← 辛普里丘

亚里士多德《论天》注释

§89.26-91.20

批判抽象普遍与调和天体学说

辛普里修斯批判菲洛波庞将天体与月下事物等同的论点,辩护亚里士多德对概念抽象和在先在后者之间简单同名化的警惕,调和柏拉图与亚里士多德论天体构成的主张,并转向亚里士多德随后的论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#16

ἔστω δὲ μὴ ἐμός, ἀλλ’ ἐκείνου καὶ οὗτος ὁ λόγος κατὰ τὸ ἀκόλουθον,1 εἴπερ καὶ ἐκεῖνα καὶ ταῦτα ὑφεστάναι δοκεῖ καὶ κοινὸν τὸ ὑφεστάναι. οὐκ ἄρα μάτην Ἀριστοτέλης καὶ τὸ καθόλου τοῦτο διέβαλε τὸ ἐξ ἀφαιρέσεως ἐν ἡμῖν, καθ’ ὃ καὶ οὗτος τάς τε ἄλλας ἰδιότητας καὶ τὴν τοῦ τριχῇ διαστατοῦ παρέλαβε,2 καὶ μέντοι καὶ τὴν ταυτότητα τῶν ὀνομάτων τὴν ἐν τοῖς πρώτοις καὶ ὑστέροις ἐπωφελῶς παρῃτήσατο. εἰ γὰρ τοσοῦτον τὸ τοῦ οὐρανοῦ φῶς καὶ τὸ λαμπρὸν τῶν παρ’ ἡμῖν διαφέροντα μὴ τοῖς αὐτοῖς ὀνόμασιν ἐκεῖ τε καὶ παρ’ ἡμῖν ἐκαλεῖτο, οὐκ ἂν οὗτος ἐτόλμησεν εἰπεῖν τὸ τοῦ οὐρανοῦ φῶς καὶ ταῖς πυγολαμπίσι καὶ ταῖς λεπίσι τῶν ἰχθύων ἐνυπάρχειν. καὶ εἰ μὲν κατὰ τὴν ὡς ἀφ’ ἑνὸς πρόοδον ἀπὸ τῶν πρώτων τοῖς τε μέσοις καὶ τοῖς ἐσχάτοις ἐνδιδομένην ἐθεάσατο τὴν διαφορουμένην κοινότητα, οὐκ ἂν ἐτόλμησεν ὁμοφυῆ λέγειν τὰ ἔσχατα τοῖς πρώτοις οὐδὲ ἀγανακτεῖν πρὸς τοὺς ἐξῃρημένην τῶν ὑπὸ σελήνην τὴν οὐσίαν τῶν οὐρανίων ἀποδεικνύντας· ἀλλὰ φῶς ἀκούσας ἐκεῖνο καὶ τοῦτο καὶ διαφανῆ καὶ λαμπρὰ διὰ τὴν ἀπαίδευτον ἑαυτοῦ προπέτειαν καὶ ὁμοφυῆ ταῦτα ἐνόμισεν ἐκείνοις. καὶ τί μέμψομαι τὴν ἀπαιδευσίαν, ὅτε δοκεῖ μοι καὶ τὴν αἴσθησιν οὗτος, ὅστις ποτέ ἐστι, διεφθαρμένην ἔχειν, ὃς ὅμοιον καὶ ταὐτὸν ὑπολαμβάνει τὸ οὐράνιον φῶς τῷ τῶν πυγολαμπίδων; ὑπὸ δὲ κενοδόξου φιλονεικίας ἔλαθεν ἑαυτὸν καὶ τῷ Δαυὶδ ἐκείνῳ, ὃν πάντως τιμᾷ, τἀναντία διαταττόμενος· ὅτι γὰρ οὐ τῆς αὐτῆς τοῖς ὑπὸ σελήνην φύσεως ἐνόμισε τὰ οὐράνια, δηλοῖ τὸν οὐρανὸν διηγεῖσθαι τὴν δόξαν τοῦ Θεοῦ λέγων καὶ τὴν ποίησιν τῶν χειρῶν αὐτοῦ τὸ στερέωμα ἀναγγέλλειν, ἀλλ’ οὐχὶ τὰς πυγολαμπίδας καὶ τὰς τῶν ἰχθύων λεπίδας. ἀλλὰ καὶ ἐνταῦθα τὸ τοῦ Ἀριστοτέλους εἰπεῖν εὔκαιρον, ὅτι “ἑνὸς ἀτόπου δοθέντος τὰ ἄλλα συμβαίνει.” ὁ γὰρ τὸν Θεὸν ὁμοφυῆ πρὸς ἑαυτὸν νομίζων πῶς ἂν ὤκνησε κατὰ τῶν καλλίστων καὶ ἀρίστων τοῦ θεοῦ δημιουργημάτων νεανιεύσασθαι; συμπεραινόμενος δὲ τοῦτον τὸν λόγον ἀγανακτεῖν ἔοικε πρὸς τοὺς ἀλλοτρίαν, φησί, καὶ ξένην τῶν στοιχείων φύσιν καὶ ἀκοινώνητον πρὸς αὐτὰ τοῖς οὐρανίοις σώμασιν ἐπεισάγοντας καὶ ταῦτα πάντων τῶν ἐν φιλοσοφίᾳ διαβεβοημένων ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν ὑπολαμβανόντων.3 ἀλλ’ ὅτι μὲν καὶ οἱ ἐκ τῶν τεσσάρων στοιχείων εἰπόντες, εἰ παρακούειν οὕτως τινὰς ἀσεβῶς ὑπελάμβανον ὡς ὁμοφυῆ διὰ τοῦτο τὰ οὐράνια τοῖς ὑπὸ σελήνην νομίσαι, οὐκ ἂν οὕτως προήγαγον τὸν λόγον, πρόδηλον. ὅτι δὲ καὶ οἱ πέμπτην λέγοντες οὐσίαν οὐκ ἀλλοτρίαν οὐδὲ ξένην οὐδὲ ἀκοινώνητον ἔλεγον πρὸς τὰ ὑπὸ σελήνην, ἀλλ’ ἐξῃρημένην μὲν ἐκείνων οὐσίᾳ καὶ δυνάμει, αἰτίαν δὲ αὐτῶν προσεχῆ τῆς τε γενέσεως καὶ τῆς ὑποστάσεως, σχήματός τε καὶ κινήσεως, τῆς τε ποιήσεως αὐτῶν καὶ τῆς πείσεως, ἔλεγον ὁμοίως τοῖς ἐκ τῶν τεσσάρων στοιχείων αὐτὸν λέγουσι, πρόδηλον· οὐδὲ γὰρ ὁ θεός, ἐπειδὴ τῶν ὑπ’ αὐτοῦ παραγομένων ὑπερανέχει, ἀλλότριος ἂν καὶ ξένος καὶ ἀκοινώνητος πρὸς αὐτὰ λέγοιτο. ἐν δὲ τῷ τέλει τῶν τοιούτων λόγων καὶ κατὰ τὸν Ἀριστοτέλην σύνθετον εἶναι τὸ οὐράνιον σῶμά φησιν ἐν τῷ Περὶ ψυχῆς λέγοντα, ὅτι πᾶν ἔμψυχον σῶμα σύνθετον ἐκ τῶν στοιχείων ἐστί, ἐνταῦθα δέ, ὅτι ἔμψυχος ὁ οὐρανός ἐστι, σαφῶς εἶπεν ἐν τῷ δευτέρῳ βιβλίῳ. ἆρα οὖν ἔτι λόγου τινὸς ἄλλου δεόμεθα δεικνύντος, ὅτι καὶ Ἀριστοτέλης τὰ μὲν αὐτὰ τῷ Πλάτωνι δοξάζει περὶ τῆς τοῦ οὐρανίου σώματος συστάσεως, ἀσφαλεστέρους δὲ προήγαγε τοὺς λόγους· τοῦ γὰρ οὐρανοῦ τὴν ἐξῃρημένην πρὸς τὰ ὑπὸ σελήνην φύσιν ἀνυμνῆσαι βουλόμενος ἔφυγε τὴν τῶν ὀνομάτων ταυτότητα καὶ ἁπλοῦν μὲν αὐτὸν εἶπεν, ὡς τὰ κατ’ ἐπικράτειαν τῶν ὑπὸ σελήνην ἁπλᾶ λέγεται,4 ἄλλης δὲ εἶναι παρὰ ταῦτα φύσεως ἔδειξεν ἐκ τῶν ἀκροτήτων συνεστηκότα· καὶ τὴν διαφορὰν τῆς οὐσίας ἀπὸ τῆς τῶν κινήσεων διαφορᾶς ἔδειξεν τῆς μὲν κατ’ εὐθεῖαν ἐμφαινούσης τὴν ἐν τοῖς μέρεσι γένεσιν καὶ φθορὰν καὶ πρὸς τὸ κατὰ φύσιν τε καὶ παρὰ φύσιν μετάστασιν, τῆς δὲ κυκλικῆς τὸ ἀεὶ τέλειον τοῦ τε ὅλου καὶ τῶν μερῶν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ ἔμψυχον τὸν οὐρανὸν εἶναι βουλόμενος οὗτος παρὰ τοὺς ἄλλους τοὺς ἑαυτοῦ συστασιώτας ὅμως περὶ αὐτὸν ἀσεβὴς οὐδὲν ἧττον φαίνεται τῶν παρ’ αὐτοῖς ἀλογιστοτάτων. ἀλλ’ ἐπανιτέον λοιπὸν πρὸς τὸ ἑξῆς τῶν Ἀριστοτέλους προβλημάτων.

然而,如果彼处的事物与此处的事物皆被认为得以存立,且存立是共通的,那么顺理成章,这一论点亦不是我的,而是属于他的。因此,亚里士多德批判我们心中这种经由抽象而得的普遍——此人亦正是依照这一普遍而袭取了其他特性以及三维广延的特性——并且大有裨益地拒绝在先者与在后者之间使用名称的同一性,绝非徒劳。因为天上的光与明亮即便与我们身边的事物差异如此之大,若不在彼处与在我们身边皆以相同的名称称呼,此人断不敢说天上的光亦存在于萤火虫与鱼鳞之中。而且,他若曾依照宛如自太一而出的流衍,观照过自最初者赋予中间者与最终者的那种有所分化的共通性,就断不敢声称最终者与最初者同种,亦不敢对那些证明天体的实体超越于月下事物的人大发雷霆;但他一听到彼处与此处皆被称为“光”,皆被称为“透光”与“明亮”,便因自己缺乏教养的轻妄,认为这些事物与那些事物同种。然而我又何必只责备其无知呢?因为在我看来,无论此人究竟是谁,他甚至连感觉都败坏了,竟然认为天上的光与萤火虫的光相似乃至完全同一!而在虚妄争胜之心的驱使下,他甚至未曾察觉自己与他无论如何都尊崇的那个大卫背道而驰;因为大卫未曾认为天上事物与月下事物具有相同本性,这一点从他说诸天述说神的荣耀、穹苍传扬他手所造之物便清楚显明,他并未说萤火虫与鱼鳞如此。不过在此处,引述亚里士多德的名言亦恰逢其时:“一处荒谬既蒙应允,余者荒谬便随之而来。”因为一个认为神与自己同种的人,又怎会迟疑于对神最美、最善的造物大放厥词呢?在为此一论辩作结时,他似乎对那些为天体引入他所谓的“异样、外来且与元素毫无共通之本性”的人大为愤慨,而且那还是在所有哲学上赫赫有名之人皆认为天由四元素构成的前提下。然而,即便那些主张天由四元素构成的人,若料想会有人如此不敬地曲解,以至于因此认为天上事物与月下事物同种,他们亦绝不会如此立论,这早已昭然若揭。而那些主张第五实体的人,亦绝未说过它对月下事物是异样、外来且无共通之处的,而是主张它在实体与力量上超越于它们,却是它们生成与存立、形状与运动、以及它们作用与受动的直接原因,其所说与那些主张天由四元素构成的人如出一辙,这亦早已昭然若揭;因为神亦绝不会仅仅因超越于由其所产生的事物,便被说成是对它们异样、外来且无共通之处的。在诸如此类的言论之末,他还声称依照亚里士多德天体亦是复合的,因为亚里士多德在《论灵魂》中说凡有灵魂之物体皆是由元素复合而成,而在此处〔《论天》〕第二卷中又明确说天是有灵魂的。那么,我们难道还需要其他任何论证来表明,亚里士多德关于天体的构成虽然与柏拉图抱有相同见解,却提出了更为审慎稳妥的论辩吗?因为他为了颂扬天超越于月下事物的本性,回避了名称的同一性,称其为单纯的,正如月下事物依照优势亦被称为单纯的一样,并表明天由各极端构成,乃是异于这些事物的另一种本性;他亦从运动的差异证明了实体的差异:直线运动表明部分中的生成与毁灭以及向顺应自然与违背自然之状态的转变,而圆周运动则表明全体与各部分始终完全的状态。值得注意的是,尽管此人不同于其教派中的其他人,希望天是有灵魂的,然而他在关于天的问题上所表现出的不敬,却丝毫不亚于他们之中最愚不可及之人。然而,我们现在必须回到亚里士多德接下来的论题了。

语法注4 条
  1. 1.21ἔστω δὲ μὴ ἐμός, ἀλλ’ ἐκείνου καὶ οὗτος ὁ λόγος κατὰ τὸ ἀκόλουθον

    介词短语 κατὰ τὸ ἀκόλουθον 作状语,意为“顺理成章地”或“按逻辑推论”。辛普里修斯借此指明,上一段得出的荒谬结论(神亦成为同种)并非他本人的主张,而是对方前提所必然导致的逻辑后果。

  2. 1.21καθ’ ὃ καὶ οὗτος τάς τε ἄλλας ἰδιότητας καὶ τὴν τοῦ τριχῇ διαστατοῦ παρέλαβε

    关系代词 ὅ 的先行词是 τὸ καθόλου τοῦτο τὸ ἐξ ἀφαιρέσεως ἐν ἡμῖν(“我们心中这种经由抽象而得的普遍”)。καθ' ὅ 意为“依此”或“据此”,指对手利用这种抽象概念将三维广延无差别地归于天上与地下。

  3. 1.21καὶ ταῦτα πάντων τῶν ἐν φιλοσοφίᾳ διαβεβοημένων ἐκ τῶν τεσσάρων στοιχείων τὸν οὐρανὸν ὑπολαμβανόντων

    καὶ ταῦτα 与属格绝对结构 πάντων... ὑπολαμβανόντων 结合,构成表示让步或追加强调的惯用句式,意为“而且那还是在……的情况下”。

  4. 1.21ὡς τὰ κατ’ ἐπικράτειαν τῶν ὑπὸ σελήνην ἁπλᾶ λέγεται

    κατ’ ἐπικράτειαν 是亚里士多德自然哲学的专门术语,意为“依照优势”或“凭借支配成分”。此处的比较从句表达类比:正如月下的物体因某种元素占主导地位而被称作“单纯的”,天体亦是如此被称呼的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:89.26-91.20