- 底本
- Simplicius, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca VIII, ed. C. Kalbfleisch, Berlin: Reimer 1907, pp. 1-438. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg003.humanitext-grc1:102.11-103.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解《范畴篇》3b10“每一实体似乎都表示某个这个”,论证了“这个”(直示对象)在严格意义上仅适用于不可分实体(第一实体),而第二实体则是通过就实体界定本质性性质而表示“具有这种性质的”。
" Πᾶσα δὲ οὐσία δοκεῖ τόδε τι σημαίνειν ἕως τοῦ ὁ γὰρ ζῷον εἰπὼν ἐπὶ πλέον περιλαμβάνει ἢ ὁ τὸν ἄνθρωπον." Δείξας πρότερον, ὅτι οὔτε τὸ μὴ ἐν ὑποκειμένῳ ἴδιόν ἐστιν τῆς οὐσίας, ἀλλὰ κοινὸν τοῦτο αὐτῇ πρὸς τὴν διαφοράν ἐστιν, οὔτε τὸ συνωνύμως ἀπ’ αὐτῆς τὰ ἄλλα λέγεσθαι,1 τῇ γὰρ ἀτόμῳ οὐσίᾳ τοῦτο οὐχ ὑπάρχει, μεταβέβηκεν ἐπὶ τὴν ἀπὸ τῆς δείξεως διάκρισιν. οἰκεῖαι γὰρ εἰσὶν δείξεις ἔν τισι τῶν κατηγοριῶν, ὥσπερ κατὰ τὸ ποιὸν τὸ τοιόνδε καὶ κατὰ τὸ ποσὸν τὸ τοσόνδε· οὕτως δὲ καὶ κατὰ τὴν οὐσίαν τὸ τόδε. πλὴν καὶ τοῦτο δείκνυσιν οὐ πάσῃ τῇ οὐσίᾳ ὑπάρχον· ἡ γὰρ δευτέρα οὐσία οὐχ ὡς τόδε, ἀλλ’ ὡς τοιόνδε δείκνυται, διότι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει,2 οὐ μέντοι ὡρισμένως τὸ τόδε αὐτῇ προσήκει. οὐδὲν ἄρα τούτων ἴδιον κυρίως τῆς οὐσίας ἐστίν. καλῶς δὲ εἶπεν ὅτι πᾶσα οὐσία δοκεῖ τόδε τι σημαίνειν, διότι τὴν ἑτέρων δόξαν ἀπαγγέλλει καὶ τὴν ἀνωμαλίαν τῆς συνηθείας, ἥτις τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθεν πολλάκις σημαίνειν· καὶ γὰρ ἐνταῦθα πιθανὴν φαντασίαν ἐμποιεῖ, ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστιν τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, ἐπειδὴ εἴδει ἐστὶν εἷς. ἐξετάζων δὲ τὴν δόξαν ταύτην ἐπὶ μὲν τῶν πρώτων οὐσιῶν ὁμολογουμένην αὐτὴν εὑρίσκει· τόδε γάρ τί ἐστιν ἡ ἄτομος οὐσία, οὐχ ὅτι ἐστὶν ἁπλῶς οὕτως ἓν ἀριθμῷ, ἐπεὶ καὶ τὸ ποιὸν ἓν ἂν γένοιτο τῷ ἀριθμῷ καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς ἐννέα κατηγορίας ὅσα καθ’ ἓν ἀφώρισται, οὐδαμῶς δὲ ταῦτα δέχεται τὴν τοῦ τόδε δεῖξιν κατὰ τὴν οἰκείαν ἰδιότητα, ἀλλὰ τὸ οὐσιῶδες ἓν ἀριθμῷ μόνον· καὶ γὰρ ἐκείνων ἕκαστον εἴ τις [τὸ] τόδε λέγοι, οὐ τὴν ἰδίαν τῆς ποιότητος δεῖξιν ποιούμενος (ἐκείνη γὰρ τὸ τοιόνδε ἀπῄτει), ἀλλὰ τὸ κοινὸν τῆς καὶ ὡς καθ’ ἑαυτὸ ὑποστάσεως * *, ὃ πᾶσιν ἀπὸ τῆς οὐσίας ἐνδίδοται. ἐπὶ μέντοι τῶν δευτέρων οὐσιῶν τὸ μὲν σχῆμα τῆς λέξεως ὁμοίως δοκεῖ τόδε τι σημαίνειν ἐπὶ ἀνθρώπου καὶ Σωκράτους, οὐ μὴν ἀληθές γε, ἀλλὰ μᾶλλον ποιόν, διότι πολλῶν ὄντων τῶν καθ’ ἕκαστα τὴν ὁμοιότητα αὐτῶν τὸ γένος καὶ τὸ εἶδος παρίστησιν. προθεὶς δὲ δύο, τό τε μὴ ἀληθὲς εἶναι τὸ ὁμοίως τῇ ἀτόμῳ οὐσίᾳ τὸ γένος καὶ τὸ εἶδος τόδε τι σημαίνειν καὶ ἔτι μέντοι τὸ μᾶλλον ποιόν τι σημαίνειν, τὸ μὲν πρῶτον κατασκευάζει διὰ τοῦ οὐ γὰρ ἓν σημαίνει τὸ ὑποκείμενον, ὅτι δὲ ποιόν, διὰ τοῦ κατὰ πολλῶν γὰρ ὁ ἄνθρωπος λέγεται, καὶ ὅταν αὐτὸν εἴπωμεν, οὐδένα λέγομεν τῶν ἐν μέρει ὡρισμένως, ἀλλ’ ἐπ’ ἀδήλῳ· οὐδὲν γὰρ μᾶλλον Σωκράτη ἢ Πλάτωνα ἢ ἄλλον τινὰ τῶν καθ’ ἕκαστα. οὐ γὰρ πᾶν τὸ περιγραφὴν ὁποιανοῦν ἔχον ἤδη καὶ τόδε, ἐὰν μὴ ἓν ᾖ καὶ ὡρισμένον. ὅταν δὲ λέγω ἄνθρωπον, δεῖξαι τὸ εἶδος οὐ δύναμαι (οὐδὲ γὰρ ὑφέστηκεν καθ’ ἑαυτό), ἀλλὰ τὸν ἄτομον δεικνύς, οἷον τὸν Σωκράτη, λέγω ὅτι τοιοῦτόν ἐστιν ὁ ἄνθρωπος ὁποῖον Σωκράτης· οὐκοῦν ποιὸν ἔσται περὶ οὐσίαν. ἵνα δὲ μή τις ὑπολάβῃ τὴν δευτέραν οὐσίαν ποιότητα νομίζειν αὐτὸν ὥσπερ τὸ λευκόν, ἐπειδὴ ποιόν τι καὶ ἐκείνην εἶπεν σημαίνειν, καὶ τὸ λευκὸν δὲ περὶ οὐσίαν ἐστίν, διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν παραδίδωσιν, τῶν μὲν δευτέρων οὐσιῶν τὴν ποιότητα οὐσιώδη λέγων· τοῦτο γάρ ἐστιν τὸ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν. προσυπακουστέον δὲ τὸ τῆς οὐσίας εἶδος καὶ γένος· οὐ γὰρ πᾶν εἶδος καὶ γένος τοιοῦτον, εἰ μὴ ἄρα καὶ τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις γένη καὶ εἴδη ἐν τῷ τί ἐστιν κατηγορούμενα οὐσιώδη ποιότητα παρέχεται κατὰ τὴν τῆς οὐσίας καὶ ἐν ἐκείνοις μέθεξιν. τῶν μὲν οὖν δευτέρων οὐσιῶν τὴν ποιότητα οὐσιώδη φησὶν καὶ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν, τουτέστιν περιορίζειν καὶ περιγράφειν, τοῦ δὲ λευκοῦ αὐτὸ τοῦτο μόνον ποιότητα· διὸ καὶ λευκὸν μὲν ἄνευ οὐσίας νοεῖται, τὸ δὲ γένος καὶ εἶδος ἄνευ ἀτόμου οὐσίας οὐ δύναται θεωρεῖσθαι, καὶ τὰ μέν ἐστιν μέρη συμπληρωτικὰ τῆς οὐσίας, τὰ γένη καὶ τὰ εἴδη, τὸ δὲ λευκὸν οὐκ ἔστιν. ἀλλ’ ἐπεὶ καὶ ἡ διαφορὰ τὴν τοῦ γένους οὐσίαν ἀφορίζουσα εἰδοποιεῖν δοκεῖ καὶ χαρακτηρίζειν τὰς οὐσίας ἐν τῷ ποιῷ, ἄξιον ζητεῖν, τίνι μὲν τοῦ λευκοῦ, τίνι δὲ τῶν γενῶν καὶ εἰδῶν αἱ διαφοραὶ διεστήκασιν.
“每一实体似乎都表示某个这个”直至“因为说‘动物’的人比说‘人’的人包含了更多的东西”。 在先前指出了不在底层之中并非实体所特有、而是实体与属差所共有,其它事物同名地依据它而被表述[亦非实体所特有]——因为这并不属于不可分实体——之后,他进而转向基于指称(直示性指称)的区分。因为在某些范畴中存在特有的指称,正如在性质上有“具有这种性质的”,在数量上有“具有这么多数量的”;而在实体上同样有“这个”。然而他也指出,这也并不属于所有实体;因为第二实体不是作为“这个”被指称,而是作为“具有这种性质的”被指称,因为它是关于实体来规定性质的,然而“这个”在确定意义上并不属于它。由此可见,这些特征严格来说都不属于实体所特有。而他之所以说每一实体“似乎”都表示某个这个,是恰当的,因为他是在转述他人的意见以及习惯用语的不规则性,后者常常惯于用相似的词语形式来表示互不相同的事物;因为在这里用语也造成了一种令人信服的表象,似乎“人”由于在种上是一,也就类似于苏格拉底因而在数上是一。在考察这一意见时,他发现在第一实体上它是公认正确的;因为不可分实体确实是某个这个,这并非单纯因为它是数上的一(因为性质也能在数上成为一,属于九个范畴下的其它凡是作为单一而被规定的事物也是如此,但这些绝不依照自身的特质接纳“这个”的指称,唯独实质上数的一才接纳它;因为即使有人把那些事物中的每一个称为“这个”,他也并不是在进行性质特有的指称——因为那种指称要求的是“具有这种性质的”——而是在进行由实体赋予一切事物的、作为自立存在的共同[……])。然而在第二实体上,词语的形式在“人”和“苏格拉底”上虽然似乎同样表示某个这个,但这绝非真实,反而更多表示某种性质,因为在个别事物众多的情况下,属和种表明了它们的相似性。他在提出了两点——即属和种像不可分实体那样表示某个这个并非真实,以及它们毋宁表示某种性质——之后,便通过“因为并不表示作为底层的单一者”确立了第一点,并通过“因为‘人’是表述许多事物的”确立了它表示某种性质;并且当我们说出它时,我们并没有确定地指称部分中的任何一个,而是不确定地指称;因为这绝不更指苏格拉底,而不指柏拉图或个别事物中的任何其它一个。因为并非凡是具有任何界限者就已经是“这个”,除非它既是一又是确定的。而当我谈及“人”时,我无法指称那个种(因为它并非自立存在),而是指称着不可分个体(例如苏格拉底),说人就是如同苏格拉底这般的东西;从而它将是关于实体的某种性质。但为了不让人误以为他把第二实体当作如同白色一般的性质(既然他说第二实体也表示某种性质,而白色也是关于实体的),为此他阐明了它们之间的差异,称第二实体的性质是“本质性的”;因为这就是所谓“关于实体规定性质”。但是必须在思想中补充“实体的”种和属;因为并非每一个种和属都是如此的,除非其它范畴中的属和种在就“是什么”作表述时,也依照实体在它们之中的分有而提供了本质性的性质。因此他说,第二实体的性质是本质性的并且“关于实体规定性质”,亦即限制并界定,而白色的性质仅仅是性质本身;由此,白色可以脱离实体而被构想,但属和种离开不可分实体便无法被考察,并且属和种是构成实体的补充部分,而白色则不是。然而,既然属差在规定属的实体时也似乎在形成种并在性质中表征实体,那么探讨属差在什么方面有别于白色、在什么方面有别于属和种,就是值得研究的。
- 2.7οὔτε τὸ συνωνύμως ἀπ’ αὐτῆς τὰ ἄλλα λέγεσθαι
承前句 οὔτε τὸ μὴ ἐν ὑποκειμένῳ ἴδιόν ἐστιν τῆς οὐσίας 省略了谓词 ἴδιόν ἐστιν τῆς οὐσίας(属于实体所特有),支配着带有冠词的不定词短语 τὸ συνωνύμως ἀπ’ αὐτῆς τὰ ἄλλα λέγεσθαι(其它事物依照它同名地被表述[亦非实体特有])。
- 2.7περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει
源自亚里士多德原文(Cat. 3b20)的表述。动词 ἀφορίζει(界定、规定)的直接宾语是中性单数宾格实体化的 τὸ ποιόν(性质),而介词短语 περὶ οὐσίαν(关于实体)则作为状语指明限定的范围。
