← 辛普里丘

亚里士多德《论天》注释

§98.22-100.15

元素相互作用中的实体变化与性质变化

辛普里丘区分了元素相互作用中实体变化(生成消灭)与性质变化(变异)的不同,并通过三段论论证了施动者如何驱除相反性质并将基底质料同化于自身的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22#5

ἡ γὰρ τῶν στοιχείων ποίησις εἰς ἑαυτὰ μεταβολὴ τῶν ποιούντων ἐκ τῶν πασχόντων1 ἐστὶν ἐπιτηδείως ἐχόντων δηλονότι τῶν ὑποκειμένων πρὸς ἑκάτερον, καὶ ἡ φθορὰ πάλιν ὑπὸ τοῦ ἐναντίου γίνεται τοῦ ἐναντίου· φθείρεται γὰρ τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς εἰς τὸ πῦρ· ὥστε καὶ ἡ ἄλλου φθορὰ ἄλλου γένεσίς ἐστι καὶ ἡ ἄλλου γένεσις ἄλλου φθορά, τῶν μὲν ποιοτήτων ἀπολλυμένων εἰς τὸ μὴ ὄν· ὅταν γὰρ ἐξ ὕδατος γίνηται τὸ πῦρ, ἡ ψυχρὰ καὶ ὑγρὰ ποιότης οἴχεται τῆς σωματικῆς οὐσίας τὰς τοῦ πυρὸς μεταλαμβανούσης ποιότητας. καὶ τοῦτο μέν, ὅταν ἐξ οὐσίας τινὸς τοῦ ὕδατος εἰς οὐσίαν ἄλλην τοῦ πυρὸς ἡ μεταβολὴ γίνηται· ὅταν δὲ ἀμυδροτέρα τις δρᾶσις καὶ πεῖσις εἰς ἄλληλα τῶν στοιχείων κατὰ ποιότητας γίνηται, ὥστε διάθεσιν ἀλλήλοις ἀφ’ ἑαυτῶν ἐμποιεῖν καὶ θερμαίνεσθαι μὲν τὸ ὕδωρ μένον ὕδωρ, ψύχεσθαι δὲ ἢ ὑγραίνεσθαι τὸ πῦρ μένον πῦρ, τότε ἀλλοίωσις λέγεται καὶ πάθος τὸ συμβαῖνον, ὅτι μὴ ἄλλη τις οὐσία ἐξ ἄλλης, ἀλλ’ ἀλλοία γέγονε μόνον. καὶ δῆλον, ὅτι καὶ οὐχ ἡ τυχοῦσα γίνεται ὑπὸ τοῦ τυχόντος διάθεσις, ἀλλ’ ἡ ἐναντία ἐκ τῆς ἐναντίας· οὐ γὰρ ψύχεται ὑπὸ ξηρότητος τὸ ψυχόμενον, ἀλλ’ ὑπὸ ψυχρότητος· τὸ γὰρ πάσχον ὑπὸ ποιοῦντος πάσχον2 καὶ ποιοῦντος κατὰ τὴν ἑαυτοῦ φύσιν καὶ αὑτῷ τῷ εἶναι· οὕτω γὰρ ποιεῖ τὰ κατὰ φύσιν ποιοῦντα· τοιοῦτον πάσχει πάθος, οἷον ἦν τὸ ποιοῦν, ἤτοι καθὸ ἐποίει τὸ ποιοῦν, καὶ τὸ ποιοῦν δὲ φυσικῶς καὶ καθ’ αὑτὸ τοιοῦτο πάθος ἐμποιεῖ, ὁποία ἦν ἡ ποιότης αὐτοῦ, καθ’ ἣν ποιεῖ· τὸ γὰρ ποιοῦν φυσικῶς εἰς ἑαυτὸ μεταβάλλειν βούλεται τὸ πάσχον, μεταβάλλεται δὲ τὸ ἐναντίον εἰς τὸ ἐναντίον καὶ ἡ ἐν τῷ ψυχομένῳ θερμότης εἰς τὴν ἐν τῷ ψύχοντι ψυχρότητα. ἀλλ’ ὅταν μέν, ὡς εἶπον, ἀλλοίωσις ᾖ τὸ γινόμενον, ἀτελῶς ταῦτα γίνεται, καὶ ψύχεται μὲν τὸ πρότερον ὑπάρχον θερμόν, οὐχ οὕτως δὲ ὡς τελείως ψυχθὲν μεταβαλεῖν εἰς τὴν τοῦ ψύχοντος φύσιν, ὅπερ ἐπὶ τῶν γινομένων καὶ φθειρομένων συμβαίνει. πάντως δὲ τὸ ἐναντίον εἰς τὸ ἐναντίον δρᾷ καὶ ἐκεῖνο φθείρει μεταβαλεῖν εἰς ἑαυτὸ βουλόμενον τὸ πάσχον· οἷον εἰ τὸ πῦρ εἰς τὸν ἀέρα ποιεῖ μεταβάλλειν αὐτὸν εἰς ἑαυτὸ βουλόμενον καὶ ἐκφλογοῦν, ἐπειδὴ θερμὸς καὶ ὁ ἀὴρ ὑπόκειται, οὐ τὴν θερμότητα τοῦ ἀέρος βούλεται μεταβάλλειν τὸ πῦρ· αὕτη γὰρ δύναται καὶ ἐν τῷ πυρὶ εἶναι· ἀλλὰ τὴν ὑγρότητα, διότι ταύτην τῷ πυρὶ συνυπάρχειν ἀδύνατον, καὶ φθείρει ταύτην οὐ τῇ θερμότητι καθ’ αὑτό, ἀλλὰ τῇ ξηρότητι, καὶ ἡ θερμότης κατὰ συμβεβηκὸς τῇ ξηρότητι συνεργεῖ. ὥστε καὶ συλλογίσαιο ἂν οὕτως· τὰ φυσικῶς δρῶντα τῶν ὑπὸ σελήνην σωμάτων πολλαπλασιάζειν ἑαυτὰ βουλόμενα δρᾷ· τὰ διὰ τὸ πολλαπλασιάζειν ἑαυτὰ δρῶντα μεταβάλλει τὰ πάσχοντα εἰς ἑαυτά· τὰ μεταβάλλοντα εἰς ἑαυτὰ τὰ πάσχοντα τὰ ἐν τοῖς πάσχουσι μὴ δυνάμενα συνυπάρχειν ἑαυτοῖς φθείρουσιν· τὰ μὴ δυνάμενα συνυπάρχειν ἐναντία ἐστί, τὰ δὲ ἐναντία ὑπὸ τῶν ἐναντίων φθείρεται· τὰ γὰρ δυνάμενα συνυπάρχειν ἐν τῷ κοινῷ ὑποκειμένῳ οὐ φθείρει ἄλληλα· φθαρέντων οὖν τῶν ἐν τῷ πάσχοντι ἐναντίων ὑπὸ τῶν ἐν τῷ ποιοῦντι ἐναντίων τὸ ὑποκείμενον προσλαβὸν τὰς τοῦ ποιοῦντος ποιότητας ἢ ποσότητας, ἀνθ’ ὧν πρότερον ἔσχεν ἐναντίων αὐταῖς, μεταβάλλεται εἰς τὴν τοῦ ποιοῦντος φύσιν· καὶ γίνεται τὸ πρότερον ὂν ὕδωρ ὑπὸ τοῦ πυρὸς πῦρ διὰ μέσου ἀέρος τῆς θερμότητος πρῶτον ὡς δραστικωτέρας τὴν ψύξιν ἐκβαλούσης ἀπὸ τοῦ ὕδατος, εἶτα καὶ τῆς ξηρότητος τὴν ὑγρότητα· καὶ μεγέθη δὲ καὶ σχήματα, ὅσα μὴ δύναται συνυπάρχειν, ἀμείβεται εἰς τὰ ἐναντία, καὶ οὕτως ἡ σωματικὴ διάστασις τοῦ ὕδατος, ἢ εἴ τι ἄλλο ἐστὶν ἐν αὐτῷ ὑλικώτερον, τὰς ἐναντίας, ὧν εἶχε, ποιότητας εἰσδεξάμενον μετέβαλεν3 εἰς πῦρ ἀπὸ ὕδατος μενόντων τῶν πρὸς τὸ πῦρ κοινῶν, ἅπερ καὶ συνυπάρχειν ἑκατέραις ἐδύνατο ποιότησιν, εἴτε ἡ σωματικὴ φύσις ἐστὶν αὐτῆς μετά τινων ἐνίοτε κοινῶν εἴτε ἡ πρώτη ὕλη· μεταβολῆς γὰρ γινομένης ἀνάγκη τι μένον εἶναι, περὶ ὃ γίνεται ἡ μεταβολή· τοῦτο δέ ἐστι τὸ κυρίως μεταβαλλόμενον κατὰ τὰς ἐξιούσας ποιότητας.

因为元素朝向自身的制作,是在基底显然对双方皆具适应性的情况下,自受动者向施动者的转变,而消灭同样是由相反者造成相反者的消灭;因为水被火消灭而成为火;以至于一者的消灭即是另一者的生成,一者的生成即是另一者的消灭,而性质则毁灭于非存在之中;因为当火由水生成时,随着物体性实体分得火的性质,冷与湿的性质便消逝了。而这乃是当转变是由水的某种实体向火的另一种实体发生之时;然而,当诸元素之间依性质而发生某种较微弱的相互施动与受动,以至于由自身而在彼此之中产生性向,且水在保持为水的同时被加热,火在保持为火的同时被冷却或湿润时,此时所发生的事便被称为变异与受动,因为并非从另一实体生成了另一实体,而仅仅是变为了相异的状态。 显而易见,所产生的性向亦非随意之物由随意之物所产生,而是相反的性向由相反的性向产生;因为被冷却者不是被燥所冷却,而是被冷所冷却;因为受动者是被施动者所作用,且是被依其自身本性并凭其自身存在而施动者所作用——因为依本性施动者正是如此施动的——,它遭受着某种受动,正如施动者过去所是的那样,即就施动者过去所施动之点而言,而自然地且依自身施动者亦产生某种受动,正如它依其进行施动的性质过去所是的那样;因为自然施动者意欲将受动者转变为自身,而相反者转变为相反者,被冷却者之中的热转变为冷却者之中的冷。 然而,正如我所说,当所发生者为变异时,这些事情乃是不完全地发生的,先前原本热者被冷却,但并非冷却到彻底转变为主动冷却者的本性,而这彻底转变正是在生成与消灭之物上所发生的情况。 但在一切情况下,相反者皆施动于相反者并消灭之,意欲将受动者转变为自身;例如,若火施动于空气,意欲将其转变为自身并使之燃烧,既然空气作为基底亦是热的,火便不意欲转变空气的热——因为此热亦能在火中存在——,而是意欲转变其湿,因为湿不可能与火共存,且火消灭此湿并非依自身凭其热,而是凭其燥,热只是偶然地协助了燥。 因此人们亦可作如下的三段论推论:月下物体中依本性施动者,乃是意欲增殖自身而施动;因增殖自身而施动者,将受动者转变为自身;将受动者转变为自身者,消灭受动者之中不能与自身共存之物;不能共存之物乃是相反者,而相反者被相反者消灭;因为凡能在共同基底中并存之物并不彼此消灭;因此,当受动者之中的相反者被施动者之中的相反者消灭后,基底获得了施动者的性质或数量,以取代它先前所拥有的与它们相反之物,便转变为施动者的本性;先前存在的水由火经由作为中介的空气而变为火,首先是热作为更具能动性者将冷自水中驱除,随后燥亦将湿驱除;凡不能共存的大小与形状,亦被替换为其相反者,如此,水在物体上的扩展间距,或者其中若有任何其它更属质料性的东西,在接纳了与它原本所拥有者相反的性质后,便从水转变为火,而与火共通之物——它们亦曾能与两类性质共存——则保持不变,无论那是水的物体性本性有时伴随某些共通之物,还是第一质料;因为在变化发生时,必然存在某种保持不变之物,变化乃是围绕它而发生的;而这正是在离开的性质之下严格意义上变化者。

语法注3 条
  1. 1.22μεταβολὴ τῶν ποιούντων ἐκ τῶν πασχόντων

    属格 τῶν ποιούντων 表示转变的终点(terminus ad quem),即自受动者(ἐκ τῶν πασχόντων)向施动者(τῶν ποιούντων)的转变。由于前置词 εἰς 已在前面的 εἰς ἑαυτά 中出现,此处的对应结构被压缩为与 ἐκ τῶν πασχόντων 相对的属格形式。

  2. 1.22τὸ γὰρ πάσχον ὑπὸ ποιοῦντος πάσχον

    分词 πάσχον 重复出现了两次:第一个带冠词作为名词化主语(“受动者”),第二个则充当谓词性分词(省略了系动词 ἐστί),构成后面主动词 πάσχει(“遭受受动”)的原因说明分句。

  3. 1.22εἰσδεξάμενον μετέβαλεν

    分词 εἰσδεξάμενον 采用了中性单数主格,这是由于受到紧邻其前插入的中性短语 ἢ εἴ τι ἄλλο ἐστὶν ἐν αὐτῷ ὑλικώτερον(“或者其中若有任何其它更属质料性的东西”)的语法吸引(即依意合应/语法吸引),尽管前置的主要主语是阴性名词短语 ἡ σωματικὴ διάστασις τοῦ ὕδατος。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:98.22-100.15