- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:95.9-96.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论述了苍天作为直接自不动原因存立的最高物体,如何以“常在生成中”的方式具有永恒性,仅接受不损害实体的圆周运动而免于生成、消灭与增减,并通过自身的运动成为居于其下的下界事物发生生成与消灭的原因。
τὸ δὲ τοιοῦτον γενητὸν καὶ μεταβολὴν εὐθὺς ἀπὸ τοῦ ὄντος ἔχει καὶ κίνησιν, ὅτι μὴ ἔμεινεν ἐν τῷ κυρίως ὄντι· διὸ μὴ μένον ἐν τῇ αὐτῇ καταστάσει τελέως· ἔμενεν γὰρ ἂν ἐν τῷ ἑνὶ καθάπερ τὸ ὄντως ὄν· μεταβάλλει καὶ κινεῖται ἀεὶ ἀπὸ τῆς προτέρας ἕξεως· διὸ καὶ ὁ χρόνος αὐτῷ συμπαραθέει μετρῶν αὐτοῦ καὶ εὐθετίζων ταύτην τὴν ἔκστασιν, ὥσπερ ἄλλο τι τὴν τῆς οὐσίας αὐτοῦ μεμερισμένην διάστασιν εὐθετίζει καὶ τὴν σωματικὴν φύσιν, εἴτε ὁ τόπος εἴτε ἄλλο τι ταύτην ἔχει τὴν δύναμιν. τοῦτο μὲν οὖν διὰ τὰς εἰρημένας αἰτίας τὸ κυρίως γενητόν ἐστιν. αὐτοῦ δὲ τούτου τὸ μὲν προσεχῶς ἀπὸ τοῦ ὄντος ὑφιστάμενον ἅτε ἀκινήτου τούτου ὄντος καὶ ἀεὶ τὴν αὐτὴν ἔχοντος κατάστασιν καὶ κατ’ οὐσίαν καὶ κατὰ δύναμιν καὶ κατ’ ἐνέργειαν δεῖ καὶ αὐτὸ μένειν ἀεὶ γινόμενον τοῦ μὲν κυρίως ὄντος εἰς τὸ γινόμενον ὑπελθόντος, τοῦ δὲ ἀεὶ τοῦ αἰωνίου εἰς τὸ χρονικὸν ἀεί·1 τὴν γὰρ τοῦ ὄντος τελειότητα καὶ παντότητα τὴν ἅμα ὅλην ὑφεστῶσαν τοῦτο κατὰ μέρος ὡς δυνατὸν ὑποδέχεται τὴν ἄπειρον ἐκείνου δύναμιν τῷ ἐπ’ ἄπειρον τούτῳ μιμούμενον. τοιοῦτος ἡμῖν ὁ πολυτίμητος οὐρανὸς ἀνεφάνη πρῶτος ἐν τῇ σωματικῇ φύσει μετὰ τὴν νοητὴν διακόσμησιν ὑποστὰς εἰκὼν καλλίστη πρὸς τὸ τῶν παραδειγμάτων ἄριστον· ἀπὸ γὰρ ἑνώσεως καὶ ταυτότητος εἰς ὁμοιότητα τὴν πρὸς τὸ ὂν τὸ γενητὸν ὑπελθὸν εἰκὼν γέγονεν ἅτε τῷ ἐοικέναι λοιπόν, ἀλλ’ οὐχὶ τῷ εἶναι πρὸς τὸ ὂν συναπτόμενον. κινηθεὶς δὲ ἀκινήτως ὁ οὐρανὸς καὶ μεταβαλὼν ἀμεταβλήτως μόνας ἐκείνας ἔσχε τὰς μεταβολάς, ὅσαι τῷ μονίμῳ συνυπάρχειν ἠδύναντο. διὸ κίνησιν μὲν τὴν κατὰ τόπον ἔσχε τὴν μενούσης τῆς οὐσίας καὶ τῆς κατ’ οὐσίαν διαθέσεως δυναμένην ἐπιτελεῖσθαι· αὕτη γὰρ τῶν μεταβολῶν ὡς ἥκιστα τῆς οὐσίας καὶ τῆς διαθέσεως ἅπτεται· καὶ τῆς κατὰ τόπον δὲ ἐκείνην ἔλαχε, καθ’ ἣν καίτοι κατὰ τόπον κινούμενος οὐκ ἐξίσταται τοῦ τόπου, ἀλλ’ ἐν τῷ αὐτῷ μένει κινούμενος, τῶν κατ’ εὐθεῖαν κινουμένων οὐδὲ τὸ βραχύτατον ἐν τῷ αὐτῷ μενόντων τόπῳ· ὥστε τὴν κύκλῳ κίνησιν μονὴν μᾶλλον εἶναι ἢ κίνησιν, εἴπερ τὰ κατ’ αὐτὴν κινούμενα θαυμαστὸν δή τινα τρόπον τῷ μὲν ὅλῳ μένει, τοῖς μέρεσι δὲ περιδινεῖται. ἀΐδιος δὲ ὢν διὰ τὴν ἀπὸ τοῦ ἀκινήτου προσεχῶς ὑπόστασιν τῆς ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν καὶ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν μεταβολῆς ὑπερανέχει, ὧν τὴν μὲν γένεσιν, τὴν δὲ φθορὰν καλεῖν ἔθος. εἰ γὰρ ἐγίνετό ποτε μὴ πρότερον ὄν, ἀνάγκη καὶ τὸ αἴτιον αὐτοῦ ποιεῖν τί ποτε μὴ πρότερον πεποιηκὸς καὶ μηκέτι ἀκίνητον μηδὲ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον φυλάττεσθαι, καὶ εἰ ἐφθείρετο, αὐτό τε ἐξειστήκει ἂν τῆς πρὸς τὸ ἀκίνητον αἴτιον ὁμοιότητος, καὶ τὸ αἴτιον τὸ προσεχὲς οὐκέτι αἴτιον ἦν οὐδὲ τῷ εἶναι ποιοῦν τὰ προσεχῶς ὑπ’ αὐτοῦ ὑφιστάμενα.2 ἡ δὲ αὔξησις καὶ μείωσις γένεσίς τις οὖσα καὶ αὐτὴ καὶ φθορὰ παντελῶς ἀλλοτρία τοῦ προσεχῶς ὑπὸ ἀκινήτου αἰτίου παραγομένου γενητοῦ καθέστηκεν· ἡ δὲ ἀλλοίωσις κατά τινα τρόπον, ὃν ἴσως προϊόντες εἰσόμεθα, δυνατή πως ἐπὶ αὐτοῦ θεωρεῖσθαι. τοιοῦτον οὖν ὑποστὰν τὸ πρώτιστον καὶ τελειότατον τῆς σωματικῆς ὑποστάσεως γόνιμον καὶ αὐτὸ ὑπάρχον, οὐ μέντοι παντελῶς ἀμετάβλητον· κἂν γὰρ πολλῶν καὶ μακαρίων μετέσχεν ἀπὸ τοῦ γεννήσαντος ἀγαθῶν, ὡς ἐν τῷ Πολιτικῷ φησιν ὁ Πλάτων, ἀλλ’ οὖν κεκοινώνηκέν γε καὶ σώματος, τουτέστι διέστη καὶ ἐμερίσθη καὶ τὴν ἀπὸ τοῦ ὄντος ἔκστασιν ὑπέμεινε· διὸ μεταβολῆς ἀμοίρῳ μένειν αὐτῷ παντάπασιν ἀδύνατον ἦν. μεταβάλλον δ’ οὖν κατά τε τὴν τοπικὴν κίνησιν καὶ τοὺς σχηματισμοὺς καὶ ἄλλοτε ἐν ἄλλῃ ἕξει καθιστάμενον κατὰ τὴν ἄλλην καὶ ἄλλην ἀπὸ τῶν αἰτίων μέθεξιν τῆς ἐπιβαλλούσης αὐτῷ ἀγαθότητος παράγει τὰ ὑφ’ ἑαυτὸν οὐκέτι ἀκινήτως, ὥσπερ αὐτὸς παρήχθη, ἀλλὰ κινουμένως αὐτὰ ὑφιστάνων. ἐνταῦθα τοίνυν καὶ ἡ κατ’ οὐσίαν ἐξεφάνη μεταβολὴ πρώτως, καὶ γένεσις καὶ φθορὰ τῆς οὐσίας τὴν ἀρχὴν ἔσχον· ἀλλ’ οὔτε ἐκ τοῦ πάντη μὴ ὄντος ἡ γένεσις οὔτε εἰς τὸ πάντη μὴ ὂν ἡ φθορά, διότι καὶ τὰ αἴτια ἀπ’ ἄλλης ἕξεως εἰς ἄλλην μεταβάλλοντα τὰς διαφορὰς τῶν ἐνταῦθα παραγομένων ὑφίστησιν. τάχα δὲ σαφέστερον ὧδε ῥητέον.
而此类生成者直接从存在拥有了变化与运动,因为它未能停留在严格意义上的存在之中;因此,由于它未能完全处于同一状态之中——否则它就会像真正存在者那样停留在一之中——它便总是自先前的性向发生变化并被推动;为此时间亦与之一同奔流,度量并整序它的这一脱离,正如某种他物整序着其实体被分割的扩展间距与物体性自然一样,无论具有此种力量的是场所还是某种他物。因此,基于上述原因,此者乃是严格意义上的生成者。 然而,在此物自身之中,直接自存在而存立者,鉴于存在者是不动的,且在实体、潜能与现实活动上皆始终保持同一状态,它自身亦必然始终处于生成之中而停留着,严格意义上的存在已下降为生成者,永恒的“常在”已下降为时间性的“常在”;因为这后者尽可能依部分接受了同时全体存立的存在者的完全性与全括性,以其无穷的延续模仿着彼者无限的力量。尊贵的苍天于我们显现为此等样态,它在理智的秩序化之后首先在物体性自然中存立,成为相对于最完满范型的最美肖像;因为生成者从统一与同一性下降为对存在的相似性,从而成了肖像,既然它此后是通过相似、而非通过存在本身与存在相接合。苍天以不动的方式被推动,以无变化的方式发生变化,仅接受了那些能够与永驻者共存的变化。因此它获得了场所运动,此种运动在实体及其依实体的性向保持不变时即可完成;因为在诸变化中,此种变化最少触及实体与性向;而在场所运动中,它获得了这样的一种:尽管依场所运动,它却不脱离其场所,而是在运动中停留在同一场所,不像依直线运动者甚至在最短的时间内也不停留在同一场所;以至于圆周运动与其说是运动,不如说是静止,倘若依圆周运动者以某种奇妙的方式在全体上停留、在部分上旋转的话。苍天因直接自不动者存立而为永恒,因而超越了从非存在到存在以及从存在到非存在的变化——人们习惯将前者称为生成,将后者称为消灭。因为如果它曾经在先前不存在的情况下生成,它的原因亦必然在某时作出了先前未曾作出的某事,且不再被保持为不动的,亦不再以相同和同样的方式存在;而如果它消灭,它自身便会脱离与不动原因的相似性,直接原因亦不再成其为原因,不再仅仅以其所是去制作直接由它存立的事物。而增减自身亦是某种生成与消灭,对于由不动原因直接引出的生成者而言乃是完全格格不入的;至于质变,则在某种方式上能够在它身上被考察,我们随论述推进或许会知晓此种方式。因此,作为物体性存立中居于首位且最完全者而存立的这一苍天,其自身亦是能产育的,然而绝非完全不可变;因为正如柏拉图在《政治家》中所说,即使苍天自分娩它的生身者处分有了许多受祝福的善,但它终究亦分有了身体,即扩展、被分割并承受了脱离存在的偏离;因此它完全不可能不分有变化。于是,苍天依照场所运动与构型发生变化,并在不同的时间处于不同的性向,根据从诸原因中对其所属善性的不同分有,不再以不动的方式引出居于其下的事物——正如它自身被引出那样——而是以运动的方式使它们存立。于是在此处,依实体的变化亦首次显露出来,实体的生成与消灭亦由此开端;但这生成既非来自完全的非存在,消灭亦非走向完全的非存在,因为诸原因从一种性向变化为另一种性向,使此处被引出之物的诸差异得以存立。不过,或许以如下方式论述会更为清楚。
- 1.22τοῦ μὲν κυρίως ὄντος εἰς τὸ γινόμενον ὑπελθόντος, τοῦ δὲ ἀεὶ τοῦ αἰωνίου εἰς τὸ χρονικὸν ἀεί
两个并列的独立属格结构,说明了前述“它自身亦必然始终处于生成之中而停留着”(δεῖ καὶ αὐτὸ μένειν ἀεὶ γινόμενον)的前提与原因。分词 ὑπελθόντος 表示在存在论层级上的下行或降阶过渡。
- 1.22καὶ εἰ ἐφθείρετο, αὐτό τε ἐξειστήκει ἂν τῆς πρὸς τὸ ἀκίνητον αἴτιον ὁμοιότητος, καὶ τὸ αἴτιον τὸ προσεχὲς οὐκέτι αἴτιον ἦν οὐδὲ τῷ εἶναι ποιοῦν τὰ προσεχῶς ὑπ’ αὐτοῦ ὑφιστάμενα
非真实条件句(反事实假定)。条件从句使用未完成过去时 εἰ ἐφθείρετο;归结从句前半使用 ἄν 加过去完成时 ἐξειστήκει ἄν,而在后半 καὶ τὸ αἴτιον ... οὐκέτι αἴτιον ἦν 中省略了 ἄν 直接使用未完成过去时 ἦν。此处省略 ἄν 乃是强调该逻辑推论的必然性与不可避免性。
