- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:91.21-93.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘将亚里士多德在270a12中关于天体不生不灭的论证重构为第二格三段论,并考察其前提的依据。随后,为调和柏拉图与亚里士多德,他着手区分“生成的”诸种含义,探讨了自太一的流衍以及第一原因的不可生成性。
" Ὁμοίως δὲ εὔλογον ὑπολαβεῖν περὶ αὐτοῦ, καὶ ὅτι ἀγένητον καὶ ἄφθαρτον." Δείξας, ὅτι ἄλλο τι παρὰ τὰ ὑπὸ σελήνην ἐστὶ τὸ κυκλοφορητικὸν σῶμα τελειότερον καὶ πρότερον αὐτῶν καὶ μήτε βάρος ἔχον μήτε κουφότητα, δείκνυσιν ἐφεξῆς, ὅτι ἀγένητόν ἐστι τοῦτο καὶ ἄφθαρτον καὶ ἀναυξὲς καὶ ἀναλλοίωτον, ὥστε κατὰ μηδεμίαν ἄλλην μεταβολὴν μεταβάλλειν πλὴν τῆς κατὰ τόπον καὶ ταύτης κατὰ τὴν κύκλῳ. ὥσπερ δὲ ἐν τοῖς φθάσασι τὴν πρὸς τὰ ὑπὸ σελήνην ἐξαίρεσιν αὐτοῦ ἀπὸ τῆς τῶν κινήσεων διαφορᾶς ἐλάμβανεν, οὕτως καὶ νῦν τὸ ἀγένητον τοῦ οὐρανοῦ τὸ πρὸς τὸ γενητὸν τῶν ὑπὸ σελήνην λεγόμενον καὶ τὸ ἀναυξὲς καὶ τὸ ἀναλλοίωτον ἀπὸ τοῦ εἴδους τῆς κυκλικῆς κινήσεως λαμβάνει. καὶ πρῶτον, ὅτι ἀγένητον καὶ ἄφθαρτον, δείκνυσιν ἐν δευτέρῳ σχήματι συλλογιζόμενος,1 ὡς οἶμαι, οὕτως· τὸ κυκλοφορητικὸν σῶμα οὐκ ἔχει ἐναντίον· τὸ γινόμενον καὶ τὸ φθειρόμενον ἔχει ἐναντίον, ἐξ οὗ γίνεται καὶ εἰς ὃ φθείρεται· καὶ συμπέρασμα, τὸ κυκλοφορητικὸν ἄρα σῶμα οὔτε γίνεται οὔτε φθείρεται. τούτων δὲ τῶν δυεῖν προτάσεων τὴν μὲν ἐλάττονα τὴν λέγουσαν τὸ κυκλοφορητικὸν σῶμα οὐκ ἔχει ἐναντίον δείκνυσι νῦν, τῆς δὲ μείζονος τὴν ἀπόδειξιν ἀνέπεμψεν εἰς τὸ πρῶτον βιβλίον τῆς Φυσικῆς ἀκροάσεως· ἐκείνους γὰρ ‘πρώτους λόγους’ εἶπεν ὡς περὶ τῶν φυσικῶν ἀρχῶν πραγματευομένους. ὅτι δὲ τὸ κυκλοφορητικὸν σῶμα οὐκ ἔχει ἐναντίον, δείκνυσι πάλιν κατὰ τὴν αὐτὴν ἀγωγὴν οὕτως· τὸ κύκλῳ φερόμενον οὐκ ἔχει κίνησιν ἐναντίαν τῇ κατὰ φύσιν ἑαυτοῦ κινήσει· τὸ ἔχον ἐναντίον καὶ τὴν κίνησιν, ἣν τὸ ἐναντίον κατὰ φύσιν κινεῖται, ἐναντίαν ἔχει τῆς κατὰ φύσιν ἑαυτοῦ κινήσεως, ὅπερ τέθεικε διὰ τοῦ τῶν δὲ ἐναντίων, φυσικῶν δηλονότι, καὶ αἱ φοραὶ ἐναντίαι· καὶ τὸ συμπέρασμα τὸ κύκλῳ φερόμενον οὐκ ἔχει ἐναντίον. ἐνταῦθα δὲ πάλιν τὴν μὲν μείζονα πρότασιν ὡς ἐναργῆ παρέλαβεν· τῶν γὰρ ἐναντίων φυσικῶν εἰδῶν καὶ αἱ φύσεις ἐναντίαι, ὥστε καὶ αἱ κινήσεις· ἀρχὴ γὰρ κινήσεως ἡ φύσις. τὴν δὲ ἐλάττονα τὴν λέγουσαν τῇ κινήσει τοῦ κυκλοφορητικοῦ σώματος, τουτέστι τῇ κύκλῳ φορᾷ, μὴ εἶναι ἐναντίαν κίνησιν πλείονα μεταξὺ εἰπὼν ὕστερον ἀποδείκνυσιν. ἀλλ’ ἐπειδὴ δυεῖν τούτων ὁ λόγος ἤρτηται πᾶς ἑνὸς μὲν τοῦ εἰ μέλλει τι γίνεσθαι καὶ φθείρεσθαι, ὑποκείμενόν τε εἶναί τι πάντως δεῖ καὶ ἐναντίον, ἐξ οὗ γίνεται καὶ εἰς ὃ φθείρεται, ἑτέρου δέ, ὅτι τῇ κύκλῳ κινήσει οὐκ ἔστιν ἐναντία κίνησις, καὶ τούτου μὲν τὴν ἀπόδειξιν πολυειδῶς ὀλίγον ὕστερον μετελεύσεται, τὸ δὲ πρότερον ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει δεδειγμένον ἀναποδείκτως νῦν ἔλαβε, χρὴ τῶν ἐκεῖ λεγομένων ὑπομνῆσαι, πρότερον δὲ διελόμενον τὰ τοῦ γινομένου σημαινόμενα, ἐπὶ τίνος νῦν ποιεῖται τὸν λόγον ὁ Ἀριστοτέλης καὶ ποῖον γινόμενον ἀποφάσκει τοῦ οὐρανοῦ, διασαφῆσαι,2 ἵνα καὶ μάθωμεν, πῶς ὁ μὲν Πλάτων γενητὸν λέγει τὸ πᾶν, ὁ δὲ Ἀριστοτέλης ἀγένητον, οὐκ ἐναντιούμενοι πρὸς ἀλλήλους. Γενητὸν τοίνυν κοινῶς λέγεται τὸ τὴν ἑαυτοῦ ὑπόστασιν ἀπό τινος αἰτίου δεχόμενον· καὶ γὰρ καὶ τὸ ποιούμενον ὑπό τινος ποιοῦντος ποιεῖται καὶ τὸ γεννώμενον ὑπό τινος γεννῶντος γεννᾶται, καὶ ἀδύνατον, ὥς φησι Πλάτων, χωρὶς αἰτίου γένεσιν σχεῖν. καὶ δῆλον, ὅτι κατὰ τοῦτο τὸ σημαινόμενον ἀγένητον μόνον ἐστὶ τὸ πρῶτον τῶν πάντων αἴτιον, ὃ καὶ ἓν καὶ ἁπλούστατόν ἐστιν, εἴπερ πάντα μετέχει τοῦ ἑνὸς καὶ τὸ μὴ μετέχον οὐδέν ἐστι. τὸ δὲ ἓν οὐδὲ μετέχει τοῦ πλήθους, ὥστε τὸ γινόμενον πᾶν πεπληθυσμένον ἐστί· τὸ γὰρ πλῆθος προσεχῶς ὑπὸ τοῦ ἑνὸς ὑφίσταται, εἴπερ καὶ μετέχειν ἀνάγκη τὸ πλῆθος τοῦ ἑνός, ἵνα μὴ ἀπειράκις ἄπειρον ᾖ· τὸ δὲ ἓν ἀνέμφατον τοῦ πλήθους ἐστίν, εἴπερ κυρίως ἕν. τὸ δέ γε πρῶτον ἀπὸ τοῦ ἑνὸς προελθὸν πλῆθος ἅτε προσεχῶς αὐτοῦ μετέχον ἡνωμένον τέ ἐστι καὶ ἐν τῷ ἑνὶ μένον, καὶ καθ’ ὅσον μὲν ὁπωσοῦν προῆλθεν ἀπὸ τοῦ ἑνός, τὸ ὁπωσοῦν γενητὸν ἔχει, καὶ διὰ τοῦτο θεογονίας ἡμῖν οἱ θεῖοι ἄνδρες παραδεδώκασι θεῶν μὲν πλῆθος τὸ ἐν τῷ ἑνὶ μένον καί, ὡς ἂν εἴποι τις, κατὰ πολλαπλασιασμὸν ἐκείνου προϊόν, γένεσιν δὲ ὑμνοῦντες αὐτοῦ,3 καθ’ ὅσον ἀπὸ τοῦ ἑνὸς ὑφέστηκεν, ὥσπερ καὶ ἀριθμῶν γένεσιν τὸν ἀπὸ τῆς μονάδος θεωροῦμεν προποδισμόν· καθ’ ὅσον μέντοι ἐν τῷ ἑνὶ μένον ἡνωμένον κατὰ ἄκραν ἕνωσίν ἐστιν οὔπω διακρίσεως ἀναφανείσης, ἐν ᾗ πρώτως τὸ μὴ ὂν ἀναφύεται, πρώτως ὄν ἐστιν ἐκεῖνο καὶ ἀρχὴ καὶ αὐτὸ τῶν ὄντων ἐστὶ καὶ οὐκ ἀπ’ ἀρχῆς μόνον· ἀρχὴ δὲ ἀγένητον, ὡς ὁ ἐν Φαίδρῳ Σωκράτης δείκνυσι· καὶ γὰρ αὐθυπόστατον ὁπωσοῦν τοῦτο πρῶτόν ἐστι καὶ κυρίως ὄν.
“同样,关于它,认为它既不生亦不灭,也是合乎情理的。” 在表明作圆周运动的物体是异于月下事物的某种东西、比它们更完全且居先、既无重性亦无轻性之后,他接下来表明该物体是不生不灭、不增长且不变质的,以至于除了关于位置的变异之外,它不依照任何其他变异而改变,而关于位置的变异也是依照圆周上的变异。正如在先前的内容中他从运动的差异把握它对月下事物的超越那样,如今他同样从圆周运动的种相把握天的不可生成性(这是相对于月下事物之可生成而言的)、不增长性与不变质性。首先,他依照第二格推论来表明它是不生不灭的,正如我认为的那样,其推论如下:作圆周运动的物体没有相反者;被生成者与被毁灭者拥有相反者,它由此相反者生成,亦毁灭于此相反者;结论是:因此作圆周运动的物体既不生成亦不毁灭。在这两个前提中,表明作圆周运动的物体没有相反者的小前提,他如今予以表明;而大前提的论证,他则遣回至《物理学》第一卷;因为他称那些讨论为“最初的论辩”,因其探讨的是自然原理。至于作圆周运动的物体没有相反者,他再次依照同样的理路表明如下:沿圆周运动者没有与其顺应自然的运动相反的运动;拥有相反者之物,亦将相反者顺应自然所作的运动作为与其自身顺应自然的运动相反的运动——这一论断是他通过“相反者的位置移动也是相反的”(显然是指自然相反者)来设定的;结论是:沿圆周运动者没有相反者。在此处,他又将大前提视为不证自明而加以采纳;因为相反的自然种相的本性亦是相反的,从而其运动亦是相反的;因为自然乃是运动的原理。另一方面,表明作圆周运动的物体的运动(即圆周位置移动)没有相反运动的小前提,他在中途说了更多的话之后,在后文予以论证。然而,由于这整个论证悬系于这两点——其一是:若有任何事物将要生成与毁灭,必须绝对既有某种底层物,亦有相反者,事物由此生成并毁灭于此;其二是:圆周运动不存在相反的运动——而后者的论证他稍后将以多种方式进行,前者他如今则作为已在《物理学》中被证明者而不加证明地采纳,因此必须回忆彼处所说的内容,并在此之前先行划分“生成之物”的诸种含义,阐明亚里士多德如今就何者展开讨论,以及他否定天的何种生成,以便我们亦能明白柏拉图何以称宇宙为生成的,而亚里士多德何以称其为不生的,二人却并不彼此对立。那么,凡从某种原因接受自身存立者,一般皆被称为“生成的”;因为被造之物亦是由某种造者所造,被生之物亦是由某种生者所生,且正如柏拉图所说,没有原因而获得生成是不可能的。显而易见,依照此一含义,唯有万物的第一原因是不生的,它既是一,亦是最单纯的,既然万物皆分有一,而不分有者乃是无。但一并不分有多,从而一切生成之物皆是多数化的;因为多紧邻一而存立,既然多亦必然分有一以使其不至于无限次地无限;然而一却毫不显现多,既然它在严格意义上是一。而从一最初流衍出的多,由于紧邻一而分有一,既是统一的亦停留在一体之内;就其无论如何从一而出而言,它拥有无论如何的可生成性,正是因此,神圣的人们为我们传下了诸神谱系,[承认]停留在一体之内、可以说依照一的倍增而流衍出的诸神之多,并在其从一而存立的意义上赞颂其生成,正如我们亦将数的生成视为从单子出发的推进一样;然而,就其停留在一体之内、依照极度的合一而统一——此时尚未显现出最初滋生非存在的区分——而言,那个多乃是第一意义的存在,其自身亦是存在者的原理,而不仅是来自原理;而正如《斐德罗篇》中的苏格拉底所表明的,原理是不生的;因为这在某种程度上亦是自存的、最初的且在严格意义上是存在的。
- 1.22ἐν δευτέρῳ σχήματι συλλογιζόμενος
分词 συλλογιζόμενος 表示方式或手段。辛普利丘重构的三段论为:“圆周运动天体无相反者(否定小前提)/ 凡生灭者皆有相反者(肯定大前提)/ 故圆周运动天体不生不灭(否定结论)”。由于谓项(“拥有相反者”)在两个前提中均充当同一中项,因此被准确判定为第二格(具体为 Camestres 式)推论。
- 1.22χρὴ τῶν ἐκεῖ λεγομένων ὑπομνῆσαι, πρότερον δὲ διελόμενον τὰ τοῦ γινομένου σημαινόμενα, ἐπὶ τίνος νῦν ποιεῖται τὸν λόγον ὁ Ἀριστοτέλης καὶ ποῖον γινόμενον ἀποφάσκει τοῦ οὐρανοῦ, διασαφῆσαι
无人称动词 χρὴ 并列统辖两个不定式 ὑπομνῆσαι 与 διασαφῆσαι。置于后一不定式之前的宾格分词 διελόμενον 与不定式隐含的宾格逻辑主语(“我们/论述者”)一致,表示在先动作(“在先行划分之后”)。间接疑问从句 ἐπὶ τίνος... 与 καὶ ποῖον... 充当 διασαφῆσαι 的宾语。
- 1.22θεῶν μὲν πλῆθος τὸ ἐν τῷ ἑνὶ μένον ... γένεσιν δὲ ὑμνοῦντες αὐτοῦ
此处出现轻微的句法不对称(破格语法):在 θεῶν μὲν πλῆθος... 作为 παραδεδώκασι 的直接宾语出现后,与之形成 μέν...δέ 对比的成分转由分词短语 γένεσιν δὲ ὑμνοῦντες αὐτοῦ(主格复数,与主语 οἱ θεῖοι ἄνδρες 一致)承担,在语义上表达神圣之人既传下了停留在一体之内的诸神之多,又赞颂其生成。
