- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:103.34-105.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐明了属差与白色、属和种的区别,解释了亚里士多德为何从语言和关系的角度规定实体,探讨了不可分实体依据什么(质料、形式或复合物)被称为“这个”,并考察了关于共相与个体的疑难以及斯多亚派的“无名氏”诡辩。
ἢ τοῦ μὲν λευκοῦ, διότι τὸ μὲν λευκὸν ποιὸν μόνως,1 αὕτη δὲ περὶ οὐσίαν ποιόν, καὶ διότι τὸ πεζὸν οὐκ ἔστιν ἄνευ οὐσίας νοῆσαι ὥσπερ τὸ λευκόν, καὶ διότι διαφορὰς οὐσιῶν καθόσον οὐσίαι σημαίνουσιν καὶ εἰσὶν ὅμοιαί πως πρὸς τὴν οὐσίαν, τὰ μέντοι γένη καὶ εἴδη οὐσίαι εἰσὶν ὁμοιότητά τινα πρὸς τὸ ποιὸν ἔχουσαι· τοιγαροῦν ταῦτα μὲν ἐν τῷ τί ἐστιν κατηγορεῖται, αἱ δὲ διαφοραὶ ἐν τῷ ποιόν τί ἐστιν. προστίθησιν δὲ καὶ ὅτι τῶν κατὰ κοινοὺς λόγους κατηγορουμένων τὰ μὲν προσεχῶς κατηγορούμενα, οἷον τὰ εἴδη, ἐπ’ ἔλαττον δοκεῖ διατείνειν, τὰ δὲ πορρώτερον, οἷον τὰ γένη, πλέον περιλαμβάνει τὸν ἀφορισμόν. ἀλλὰ τῶν εἰρημένων περὶ τῆς οὐσίας τὸ μὲν οὐκ ἐν ὑποκειμένῳ ἀπὸ τῆς σχέσεως εἴληπται τῆς πρὸς τὰ ἐν ὑποκειμένῳ γινόμενα, τὸ δὲ τόδε τι σημαίνειν ἀπὸ τῆς τοῦ κατηγορεῖσθαι συνηθείας· αὐτὴ δὲ ἡ οὐσία τίς οὖσα δέχεται τὰς τοιαύτας σχέσεις, οὐδαμῶς λέγεται. ἢ διότι πρόκειται διελέσθαι πῶς ἕκαστον κατηγορεῖται καὶ ποσαχῶς, διὰ τοῦτο, καθόσον ἡ κατηγορία γίνεται, κατὰ τοσοῦτον αὐτῶν τὰ ἰδιώματα παρίστησιν, καὶ διότι λογικώτερον τὰ ἰδιώματα τῶν κατηγοριῶν θηρεύει, οἷον ἀπὸ τοῦ λέγεσθαι· τῶν γὰρ σημαντικῶν λέξεων ἡ θεωρία οὐκ ἄλλως ἂν γένοιτο ἢ καθόσον λέγονται. τὸ δὲ συναγόμενον ἐκ τῶν προειρημένων ἐστίν, ὡς οὐδὲ τὸ τόδε λέγεσθαι ἴδιόν ἐστιν τῆς οὐσίας, οὐχ ὁμοίως μέντοι τῷ πρότερον εἰρημένῳ· ἀλλὰ τὸ μὲν μὴ ἐν ὑποκειμένῳ οὐκ ἦν ἴδιον ὡς μὴ μόνῃ αὐτῇ ὑπάρχον, τοῦτο δὲ οὐκ ἔστιν ἴδιον, διότι μὴ πάσῃ αὐτῇ ὑπάρχει. Ἀλλ’ ἀποροῦσί τινες, πῶς τὸν τινὰ ἄνθρωπον καὶ ἄνθρωπον εἶναι λέγομεν καὶ ζῷον καὶ λογικὸν καὶ θνητόν, εἰ μὴ πάντα ταῦτα τάδε ἐστίν. ἢ ὅτι τὰ εἴδη καταταχθέντα λέγομεν τάδε τινὰ εἶναι, ὁ δὲ λόγος ἦν περὶ τῶν καθ’ αὑτὰ ἐπινοουμένων. ἀλλὰ κατὰ τί λέγομεν τόδε τι τὴν ἄτομον οὐσίαν, πότερον κατὰ τὸ εἶδος ἢ τὴν ὕλην ἢ τὸ ἐξ ἀμφοῖν; ἢ φήσομεν κατὰ πάντα, ἀλλὰ κατὰ μὲν τὴν ὕλην, καθόσον ὑπόκειται καὶ εἰς ἐνέργειαν ἥκει τοῦ δέχεσθαι τὸ εἶδος, κατὰ δὲ Πλάτωνα καὶ μὴ ὡς ἐξισταμένην τῆς οἰκείας φύσεως·2 κατὰ δὲ αὖ τὸ εἶδος, καθόσον ὥρισται καὶ ἕν ἐστιν ἀριθμῷ· καὶ γὰρ ὁ Βόηθος τὸ ἓν κατὰ τόδε ἀφορίζει. εἰ δέ τις τὴν ὕλην ἀόριστον οὖσαν μηδαμῶς τόδε τι εἶναί φησιν, ἀναμνήσομεν αὐτόν, ὡς οὐ περὶ τῆς ἀσχέτου ὕλης ἐστὶν ὁ παρὼν λόγος, ἀλλὰ τῆς ἤδη σχέσιν ἐχούσης πρὸς τὸ εἶδος. τὸ δὲ σύνθετον δηλονότι ὅπερ ἐστὶν τὸ ἄτομον ἐπιδέχεται τὸ τόδε. εἰ δέ τις οὐ πραγματικὴν εἶναι λέγοι διαφορὰν ἐν τῷ τόδε καὶ τοιόνδε, ἀλλὰ σημασίας λεκτικῆς ἰδιώματα, τὸ μὲν τοῦ παρεῖναί τι καὶ ὡρισμένως ἀφορίζειν τὴν διάνοιαν σημεῖον γινόμενον, τὸ δὲ τοιόνδε ὡς ὅμοιον τῷδε δηλοῦν,3 ἐροῦμεν καὶ πρὸς τοῦτο τὴν ὡρισμένην καθ’ ἓν οὐσίαν προυπάρχειν καὶ τὴν ταὐτότητα καὶ ὁμοιότητα τοῦ λόγου τὴν ἐπὶ ταῖς πολλαῖς οὐσίαις προηγεῖσθαι, καθ’ ἃς καὶ ἡ σημασία ἔχει χώραν· διότι γὰρ ἐστιν ὡρισμένως, διὰ τοῦτο ὡρισμένως λέγεται, ἀλλ’ οὐκ ἀνάπαλιν. ὅλη δὲ ἡ ἔφοδος ἡ ἀπὸ τῶν λεγομένων ἐπὶ τὰς οὐσίας κατὰ μὲν τοὺς Πυθαγορείους ἔχεται ἀληθείας, ἐπειδὴ συμφυῆ τὰ λεγόμενα τοῖς πράγμασιν ἐτίθεντο· κατὰ δὲ τοὺς συνθήκην ἄλλως λέγοντας εἶναι τὰ μόρια τῆς λέξεως ἀλλοτρίως πρόεισιν ἀποπίπτουσα τῆς ἀρχῆς τῶν κατηγοριῶν, ἀφ’ ἧς ὥρμηνται κατὰ ἀλήθειαν. Ἄξιον δὲ ζητεῖν κατὰ τοὺς ὑπόστασιν διδόντας τοῖς εἴδεσιν καὶ γένεσιν εἰ ῥηθήσεται τάδε εἶναι· καὶ γὰρ καὶ Χρύσιππος ἀπορεῖ περὶ τῆς ἰδέας, εἰ τόδε τι ῥηθήσεται. συμπαραληπτέον δὲ καὶ τὴν συνήθειαν τῶν Στωικῶν περὶ τῶν γενικῶν ποιῶν, πῶς αἱ πτώσεις κατ’ αὐτοὺς προφέρονται, καὶ πῶς οὔτινα τὰ κοινὰ παρ’ αὐτοῖς λέγεται, καὶ ὅπως παρὰ τὴν ἄγνοιαν τοῦ μὴ πᾶσαν οὐσίαν τόδε τι σημαίνειν καὶ τὸ παρὰ τὸν Οὖτιν σόφισμα γίνεται παρὰ τὸ σχῆμα τῆς λέξεως, οἷον ‘εἴ τίς ἐστιν ἐν Ἀθήναις, οὐκ ἔστιν ἐν Μεγάροις * * *’· ὁ γὰρ ἄνθρωπος οὐ τίς ἐστιν· οὐ γάρ ἐστιν τὶς ὁ κοινός· ὡς τινὰ δὲ αὐτὸν ἐλάβομεν ἐν τῷ λόγῳ, καὶ παρὰ τοῦτο καὶ τὸ ὄνομα τοῦτο ἔσχεν ὁ λόγος Οὖτις κληθείς. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦδε τοῦ σοφίσματός ἐστιν· ‘ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δέ εἰμι ἐγώ· ἄνθρωπος ἄρα σὺ οὐκ εἶ’. καὶ γὰρ ἐπὶ τούτου τοῦ σοφίσματος τὸ μὲν ἐγὼ καὶ σύ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος ἐπ’ οὐδενὶ τῶν ἐν μέρει· γέγονεν οὖν ἡ παραγωγή, διότι τῷ οὐ τινὶ ὡς τινὶ ἐχρήσατο. ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὰ ἑξῆς ἰτέον.
或者[属差与]白色[之所以不同],是因为白色纯粹是某种性质,而属差是关于实体的某种性质;并且因为不可能像白色那样脱离实体来构想有足,还因为属差就实体作为实体而言表示实体的差异,并且在某种意义上与实体相似,而属和种则是对性质具有某种相似性的实体;因此,后者是在“是什么”中被表述,而属差是在“具有何种性质”中被表述。他还补充说,在依照共同概念被表述的事物中,切近表述的事物(例如种)似乎涉及的范围较小,而较为疏远的事物(例如属)则包含了更广的规定。然而,在关于实体所说的诸点中,“不在底层之中”是从它相对于在底层中生成之物的关系中抽取的,而“表示某个这个”则是从表述的习惯中抽取的;但实体本身究竟是什么样的事物从而接纳这种关系,则绝未被言明。或者这是因为既定任务是区分每一事物如何被表述以及以多少种方式被表述,正因如此,表述在多大程度上发生,他便在多大程度上展示它们的特征,并且因为他以更为逻辑的方式、例如从“被言说”出发来探寻诸范畴的特征?因为对有意义言词的考察,只能就它们被言说的程度而言来进行。而从前述内容推导出的结论是,被言说为“这个”也并非实体所特有,然而并非以同于前述内容的方式;因为“不在底层之中”之所以不是特有的,是因为它不单单属于实体,而此点之所以不是特有的,则是因为它并不属于全部实体。但是有些人提出疑难:如果所有这些都不是“这些”,那么我们为什么把某个特定的人既说成人,又说成动物,以及理性的和必死的?或者应当说,我们称那些被排定于[个体之中的]种是某些“这些”,而讨论所针对的乃是就其自身被构想的事物?然而我们究竟根据什么把不可分的实体说成是某个这个:是根据形式,根据质料,还是根据由二者构成者?或者我们应当说根据所有这一切;但根据质料而言,乃是就其作为底层并达到接纳形式的现实活动而言,并且按照柏拉图的说法,乃是作为不脱离自身固有本性的质料;而反过来根据形式而言,乃是就其已被限定并且在数上为一而言(因为博埃图斯也是通过“这个”来规定一的)。如果有人说质料由于是不定的因而绝非某个这个,我们将提醒他,当下的论述并非关于无关联的质料,而是关于已经对形式具有关系的质料。而复合物,显而易见正是不可分的个体,接纳了“这个”。但是,如果有人说在“这个”与“具有这种性质的”之中的差异并非事实性的,而只是言语表达特征的差异,前者成为某物在场并确定地界定思想的标记,而“具有这种性质的”则表明与此相似之物,那么我们对此也将回答说:作为单一而确定的实体乃是先在的,在众多实体之上的定义的同一性与相似性也是先行存在的,意义正是依照它们才得以确立;因为正是由于它是确定地存在的,它才被确定地言说,而不是相反。并且从被言说之物走向实体的整个考察进路,按照毕达哥拉斯学派的观点是合乎真理的,因为他们设定被言说之物与实际事物是同本性的;但按照那些声称言语的各个部分完全出自约定的人,这一进路则以异样的方式展开,脱离了诸范畴的原则——他们实际上是从这一原则出发的。然而值得探究的是,按照那些赋予种和属以自立存在的人,种和属是否将被说成是“这些”;因为克律西波斯关于理型也提出了疑难,即理型是否会被说成是某个这个。此外还必须一并考虑斯多亚学派关于属的性质的习惯用语,即格按照他们是如何表达的,以及共同之物在他们那里是如何被称为“非某物(无)”,以及由于不了解并非每一实体都表示某个这个,基于词语形式的“无名氏(没有人)”诡辩是如何产生的,例如:“如果某人在雅典,他就不会在墨加拉[……]”;因为[共同的]人并不是某个特定的人(因为共同者并非某个特定的人);但我们在论证中把它当作了某个特定的人,正是因此该论证获得了这个名称,被称为“无名氏”。同样的情况也存在于以下诡辩中:“凡是我所是的,你不是;但我是一个人;因此你不是一个人。” 因为在这个诡辩中,“我”和“你”是对不可分的个体而言的,而“人”并不针对个别事物中的任何一个;因此这一推导之所以发生,是因为他把“非某物”当作了“某物”来使用。但关于这些已经足够了,必须进而讨论接下来的内容。
- 2.7ἢ τοῦ μὲν λευκοῦ, διότι τὸ μὲν λευκὸν ποιὸν μόνως
句首的 ἢ 引出了对上一语块末尾所提问题(τίνι μὲν τοῦ λευκοῦ, τίνι δὲ τῶν γενῶν καὶ εἰδῶν αἱ διαφοραὶ διεστήκασιν)的回答。此处省略了表示区别的主动词(διέστηκεν 或 διεστήκασιν),支配表示分离的属格 τοῦ μὲν λευκοῦ,其后接由 διότι 引导的原因从句。
- 2.7κατὰ δὲ Πλάτωνα καὶ μὴ ὡς ἐξισταμένην τῆς οἰκείας φύσεως
宾格分词 ἐξισταμένην 以承接前文的质料(τὴν ὕλην)作为逻辑主语。在 κατὰ Πλάτωνα(按柏拉图的观点)的引导下,它充当修饰质料的同位或限定性分词短语,表明质料在接纳形式时并不脱离自身的固有本性。
- 2.7τὸ μὲν τοῦ παρεῖναί τι καὶ ὡρισμένως ἀφορίζειν τὴν διάνοιαν σημεῖον γινόμενον, τὸ δὲ τοιόνδε ὡς ὅμοιον τῷδε δηλοῦν
在由 εἰ δέ τις... λέγοι 引导的间接引语从句内部,作为前文 ἰδιώματα 的部分同位语,这两个相对比的项采用了平行的分词结构:前者使用与 τὸ μὲν 一致的中性单数分词 γινόμενον(σημεῖον 为表语名词),后者使用与 τὸ δὲ τοιόνδε 一致的 δηλόω 的中性单数分词 δηλοῦν(词形与现在时不定式相同)。
