- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:93.20-95.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘划分了从一到自存的存在(永恒)、自动者乃至物体的流衍位阶,论证了唯有拥有外来的“一”且在生成中获得存立的物体性复合者,才是在严格意义上的“生成的”。
τὸ μὲν γὰρ ἁπλῶς ἓν τοῦ ὄντος αἴτιον ὑπάρχον καὶ τὸ αὐθυπόστατον ὑπερέδραμεν διπλόην ἐμφαῖνόν τινα τοῦ τε ὑφιστάνοντος καὶ τοῦ ὑφισταμένου· τὸ δὲ πρῶτον πλῆθος τῷ ἑνὶ κεκρατημένον τὸ μὲν ὑφιστάνειν ἔχει διὰ τὸ ἕν, τὸ δὲ ὑφιστάνεσθαι διὰ τὸ πλῆθος, καὶ διὰ τοῦτο ἓν μὲν ἁπλῶς οὐκ ἔστι τοῦτο, διότι ὑπὲρ αὐτὸ τὸ ἕν ἐστι τὸ πάντων τῶν ὄντων αἴτιον. τὸ δὲ πρώτιστον καὶ κυριώτατον ὄν ἐστιν ὅλον ἅμα ὑφεστηκὸς κατά τε τὸ εἶναι καὶ κατὰ τὴν τοῦ εἶναι παράτασιν, διὸ καὶ ὁ αἰὼν ἐνταῦθα τὸ ἀεὶ τῷ εἶναι παρεχόμενος· ἀλλ’ ἐπειδὴ καὶ οὗτος ἐν τῷ ἑνὶ μένει, τὸ ἀεὶ τοῦτο τὸ αἰώνιον συνῃρημένον ἐστί· πλῆθος γὰρ ἡνωμένον ὑπάρχον, μᾶλλον δὲ ἓν πεπληθυσμένον, οὔτε διάστασιν κατὰ τὴν οὐσίαν οὔτε παράτασιν κατὰ τὸ εἶναι κυρίως ἐμφαίνει· διὸ καὶ ὄντως ὄν ἐστιν, ὅπερ ἐστί. μετὰ δὲ τοῦτο προσεχῶς ὑφίσταται τὸ τούτου προσεχῶς ὑφιστάμενον, ὅπερ κινηθὲν ἀπὸ τοῦ ὄντος ἄλλο μὲν ἐγένετο παρ’ αὐτὸ καὶ κατὰ ταύτην οὐσιώθη τὴν κίνησιν, καὶ ὥσπερ αὐθυπόστατον ἐκεῖνο, οὕτως τοῦτο γέγονεν αὐτοκίνητον· καθ’ ὅσον μὲν γὰρ ἐκινήθη τοῦ ὄντος, διὰ κινήσεως ὑπέστη, καθ’ ὅσον δὲ προσεχές ἐστι τῷ ὄντι οὔπω διαστὰν ἀφ’ ἑαυτοῦ, αὐτοκίνητον γέγονεν, ὡς ἦν τὸ πρὸ αὐτοῦ αὐθυπόστατον, ταὐτὸν ἔχον τὸ κινοῦν καὶ κινούμενον διὰ τὸ κεκορέσθαι ἔτι τοῦ ἑνὸς καὶ ὑπ’ αὐτοῦ κρατεῖσθαι, ἀπὸ δὲ τούτου πρόεισί τι πεπληθυσμένον, μετέχον μέν πη καὶ αὐτὸ τοῦ ἑνός, οὐ μέντοι ἐν τῷ ἑνὶ μένον οὐδὲ ὑπ’ αὐτοῦ κρατούμενον, διόπερ μεμερισμένον ὂν οὐδὲ αὐθυπόστατον ἔτι τοῦτό ἐστιν οὐδὲ αὐτοκίνητον, διότι τὴν ὑποστατικὴν τὴν κατὰ τὸ ἓν αἰτίαν οὐκ ἐν ἑαυτῷ ἔχει ὥσπερ τὸ ἡνωμένον καὶ τὸ μετ’ αὐτό. εὐθὺς δὲ τοῦτο καὶ διάστασιν ὑπέμεινε τῆς τε οὐσίας καὶ τῆς κατὰ τὸ εἶναι παρατάσεως, ἅτε τοῦ ἑνὸς ἀποφοιτῆσαν, καὶ διαστὰν πάντη σῶμα γέγονε καὶ τὰ σώματος συγγενῆ, καὶ χρόνος αὐτῷ συμπροῆλθεν ἀπὸ τοῦ αἰῶνος ἐκείνου τὴν παράτασιν τοῦ εἶναι μετρῶν καὶ τὸ ἀεὶ τὸ χρονικὸν παρεχόμενος, οὐκέτι δὲ ἅμα ὅλον ἐνταῦθα οὔτε κατ’ οὐσίαν οὔτε κατὰ τὴν τοῦ εἶναι παράτασιν ἤ, ὡς ἄν εἴποι τις, κατὰ τὸν βίον· διὸ οὐδὲ κυρίως ὂν τοῦτο πολλοῦ τοῦ μὴ ὄντος μετεσχηκός· οὔτε γὰρ τοδὶ τὸ τῆς οὐσίας αὐτοῦ μέρος ἐστὶν ὅπερ τοδί, οὔτε τὸ εἶναι ταὐτόν ἐστιν, ἀλλ’ ἄλλοτε ἄλλο τοῦ χρόνου ῥέοντος· ὥστε οὐδὲ τὴν ἀπὸ τοῦ αἰτίου γένεσιν ἅμα ὅλην ὑποδέχεται· ἦν γὰρ ἄν ὂν καὶ τοῦτο· ἀλλὰ κατὰ μέρος ὡς δυνατόν· ἐκστὰν δὲ ὅλως τοῦ ἑνὸς τὸ ἐν τούτῳ πλῆθος καὶ ἐπεισάκτως αὐτοῦ μετέχον σύνθετον ἀντὶ ἡνωμένου γέγονε, διὸ καὶ τελέως ἑτέρωθεν τὴν ὑπόστασιν ἔχει. τὸ μὲν γὰρ ἡνωμένον πλῆθος ἐν ἑαυτῷ τὸ ἓν ἔχον, ἐπειδὴ τὸ ἕν ἐστι τὸ πάντων ὑποστατικὸν καὶ κυρίως ὑποστατικόν, κἂν ὑπῆλθε τοῦ μόνως ὑφιστάνοντος,1 ἀλλ’ ὅμως ἐν ἑαυτῷ τὸ ὑφιστάνον ἔχον αὐθυπόστατον γέγονεν· τὸ δὲ σύνθετον πλῆθος ἐπείσακτον ἔχει τὸ τῆς συνθέσεως ἕν, καὶ γίνεται τοῦτο εὐθὺς τὸ ἓν εἶδος ὡς ἐν ὕλῃ τῇ τοῦ τοιούτου πλήθους ἀοριστίᾳ καὶ διαστάσει γινόμενον, ὥσπερ τὸ αὐτοκίνητον μέσως ἀμφοῖν ἔχει. τὸ οὖν ὡς εἴδους ἐν ὕλῃ τοῦ ἑνὸς μετέχον2 διὰ τὴν σύνθεσιν καὶ μὴ ἅμα ὅλον ὑφεστηκὸς μήτε κατ’ οὐσίαν μήτε κατὰ τὴν τοῦ εἶναι παράτασιν καὶ μηδαμῶς τοῦ εἶναι ἑαυτῷ αἴτιον διὰ τὸν μερισμόν, δι’ ὃν οὐκέτι ἐν ἑαυτῷ τὸ ἓν ἔχει· τὸ γὰρ μεριστὸν μέρει μέρος ὑφιστάνον οὐκέτι ὅλον οὐδὲ κυρίως ἐστὶν αὐθυπόστατον, ὥσπερ οὐδὲ τὸ μέρει μέρος κινοῦν κυρίως αὐτοκίνητον· ἀμερὲς γὰρ ἀνάγκη καὶ ἀδιάστατον εἶναι καὶ ὅλον ὅλῳ ἑαυτῷ ἐφαρμόττον τὸ κυρίως αὐθυπόστατόν τε καὶ αὐτοκίνητον, τὸ δὲ μεριστὸν καὶ διεστὼς ἔξωθεν μόνως ἔχει τὸ εἶναι· καὶ διὰ τοῦτο οὖν καὶ ὅτι σύνθετον καὶ ὅτι μὴ ὅλον ἅμα ἐστίν, ὅπερ ἐστίν, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, τοῦτο κυρίως ἤδη γενητόν ἐστιν ὡς πρὸς τὸ κυρίως ὂν ἀντιδιῃρημένον, ὃ καὶ τὸ εἶναι παρ’ ἑαυτοῦ ἔχει καὶ ἅμα ὅλον ἐστὶ τοῦτο, ὅπερ ἐστί.
因为纯粹的一作为存在的原因而存立,甚至超越了自存者,后者显现出使之存立者与被使存立者的某种二重性;而被一所统摄的第一多数,因一而具有使之存立,因多数而具有被使存立,正是因此它并非纯粹的一,因为在它之上的是万有存在者的原因——一。而最居先、最严格意义上的存在者,无论在是本身还是在是之延续上,都是同时全体而存立的,因此永恒亦在此处,为是提供“常在”;但由于此永恒亦停留在一之内,这一永恒的“常在”乃是内敛凝聚的;因为作为统一的多而存立,或者不如说是多数化的一,它既不显现实体上的间断扩展,亦不显现严格意义上是之延续;因此它乃是真正存在,即其所是者。紧随此之后而直接存立的,乃是被此直接使之存立者,它从存在被推动而成为异于存在的另一者,并依照此运动而实体化;正如彼者是自存的,此者同样成了自动的;因为就其从存在被推动而言,它通过运动而存立,但就其直接紧邻存在、尚未自自身脱离分裂而言,它成了自动的,如同居先于它的自存者一样,由于仍饱饫于一且被一所统摄,它将推动者与被推动者合为同一;而自此又流衍出某种多数化的东西,其自身虽在某种程度上亦分有一,却既不停留在一之内,亦不为一所统摄,所以作为被分割者,它甚至已不再是自存的,亦不是自动的,因为它并不像统一者及随其后者那样,在自身内拥有依照一的存立原因。而这一者既然远离了一,便立刻经受了实体以及在是之延续上的扩展间距,并在各个方面扩展而成为物体以及物体的同族者;时间亦自彼永恒与之一同流衍而出,度量是之延续并提供时间性的“常在”,但在此处,无论在实体上,还是在是之延续上,或如人们所说在生命上,它都不再是同时全体的;因此它甚至不是严格意义上的存在,因为它分有了大量的非存在;因为其居于此处的实体部分并非彼部分,其是在时间流动中亦非同一,而是时时不同;以至于它甚至不能同时全体地接受来自原因的生成——否则这亦将是存在了——而是尽可能地依部分[接受];而在此之中的多数完全脱离了一,且以外来的方式分有一,于是成了复合者而非统一者,因此它完全从他处获得其存立。因为统一的多数在自身中拥有一,既然一是使万物存立者且是在严格意义上使之存立者,纵然它降居仅使之存立者之下,但由于在自身中拥有使之存立者,它依然成了自存的;而复合的多数则以外来方式拥有复合的一,此一便立刻成为犹如在质料中的形相,处于此种多数的无规定性与扩展间距之中,正如自动者居于二者之中间一样。因此,那因复合而如质料中的形相般分有一、无论在实体上还是在是之延续上皆非同时全体地存立、且因分割而绝非自身是的原因者——正是通过此分割,它不再在自身内拥有一;因为被分割者以部分使部分存立,便不再是全体的,亦非严格意义上的自存者,正如以部分推动部分者在严格意义上并非自动者一样;因为严格意义上的自存者与自动者必然是不可分的、无扩展间距的,且全体吻合于其整个自身,而被分割与扩展者则仅从外部获得其是——因此,既因这一缘故,又因它是复合的,且因它并非同时全体地即其所是,而是在生成中拥有其是,作为与严格意义上的存在者(后者既从自身拥有其是,亦同时全体地即其所是)相对立区分者,此者如今已在严格意义上是“生成的”了。
- 1.22κἂν ὑπῆλθε τοῦ μόνως ὑφιστάνοντος
κἂν(καὶ ἐάν)后接直陈式过去时(ὑπῆλθε),构成让步从句(“纵然它降居……之下”)。此处的属格 τοῦ μόνως ὑφιστάνοντος 与动词 ὑπέρχομαι(“进入其下、降居其下”)连用,表示统一的多数在位阶上低于“仅使之存立者”(即“一”)。
- 1.22τὸ οὖν ὡς εἴδους ἐν ὕλῃ τοῦ ἑνὸς μετέχον
长篇冠词分词主语短语(τὸ ... μετέχον καὶ μὴ ... ὑφεστηκὸς καὶ μηδαμῶς ... αἴτιον)在被插入的解释性句子(τὸ γὰρ μεριστὸν ... ἔχει τὸ εἶναι)打断后,通过破格构文(anakolouthon)由 καὶ διὰ τοῦτο οὖν ... τοῦτο κυρίως ἤδη γενητόν ἐστιν 接回主节谓语。句子的核心骨架为“凡如此分有者……因这一缘故……此者便是严格意义上生成的”。
