← 辛普里丘

亚里士多德《论天》注释

§96.30-98.22

对立的诸层级与月下界生灭的机制

本节以理智界中对立者的合一以及天界中的和谐互补为前提,阐明在月下界中,由于元素的间距与冲突,复合实体的生成、消灭与相互转化是如何产生的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22#4

τὸ μὲν νοητὸν πλῆθος καὶ κατὰ τὴν διάκρισιν τὴν ἑαυτοῦ τὴν ὡς ἐν νοητῷ θεωρουμένην ἡνωμένον ἐστὶν ἅτε παντὸς τοῦ ὄντως ὄντος ἐν τῷ ἑνὶ μένοντος· διὸ καὶ οὐ μόνον τὰ διάφορα εἴδη ἅμα συνυφέστηκεν ἐν ἐκείνῃ τῇ οὐσίᾳ, ἀλλὰ καὶ τὰ ἐναντία, καὶ μετέχει ἀλλήλων καὶ ἥνωται πρὸς ἄλληλα, ὡς μηκέτι ἐπείσακτον εἶναι τὴν μέθεξιν μηδὲ τὸ ποιεῖν καὶ πάσχειν ἔτι χώραν ἔχειν ἐκεῖ, διὸ καὶ γενέσεως τῆς κυρίως ἐξῄρηται ἐκεῖνα. ἐν δὲ τοῖς πρώτοις τῶν κυρίως γινομένων διαστάσεως ἀναφανείσης καὶ μερισμοῦ καὶ μεταβολῆς, ἀλλὰ σωζομένης εἰλικρινοῦς τῆς πρὸς τὸ ἀμέριστον ὁμοιώσεως, διακέκριται μὲν ἀλλήλων τὰ συμπληροῦντα τὴν οὐσίαν ἐκείνην καὶ μέρη καὶ εἴδη, δρᾷ δὲ εἰς ἄλληλα καὶ πάσχει ὑπ’ ἀλλήλων ἅτε διαστάντα ἀπ’ ἀλλήλων, μενούσης δὲ ὅμως τῆς οὐσίας καὶ δρᾷ τὰ δρῶντα καὶ πάσχει τὰ πάσχοντα τελειωτικῆς οὔσης τῆς εἰς ἄλληλα ἐνεργείας· τῇ γὰρ ἀλλήλων μετοχῇ τὴν ἐν τῷ ὄντως ὄντι ἕνωσιν ἀπεικονίζεται τὰ ἐν τῷ γινομένῳ εἴδη· ἀλλὰ τὰ μὲν ἐν τῷ προσεχῶς ὑπὸ τοῦ ὄντος ὑφισταμένῳ τελεσιουργῶς τοῦτο δρᾷ, τὰ δὲ ἀπὸ τούτων ὑφιστάμενα λοιπὸν ἀπὸ τοῦ ἀεὶ τοῦ χρονικοῦ πρὸς τὸ ποτὲ τὸ ἐν μέρει χρόνου ὑπελθόντα,1 διότι κατὰ τὰς ἄλλοτε ἄλλας γινομένας διαθέσεις τῶν οὐρανίων ὑφίσταται, ὡς ταδὶ μὲν ἐν τοῖσδε τοῖς ζῳδίοις τοῦ ἡλίου τυγχάνοντος, ταδὶ δὲ ἐν τοῖσδε. πολλῆς οὖν γενομένης τῆς ἐν τῷ ἐσχάτῳ πλήθει διαστάσεως καὶ τῶν ὑπὸ σελήνην οὐσιῶν ἐκ τῶν οὕτως διεστηκότων συντιθεμένης οὔτε πάντα μετέχει πάντων οὔτε πάντα ἐν πᾶσιν, ἀλλ’ ὅσα μὲν διάφορα ὄντα ἐν ἑνὶ εἴδει συνδεδράμηκε, ταῦτα δύναται συνυπάρχειν ἀλλήλοις ἀστασιάστως ἀλλήλων μετέχοντα, τὰ δὲ ἐναντία τὴν πᾶσαν ἐνταῦθα διάστασιν ὑπομείναντα συνάγεται μὲν εἰς τοῦτο πάντως καὶ μάλιστα τὰ γενικώτερα, οἷον θερμότητες, ψύξεις, ξηρότητες, ὑγρότητες, καὶ τὰ συνεδρεύοντα τούτοις ἑκάστῃ τῶν αἰσθήσεων ἀντιληπτά, οἷον λευκότητες, μελανίαι, ὀξύτητες, βαρύτητες, γλυκύτητες, πικρότητες, τραχύτητες, λειότητες, καὶ αἱ κατὰ τὰς ὀσμὰς ἀντιθέσεις, συνάγονται δὲ οὐ καθ’ αὑτά, ἀλλὰ μετὰ τῶν ὑποκειμένων αὐτοῖς σωμάτων, ἐν οἷς ὑφεστήκασι· ταῦτα δέ ἐστι τὰ πρῶτα στοιχεῖα, πῦρ, ἀήρ, ὕδωρ, γῆ, ἐξ ὧν τὰ ἄλλα συνίσταται τά τε ζῷα καὶ τὰ φυτά. ἀλλ’ ὅταν μὲν ἐναρμονίου καὶ συμμέτρου τινὸς ἀπὸ τῶν οὐρανίων τύχῃ συναγωγῆς πρὸς τόδε τι ἢ τόδε τῶν συνθέτων εἰδῶν ἐπιτηδειότητα ἐχούσης, ἐλλάμπει τότε τὸ εἶδος ἐκεῖνο καὶ αὐτό τε συνέχει τὴν τῶν ἐναντίων συνδρομήν, καὶ ὑπ’ αὐτῆς ἐκεῖνο συνέχεται· ὅταν δὲ τὰ ἐναντία, οἷον πῦρ καὶ ὕδωρ, διὰ τὸ φύσει δύσμικτον ἐπιμένῃ μαχόμενα κατὰ τὰς ἐναντίας ποιότητας, τότε ἀνάγκη ποτὲ τὸ ἕτερον ἐπικρατοῦν ἐκ τῆς τοῦ ἀντικειμένου μειώσεως αὔξεσθαι, καὶ φθείρεται μὲν τότε τὸ σύνθετον εἶδος ἐκεῖνο τὸ τῇ τοιᾷδε συμμετρίᾳ τῶν στοιχείων πεφυκὸς ἐπιγίνεσθαι, οἷον τὸ τοῦ βοὸς ἢ τοῦ ἵππου, ἄλλου δὲ εἴδους συμμετρίας τοῖς στοιχείοις ἐγγενομένου κατὰ τὴν πλεονεξίαν τε καὶ μειονεξίαν τῶν στοιχείων καὶ ἄλλης ἐπιτηδειότητος2 μέλιτται μὲν ἀπὸ βοός, σφῆκες δὲ ἐξ ἵππου γίνονται καὶ σκώληκες ἀπὸ διαφόρων ζῴων καὶ φυτῶν διάφοροι. ἔστι δὲ ὅτε πολλῆς τινος πλεονεξίας τῶν στοιχείων ἐν τοῖς συνθέτοις γενομένης ἢ καμόντα λοιπὸν καὶ γηράσαντα ἀνεπιτήδεια γίνεται3 πρὸς συνθέτου εἴδους ὑποδοχὴν καὶ διαλυθέντα τότε εἰς τὰς ἑαυτῶν ὁλότητας χωρεῖ καὶ ἐκνεασθέντα ἐκεῖ καὶ ἀνηβήσαντα τότε πάλιν ἔρχεται πρὸς σύνθεσιν· δηλοῖ δὲ μάλιστα τὸ ὕδωρ ταῦτα τότε μάλιστα πρὸς γένεσιν καὶ τροφὴν ἐπιτήδειον ὑπάρχον, ὅταν καθαρὸν γένηται καὶ ἐκ τῆς ἑαυτοῦ ὁλότητος ἀπομερίζηται, ὡς ἀπὸ πηγῶν ὁρᾶται. καὶ δῆλον, ὅτι καὶ ἡ γένεσις ἐνταῦθα καὶ ἡ φθορὰ μεταβολή τίς ἐστιν ὑπό τε τοῦ ἐναντίου γινομένη καὶ ἐκ τῆς ἐναντίας ἕξεως εἰς τὴν ἐναντίαν μεθισταμένη, ἐπὶ μὲν τῶν στοιχείων τοῦ ὕδατος, εἰ τύχοι, ὑπὸ τοῦ πυρὸς εἰς τὴν ἐναντίαν ἑαυτῷ σύστασιν τὴν πύριον μεταβαλλομένου, καὶ οὕτως γίνεται τὸ πῦρ ἐξ ἐναντίου μὲν ἑαυτῷ τοῦ ὕδατος κατὰ τὰς ἐναντίας ποιότητας, ὑπὸ ἐναντίου δὲ τῷ ὕδατι τοῦ πυρός· δεῖ γὰρ τὸ μὲν φθειρόμενον ἐναντίον εἶναι τῷ φθείροντι, τὸ δὲ γινόμενον ταὐτὸν τῷ ποιοῦντι.

理智的多样性即使依其自身的区分——即作为在理智者中所考察的区分——亦是统一的,因为一切真正存在者皆停留在一之中。因此,在彼实体之中,不仅不同的形式共同并存,甚至对立者亦共同并存,且它们彼此分有并相互统一,以至于这种分有不再是外来的,施动与受动在彼处亦不再占有立足之地;为此,那些事物亦超越了严格意义上的生成。 然而,在严格意义上的生成物中居于首位者之中,尽管已显露出扩展间距、分割与变化,但对不可分者的纯粹相似性仍得以保持;因此,充满彼实体的部分与形式固然彼此区分,且鉴于它们彼此拉开了间距,便相互施动并相互受动,但实体终究保持不变,施动者施动,受动者受动,其相互的现实活动乃是完善性的;因为生成者之中的形式通过彼此的分有,摹写了真正存在者之中的统一。然而,在直接自存在而存立者之中的形式是以完满的方式践行此点的,而随之自这些事物存立的形式,则已从时间性的“常在”下降为属于时间之部分的“有时”,因为它们是根据天体在不同时间所形成的变动性向而存立的,正如当太阳位于这些黄道星座时这些事物存立,而当太阳位于那些星座时那些事物存立。 因此,在最末端的多样性中产生了巨大的扩展间距,月下实体由如此拉开间距的事物合成,既非一切分有一切,亦非一切在一切之中;相反,凡是作为互异之物而在一个形式中汇聚者,能够互不冲突地彼此共存并相互分有;但在此处承受了完全扩展间距的对立者,则全然被汇集于此,尤其是那些更属类性的对立者,如热、冷、燥、湿,以及随同它们并为各感觉所感知的性质,如白、黑、尖锐、低沉、甜、苦、粗糙、光滑,以及嗅觉上的诸对立;但它们并非依自身被汇集,而是与其作为基底的诸物体——即它们存立于其中的物体——一同被汇集;而这些便是最初的元素,即火、气、水、土,其它事物——动物与植物——皆由它们构成。 然而,当它们从天体处获得某种和谐且合比例的汇集,且该汇集对复合形式中的此一者或彼一者具有适应性时,那一形式便放射光芒,其自身既维系着对立者的汇聚,又被该汇聚所维系;但当对立者(例如火与水)由于本性上难以混合,而在对立的性质上持续相争时,此时必然在某一时刻有某一者占得上风,因对方的减少而增长,于是那种依本性附随于元素的此类比例之上的复合形式——例如牛或马的形式——便发生消灭;而当依元素的过剩与不足而在诸元素中生成了另一种形式的比例与另一种适应性时,蜜蜂便自牛而生,黄蜂便自马而生,多样的蛆虫便自多样的动植物而生。 有时,当复合事物中产生某种巨大的元素过剩,或者它们最终疲惫与衰老时,它们便变得不再适宜接受复合形式,此时它们解体并走向各自的全体,在彼处恢复活力、重返青春,随后再次走向复合;水最清楚地表明了这些事:当水变得纯净并从其自身全体中被分割出来时——正如自泉水所见到的那样——它便对于生成与滋养最为适宜。 显而易见,此处的生成与消灭亦是某种变化,它既是由对立者引起,又是从相反的性向转移到相反的性向;以元素而言,例如当水被火变化为与其自身相反的构成(即火性构成)时,火便如此由依相反性质与其〔火〕自身相对立的水生成,且是由与水相对立的火所生成;因为被消灭者必须与消灭者相反,而生成者必须与制作它者相同。

语法注3 条
  1. 1.22τὰ δὲ ἀπὸ τούτων ὑφιστάμενα λοιπὸν ἀπὸ τοῦ ἀεὶ τοῦ χρονικοῦ πρὸς τὸ ποτὲ τὸ ἐν μέρει χρόνου ὑπελθόντα

    在对比并列结构“τὰ μὲν ... δρᾷ, τὰ δὲ ... ὑπελθόντα”中的句法断裂(破格)。前一分句具有定式动词“δρᾷ”,而后一分句主语“τὰ δὲ ... ὑφιστάμενα”后接主格分词“ὑπελθόντα”,未出现定式动词便直接接入了原因从句“διότι ... ὑφίσταται”。此处在语义上需补出“δρᾷ”(或“ὑφίσταται”),或者将分词“ὑπελθόντα”视作破格主格分词充当谓语叙述。

  2. 1.22ἄλλου δὲ εἴδους συμμετρίας τοῖς στοιχείοις ἐγγενομένου ... καὶ ἄλλης ἐπιτηδειότητος

    独立属格结构。名词短语“ἄλλου εἴδους συμμετρίας”与“ἄλλης ἐπιτηδειότητος”由“καί”连接,共用分词“ἐγγενομένου”。词序上,在“τοῖς στοιχείοις ἐγγενομένου”之后插入了介词短语“κατὰ τὴν πλεονεξίαν τε καὶ μειονεξίαν τῶν στοιχείων”,随后才出现第二个并列属格名词“καὶ ἄλλης ἐπιτηδειότητος”,构成了倒装隔离(hyperbaton)。

  3. 1.22ἢ καμόντα λοιπὸν καὶ γηράσαντα ἀνεπιτήδεια γίνεται

    主语的省略与中性复数的呼应。在独立属格“πολλῆς τινος πλεονεξίας τῶν στοιχείων ἐν τοῖς συνθέτοις γενομένης”之后的连词“ἤ”处,省略了中性复数主语(承前指元素“τὰ στοιχεῖα”或复合物体“τὰ σώματα”),支配着分词“καμόντα καὶ γηράσαντα”、表语“ἀνεπιτήδεια”以及单数动词“γίνεται”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:96.30-98.22