- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:105.22-107.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德论述没有任何事物与实体相反这一特征的段落(3b24),辛普利丘解释了由于该特征与被限定的数量所共有因而并非实体所特有,并进而探讨了关于实体中不存在相反性的难问、扬布里柯的解答以及辛普利丘本人的质疑。
" Ὑπάρχει δὲ ταῖς οὐσίαις καὶ τὸ μηδὲν ἐναντίον αὐταῖς εἶναι ἕως τοῦ τῶν δὲ ἀφωρισμένων οὐδὲν οὐδενί ἐστιν ἐναντίον." Ἐπ’ ἄλλο μεταβαίνει τῶν κοινῇ καὶ ἄλλοις ὑπαρχόντων, τὸ δέχεσθαι ἢ μὴ δέχεσθαι ἐναντίωσιν, ζητῶν, εἴπερ ὑπάρχει ταῖς οὐσίαις τὸ μὴ ἔχειν τι ἐναντίον, καὶ τοῦτο δείξας, ὅτι οὐκ ἔστιν ἴδιον αὐτῆς δείκνυσιν ἐκ τοῦ καὶ τῷ ποσῷ ὑπάρχειν. ἀλλ’ ὅτι μὲν ὑπάρχει τὸ μηδὲν ἐναντίον εἶναι ταῖς οὐσίαις, δείξαις ἂν ἐκ τῶνδε· τὰ ἐναντία ὑφ’ ἓν γένος ἀεὶ ὑποτάττεται, ἡ δὲ οὐσία οὐδὲν ἔχει ἀνωτέρω γένος ἐν ᾧ ὑποταχθήσεται· καὶ τὰ μὲν ἐναντία σχέσιν ἔχει πρὸς ἄλληλα, ἡ δὲ οὐσία ἄσχετός ἐστιν καὶ οὐδὲν προσδεῖται τῆς κατὰ τὴν ἐναντίωσιν σχέσεως· ἔτι τὰ μὲν ἐναντία πρὸς ἄλληλα ἀπονεύει, ἡ δὲ οὐσία καθ’ ἑαυτὴν ὥρισται. ὁ μέντοι Ἀριστοτέλης ἀπὸ τῆς ἐπαγωγῆς τῶν πρώτων καὶ δευτέρων οὐσιῶν τὸ μηδὲν ἐναντίον εἶναι ταῖς οὐσίαις κατασκευάζει. οὐ μὴν ἴδιον αὐτὸ τῆς οὐσίας νομίζει· κοινὸν γὰρ εἶναι τοῦτο πρὸς τὸ ἀφωρισμένον ποσόν. τοῖς γὰρ δύο οὐδέν ἐστιν ἐναντίον· οὐ γὰρ δήπου τὰ τρία· τί γὰρ μᾶλλον οὗτος ἢ ἄλλος τις τῶν διωρισμένων ἀριθμῶν; ἀλλὰ μὴν ἓν γε ἑνὶ μόνως ἐστὶν ἐναντίον· οὐκ ἄρα τὰ τρία οὐδὲ ἄλλος διωρισμένος ἀριθμὸς οὐδεὶς τοῖς δύο ἀντίκειται. εἰ δὲ καὶ τὰ τοιαῦτα ποσὰ μὴ ἐπιδέχεται τὸ ἐναντίον, οὐκ ἔστιν τῆς οὐσίας ἴδιον τοῦτο, εἴπερ μὴ μόνῃ ὑπάρχει. εἰ δέ τις καὶ ἐν τῷ ποσῷ ἐναντίωσιν εἶναι λέγοι τὸ πολὺ τῷ ὀλίγῳ ἐναντίον τιθεὶς καὶ τὸ μέγα τῷ μικρῷ, καὶ διὰ τοῦτο ἴδιον εἶναι λέγοι τῆς οὐσίας τὸ μηδὲν ἔχειν ἐναντίον ὡς μόνῃ αὐτῇ ὑπάρχον, ἴσως μὲν οὐδὲ ποσὰ ταῦτά ἐστιν, ἀλλὰ πρός τι, ὡς ἐν τῷ περὶ τοῦ ποσοῦ λόγῳ ἐπιδείξει, ὥστε καὶ ἡ ἀντίθεσις αὐτῶν οὐ κατὰ ἐναντίωσιν, ἀλλὰ κατὰ τὸ πρός τι· τὴν δὲ τῶν ἀντιθέσεων διαφορὰν αὐτὸς μετ’ ὀλίγον διδάξει. ἀλλ’ ἐπεὶ οὐδὲν πρὸς τὸ παρὸν διαφέρει, ταῦτα μὲν ὡς ἀμφισβητούμενα συγχωρεῖ, ἀπὸ δὲ τοῦ ὁμολογουμένου τὸ αὐτὸ συμπέρασμα συνάγει λέγων ὅτι τὸ τοιοῦτον ποσὸν οὐκ ἀφωρισμένον ἐστίν. οὗ γὰρ μήτε τὸ πλῆθος μήτε τὸ μέγεθος ὥρισται μήτε τὸ βάρος μήτε τὴν ἀρχὴν γνώριμόν ἐστιν, ἐν τίνι ἐστὶν αὐτῷ τὸ εἶναι κυρίως, τοῦτο οὐκ ἀφωρισμένον ἂν ῥηθείη,1 οἷον τὸ μέγα· τοῦτο γὰρ οὔτε μήκει οὔτε πλάτει οὔτε ἀριθμῷ διώρισται. ἐπειδὰν δὲ γραμμὴν εἴπῃς, ὁρίζεις τὸ μῆκος, καὶ ἔτι μᾶλλον ὁρίζεις, ἐὰν προσθῇς τὸν ἀριθμόν, καὶ γίνεται οὕτως ἀφωρισμένον ποσόν, ὅπερ οὐκ ἔχει τὴν ἐναντίωσιν. ἱκανὸν οὖν τὸ ἀπὸ τῶν ἀφωρισμένων ποσῶν τεκμήριον πρὸς τὸ μὴ μόνην τὴν οὐσίαν μὴ ἔχειν τὴν ἐναντιότητα μηδὲ εἶναι αὐτῆς ἴδιον· καὶ γὰρ καὶ ἐφ’ ἑνὸς καὶ ἐπὶ πολλῶν τὸ αὐτὸ δεικνύει συμπέρασμα. Ἀποροῦσι δέ τινες, πῶς οὐκ ἔστιν ἐναντίωσις ἐν τῇ οὐσίᾳ· πῶς γὰρ τὸ λογικὸν ζῷον τῷ ἀλόγῳ οὐκ ἔστιν ἐναντίον; πρὸς ὃ φησιν Ἰάμβλιχος, ὅτι “διαφορὰ πρὸς διαφορὰν ἐναντιοῦται, τὸ δὲ ὅλον οὐκ ἔστιν ἐναντίον, καὶ ὅτι τὸ ἐπιδεχόμενον τὰ ἐναντία οὐκ ἔστιν αὐτὸ ἐναντίον· εἰ γὰρ κατέχοιτο ὑφ’ ἑνὸς τῶν ἐναντίων, οὐκ ἂν δύναιτο καὶ πρὸς τὴν τοῦ ἑτέρου ἐναντίου καταδοχὴν ἐπιτηδείως παρεσκευάσθαι, οἷον ψυχὴ ἢ σῶμα ἢ ἄτομος οὐσία ἢ δευτέρα οὐσία, εἴπερ ἐπιδέχοιτο τἀναντία, αὐτὰ καθ’ αὑτὰ οὐκ ἔσται ἐναντία. ἀλλ’ οὐδὲ εἰ διαιροῖτό τι εἰς τἀναντία, ὥσπερ τὸ ζῷον, οὐδὲ οὕτως ἔσται ἐναντίον· γνοίη δ’ ἄν τις, φησίν, καὶ ἀπὸ τοῦ ὅρου τῶν ἐναντίων· τῷ πλεῖστον γὰρ ἀπ’ ἀλλήλων κεχωρίσθαι ἀφοριζόμεθα αὐτά, ὡς δὲ νυνὶ λέγεται, περὶ τὴν αὐτὴν οὐσίαν τοῦ ζῴου συνυπάρχει”. πρὸς δὴ ταῦτα ἀπορῶν ἐγὼ μὴ νενοηκέναι δοκῶ μοι τὰ λεγόμενα.2 καὶ γὰρ ἐν τοῖς ὁμολογουμένως ἐναντίοις περὶ τὰς διαφορὰς ἔστιν ἡ ἐναντίωσις, ὅλον δὲ ὅλῳ οὐκ ἔστιν ἐναντίον, διότι κοινόν ἐστιν τὸ τῶν ἐναντίων γένος· τὸ γοῦν λευκὸν καὶ τὸ μέλαν ἐναντία ὄντα τὸ μὲν ἔστιν χρῶμα διακριτικὸν ὄψεως, τὸ δὲ χρῶμα συγκριτικόν, καὶ περὶ τὴν αὐτὴν οὐσίαν τὴν τοῦ γένους ἐστὶν ἄμφω, καὶ κἂν πλεῖστον ἀλλήλων διέστηκεν, ὑπὸ τὸ αὐτὸ γένος ὡς ὄντα τὴν πλείστην ἔχει διάστασιν. πῶς δὲ καὶ τὸ δεχόμενον τὰ ἐναντία καὶ τὸ διαιρούμενον εἰς τἀναντία οὐκ ἔστιν ἐναντίον;
“在实体中还存在着没有任何事物与它们相反”直至“但在被限定的事物中,没有任何事物与任何事物相反”。 他进而转向同样共同属于其他事物的另一特征,即接受或不接受相反性,探究不具有任何相反之物是否属于实体;在展示了这一点之后,他根据这也属于数量这一点,表明这不是实体所特有的。然而,没有任何事物与实体相反这一点确实属于实体,人们可以从以下几点来展示:相反之物总是从属于一个类,但实体没有任何更高的类可供其从属;相反之物彼此具有关系,而实体则是无关系的,丝毫不需依照相反性的关系;此外,相反之物彼此倾斜,而实体则是就其自身而被限定的。 然而,亚里士多德通过对第一实体和第二实体的归纳,确立了没有任何事物与实体相反。不过,他并不认为这是实体所特有的;因为这与被限定的数量是共通的。因为没有任何事物与二相反;三绝非如此,因为在被限定的数目中,为什么偏偏是这个数目而非其他数目[与之相反]?再者,一物仅严格地与一物相反;因此,三或任何其他被限定的数目都不与二对立。而如果这类数量也不接纳相反之物,若此点并非仅仅属于实体,那么它就不是实体所特有的。 如果有人声称在数量中也存在相反性,将多与少、大与小设为相反之物,并因此主张由于不具有任何相反之物单单属于实体,故而这是实体所特有的,那么或许这些事物甚至不是数量,而是关系者,正如他将在关于数量的论述中所展示的那样,以至于它们的对立也不是依照相反性,而是依照关系;而他自己不久之后就会传授诸种对立的差异。但是,由于这对于眼下并无影响,他把这些作为存疑之事予以让步,并从公认的事实推导出相同的结论,说这种数量并不是被限定的。 因为凡是无论多少、大小还是重量都未被限定,甚至根本无从得知其本真的存在究竟在于何处的事物,都可以被称为未被限定的,例如“大”;因为这既未被长度、未被宽度、也未被数目所限定。而当你言及“线”时,你限定了长度,如果你再加上数目,你就进一步作了限定,并由此成为了被限定的数量,而这正是不具有相反性的。因此,来自被限定之数量的证明足以表明,并非唯独实体才不具有相反性,这也不是它所特有的;因为无论就一者而言还是就多者而言,它都展示了相同的结论。 然而,有些人提出了难问:何以实体中不存在相反性?因为有理性的动物怎么会不与无理性的[动物]相反?对此,扬布里柯说:“属差与属差相反,而整体并不是相反的;并且,接纳相反之物者本身并不是相反的;因为如果它被相反者中的一方所占据,它就无法同样适当地为接受另一相反者做好准备——例如灵魂、或身体、或不可分的实体、或第二实体,如果它们确实接纳相反之物,它们自身绝不会是相反的。而且,即便某物被分割为相反之物,例如动物那样,即便如此它也不会是相反的;他说,人们从相反之物的定义中也可以认识到这一点;因为我们是通过彼此相距最远来限定它们的,但正如当下所说的那样,它们共同存在于动物的同一个实体周围。” 面对这些说法,我心存疑难,似乎觉得自己未能理解所说的话。因为即使在公认相反的事物中,相反性也是关于属差的,而整体与整体并不相反,因为相反之物的类是共同的;例如,白与黑作为相反之物,前者是穿透视觉的颜色,后者是收缩视觉的颜色,二者都关涉类的同一实体,并且即使它们彼此相距最远,作为处于同一类之下的事物,它们具有最大的间隔。然而,接纳相反之物者以及被分割为相反之物者,怎么会不是[相反的呢]?
- 2.8οὗ γὰρ μήτε τὸ πλῆθος μήτε τὸ μέγεθος ὥρισται μήτε τὸ βάρος μήτε τὴν ἀρχὴν γνώριμόν ἐστιν, ἐν τίνι ἐστὶν αὐτῷ τὸ εἶναι κυρίως, τοῦτο οὐκ ἀφωρισμένον ἂν ῥηθείη
该句的核心骨架由后置的主语 τοῦτο(“此种事物”)与主动词短语 οὐκ ἀφωρισμένον ἂν ῥηθείη(“将被说成是未被限定的”)构成。句首的 οὗ(底本印作 οὖ)系中性单数属格关系代词(“凡其……者”),引导以 μήτε... 否定的泛指关系分句,随后由 τοῦτο 总结复指。此外,τὴν ἀρχήν 为副词性宾格,意为“根本”、“起初”。
- 2.8πρὸς δὴ ταῦτα ἀπορῶν ἐγὼ μὴ νενοηκέναι δοκῶ μοι τὰ λεγόμενα
该结构由 δοκῶ μοι 加上完成时不定词(νενοηκέναι)与否定词 μή 构成,字面意为“我似乎觉得自己未能理解”。这在希腊哲学论辩中是提出异议时的修辞性谦辞,实质上用于引出对扬布里柯上述论断的严肃质疑与困难(aporia)。
