ὃ διαιρεῖται, πρὸς ἄλλο τι ἐναντίως ἔχειν· τὸ γοῦν νοσοῦν διαιρούμενον εἰς τὸ κατὰ θερμότητα ἢ κατὰ ψύξιν νοσεῖν ἐναντίον ὅμως ἐστὶ πρὸς τὸ ὑγιαῖνον, καὶ τὸ σῶμα ἐπιδεχόμενον ὑγείαν καὶ νόσον ἐναντίον ἐστὶν τῷ ἀσωμάτῳ, καὶ ὅλως αἱ διαιρέσεις εἰς τὰ ἀντικείμενα γίνονται καὶ ἐναντία, καὶ ἕκαστον τῶν τμημάτων εἰς ἐναντία διαιρεῖται, ὡς ἡ οὐσία εἰς σῶμα καὶ ἀσώματον καὶ τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον εἴς τε τὸ αἰσθητικὸν καὶ ἀναίσθητον. μήποτε οὖν ἐκεῖνο μᾶλλον ῥητέον,1 ὅτι τὸ λογικὸν τῷ ἀλόγῳ οὐκ ἔστιν ἐναντίον· εἴτε γὰρ ἀπόφασις τὸ ἄλογον τοῦ λογικοῦ, οὐκ ἔστιν ἡ ἀπόφασις ἐναντίον· εἴτε καταφατικὴν ἔχει δύναμιν εἶδός τι δηλοῦσαν ἕτερον τοῦ λογικοῦ, οὐδὲ οὕτως ἐναντίον ἐστὶν τῷ λογικῷ τὸ ἄλογον, παραγόμενον ὑπ’ αὐτοῦ καὶ ταττόμενον. ἀλλ’ οὐδὲ ἄλλο εἶδος εἴδει ἐναντίον, ἀλλ’ αἱ ἐναντιώσεις πᾶσαι περὶ τὰς διαφορὰς καὶ τὰς ποιότητας ὁρῶνται. διὸ καὶ πρὸς τοὺς ἀποροῦντας, πῶς τὸ πῦρ τῷ ὕδατι καὶ τὸν ἀέρα τῇ γῇ ἐναντία λέγει ὁ Ἀριστοτέλης, ῥᾴδιον εἰπεῖν ὅτι κατὰ τὰς διαφορὰς καὶ τὰς ποιότητάς εἰσιν ἐναντία ταῦτα· τὸ γὰρ θερμὸν καὶ ξηρὸν τῷ ψυχρῷ καὶ ὑγρῷ ἐναντίον λέγει καὶ τὸ θερμὸν καὶ ὑγρὸν τῷ ψυχρῷ καὶ ξηρῷ· αἱ δὲ ὅλαι οὐσίαι πρὸς τὰς ὅλας οὐκ ἔχουσιν ἐναντίωσιν. πῶς οὖν τὸ εἶδος τῇ στερήσει ἐναντίον λέγει ἐν τοῖς Φυσικοῖς; εἰ γὰρ τὸ εἶδος οὐσία, δέχεται ἡ οὐσία ἐναντίωσιν. ἀλλὰ τὸ μὲν λέγειν ὅτι καὶ τὰ κατὰ στέρησιν εἴωθεν κοινότερον ἐναντία λέγειν ὁ Ἀριστοτέλης, μαλακώτερον λυόντων τὴν ἀπορίαν ἐστίν.2 τὸ δὲ ἀληθὲς ὧδε ἔχει· τὸ εἶδος τὸ μέν ἐστιν ὡς οὐσία, τὸ δὲ ὡς ἕξις· τοῦτο οὖν ἀντικεῖσθαι τῇ στερήσει φησίν, ἀλλ’ οὐχὶ τὸ ὡς οὐσίαν. Ἄλλον δὲ τρόπον ἐναντιώσεως εἰσάγουσιν οἱ τἀναντία ἐν ταῖς οὐσίαις τιθέντες. διχῇ δὲ οὗτοι διαιροῦνται, καὶ οἱ μὲν περὶ μίαν οὐσίαν τἀναντία ἀφορίζουσιν, ὡς οἱ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν καὶ τὰς ἄλλας ἐναντίας δυνάμεις περὶ τὴν ὕλην ἐν τῷ σώματι ἐνεῖναι λέγοντες, καὶ δῆλον ὅτι οὗτοι οὐκ οὐσίας ἐναντίας, ἀλλὰ τὰς περὶ τὴν οὐσίαν ποιότητας εἶναι ἀποφαίνονται· οἱ δὲ διεστάναι πάντη τὰς ἀρχὰς ἀποφαίνονται καὶ μηδὲν ἔχειν κοινὸν μηδὲ σχέσιν μηδεμίαν πρὸς ἄλληλα, καθ’ αὑτά τε εἶναι ἀπολύτως καὶ μηδὲν προσδεῖσθαι τῆς πρὸς ἄλληλα συντάξεως. οὗτοι δὲ καὶ οὐσίας εὐθὺς τἀναντία τίθενται καὶ τὴν ἐναντιότητα πρὸς τὴν οὐσίαν εἰσάγουσιν, οὐκ ἄλλου μὲν τοῦ δεχομένου τἀναντία ὑπάρχοντος, ἄλλων δὲ ὄντων τῶν ἐναντίων οὐδὲ τὸ εἶναι κοινὸν ἐχόντων, ὥσπερ Πλάτων ἐπὶ κινήσεως καὶ στάσεως συλλογίζεται ἀμφοτέρων καὶ ἑκατέρων εἶναι λεγομένων, ἀλλὰ τὸ ὄν, φασί, πρὸς τὸ μὴ ὂν καὶ ἡ ἀρχὴ πρὸς τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν πρὸς τὸ κακὸν ἕξει κατὰ παντελῆ ἀπόστασιν καὶ ὕφεσιν τελείαν τὴν ἐναντίωσιν ἀμετρίας πρὸς μέτρον καὶ ἀπειρίας πρὸς πέρας καὶ τῶν τοιούτων ἀντιθέσεων διαιρουμένων, ἐν αἷς ἐναντίωσις μὲν κατὰ τὴν οὐσίαν θεωρεῖται, ἄλλως δὲ ἔχουσα ἢ ὥσπερ πρὸ τούτων ἐλέγετο. ἡ μὲν οὖν δόξα, ἀφ’ ἧς ὁρμώμενοι ἄλλοι τινὲς καὶ ὁ μέγας Πλωτῖνος ἀντιλέγουσιν, ἐστὶν τοιαύτη, χρῶνται δὲ λόγοις τοιούτοις· “τὸ μὴ εἶναι μηδὲν οὐσίᾳ ἐναντίον ἐπὶ τῶν καθ’ ἕκαστα οὐσιῶν ἐστι πιστὸν τῆς τε ἀτόμου καὶ τῆς εἰδικῆς καὶ γενικῆς, τῇ ἐπαγωγῇ δεδειγμένον, ὅλως δὲ οὐκ ἔστι δεδειγμένον”. πρὸς δὲ τοῦτο εἷς μὲν τρόπος ἀντιλογίας γένοιτο ἂν ὑπομνῆσαι τὴν περὶ τῶν καθόλου διδασκαλίαν· τῶν γὰρ γενικωτάτων οὐκ ἔστιν ἐκ προτέρων καὶ αἰτιωτέρων ποιήσασθαι ἀπόδειξιν, ἀλλ’ ἀνάγκη [τοὺς] τελείαις διαιρέσεσιν πάντα διαιρουμένους τὰ ὑπ’ αὐτὰ θεωρεῖν τὴν κοινότητα αὐτῶν,3 μή πῃ παραλλάσσῃ τι ἐν τοῖς καθ’ ἕκαστα εἴδεσιν, κἂν εὑρίσκωμεν μηδεμίαν οὖσαν ἐν αὐτοῖς διαφοράν, τὴν ταὐτότητα τοῦ γενικοῦ οὐκ ἐξ ἐπαγωγῆς, ἀλλ’ ἐκ τῆς τελείας διαιρέσεως λαμβάνομεν· κἀνταῦθα τοίνυν, εἴπερ αἱ οὐσίαι μὲν πᾶσαι διῄρηνται ἀνελλιπῶς εἰς τὰς πρώτας καὶ δευτέρας οὐσίας, μηδέτεραι δὲ τούτων ἔχουσιν ἐναντίωσιν, οὐδ’ ἂν ὅλως ἡ οὐσία ἔχοι ἐναντίωσιν. καὶ ἄλλως δέ· ὅταν τῶν καθ’ αὑτὰ ὑπαρχόντων καὶ συμπληρωτικῶν τῆς οὐσίας τι ληφθῇ, εὐθὺς τοῦτο ὅπερ ἐφ’ ἑκάστου καὶ ἐπὶ τοῦ παντὸς ἀληθὲς ἀποδείκνυται,4 οἷον τὸ λογικὸν ἐφ’ ἑκάστου τε ἀνθρώπου καὶ ἐπὶ παντός· καὶ τῇ οὐσίᾳ τοίνυν εἴπερ τὸ καθ’ αὑτὴν εἶναι οὐσιῶδες ὑπάρχει, καὶ τὸ μηδεμίαν ἔχειν ἐναντίωσιν ἐν αὐτῇ κατ’ οὐσίαν ὑπάρξει καὶ οὕτως τὸ ἐπὶ τινὸς καὶ ἐπὶ πάσης οὐσίας ἀληθὲς ἔσται.
因为,没有任何事物,即使不是其所接纳的或所被分割成的相反者之一,会被妨碍相对于其他某物处于相反的状态。至少,被分割为因热患病或因冷患病的患病者,依然与健康者相反;而接纳健康与疾病的身体,与非物体的存在相反;大体而言,划分都是向着对立之物和相反之物进行的,且每一个切片都被分割为相反之物,例如实体被分割为物体与非物体,物体被分割为有灵魂与无灵魂,以及有感觉与无感觉。因此,或许更应当这样说:即有理性的并不与无理性的相反。因为无理性的如果是有理性的之否定,否定并非相反;如果它具有肯定性的力量、指示着不同于有理性的之某种形式,即使如此,无理性的也不与有理性的相反,因为它是被后者所产生并被其赋予秩序的。然而,任何其他形式也不与形式相反,所有相反性都是围绕着属差和性质而被见到的。因此,对于那些提出亚里士多德怎么会说火与水、气与土相反这一难问的人,也容易回答说,这些是依照属差和性质而相反的;因为他说热且干与冷且湿相反,热且湿与冷且干相反;但作为整体的实体并不相对于作为整体的实体具有相反性。 那么,他怎么会在《物理学》中说形式与缺失相反呢?因为如果形式是实体,实体就接纳了相反性。然而,声称亚里士多德习惯于以较宽泛的意义把依缺失而设的事物称为相反之物,属于那些较为软弱地解决难问的人的做法。真实的情况乃是如此:形式其一作为实体,其二作为状态。因此,他说与缺失对立的是这后者,而非作为实体的那种形式。 另一方面,把相反之物置于实体之中的人,则引入了另一种方式的相反性。他们分为两派:一派围绕着单一实体来限定相反之物,正如那些声称热与冷、干与湿以及其他相反的潜能存在于身体中的质料周围的人;显然,他们表明的并不是相反的实体,而是围绕实体的性质。而另一派则表明,诸本原完全隔绝,彼此没有任何共同之处,也没有任何关系,绝对就其自身而存在,丝毫不需要彼此间的协同组合。他们径直把相反之物设定为实体,并将相反性引入实体之中,这并非是接纳相反之物者为一物、相反之物为另一物,也不是它们具有共同的存在——正如柏拉图就运动与静止所作的推论那样,因为二者及各自都被说成是存在——而是相反,他们声称,存在相对于非存在,本原相对于极点,善相对于恶,将依照彻底的距离和完全的沉降而具有相反性,即在无度对度量、无限对界限以及此类对立被分割时具有相反性;在这些对立中,确实是依照实体来考察相反性,但其状况不同于在此之前所说的那样。 因此,某些其他人以及伟大的普罗提诺以此为出发点进行反驳的看法便是如此,他们使用了这样的论据:“没有任何事物与实体相反,在个别实体中,即在不可分实体、种实体和类实体中是可信的,是通过归纳法表明的,但并未得到普遍的证明。” 对此,反驳的一种方式是提醒人们注意关于普遍者的教导。因为对于最属类的东西,不可能从在先且更具原因性的东西作出证明;相反,那些通过完满的划分来分割其下所有事物的人,必然要考察它们的共同性,以免在个别种中在某处发生偏离;如果我们发现它们之间没有任何差异,我们不是从归纳、而是从完满的划分中获得属类者的同一性。因此在此时,如果所有实体都毫无遗漏地被分割为第一实体和第二实体,而这两者都不具有相反性,那么整个实体也就根本不会具有相反性。 此外还有另一种方式:每当取得就自身而属于〔某物〕并构成实体完满性的属性之一,立刻就能证明这在每一单个事物上为真的属性在整体上也为真,正如理性在每个人身上以及在全人类身上都为真一样。因此对于实体而言,如果自身存在是其实体性地具有的,那么在其中不具有任何相反性也必将依照实体而属于它,从而在个别情形中为真的东西在一切实体中也将为真。
- 2.8μήποτε οὖν ἐκεῖνο μᾶλλον ῥητέον
μήποτε 与动词性形容词 ῥητέον 连用,表达一种审慎或委婉的提议(“或许更应当说……”)。所要表达的具体内容由随后的 ὅτι 从句引出。
- 2.8μαλακώτερον λυόντων τὴν ἀπορίαν ἐστίν
特征属格作表语。主语是带冠词的不定式短语 τὸ λέγειν ὅτι...(“声称……是属于那些……的人的做法”)。中性比较级副词 μαλακώτερον 修饰分词 λυόντων,意为“较为软弱地/不够充分地”解决疑难。
- 2.8ἀνάγκη [τοὺς] τελείαις διαιρέσεσιν πάντα διαιρουμένους τὰ ὑπ’ αὐτὰ θεωρεῖν τὴν κοινότητα αὐτῶν
由非人称词 ἀνάγκη 支配的“宾格加不定式”结构。不定式的逻辑主语是分词短语 [τοὺς] τελείαις διαιρέσεσιν πάντα διαιρουμένους τὰ ὑπ’ αὐτά(“通过完满的划分来分割其下所有事物的人”),其核心不定式动词是 θεωρεῖν(“考察”)。
- 2.8εὐθὺς τοῦτο ὅπερ ἐφ’ ἑκάστου καὶ ἐπὶ τοῦ παντὸς ἀληθὲς ἀποδείκνυται
关系代词 ὅπερ 的先行词是 τοῦτο,它充当被动动词 ἀποδείκνυται(“被证明”)的主语。该结构构成了关联同位关系:“在每一单个事物上为真的这同一属性,立刻被证明在整体上也为真”。
