← 辛普里丘

亚里士多德《论天》注释

§9.30-10.25

物体的全向连续性与宇宙整体的完全性

辛普利丘论述了物体作为连续体且全方位可分割的确实性(268a28),随后解释了作为部分的个别物体(元素与天体)在定义上的完全性,与包罗一切的宇宙整体在实存上的完全性之间的区分(268b5)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Ὅσα μὲν οὖν διαιρετὰ τῶν μεγεθῶν ἕως τοῦ πάντῃ γάρ ἐστιν." Ὁρισάμενος συνεχῆ εἶναι τὰ διαιρετὰ εἰς ἀεὶ διαιρετὰ καὶ τὸ σῶμα πάντῃ διαιρετὸν εἰπών, ἐφιστάνει, ὅτι, κἂν ἐν τῇ Φυσικῇ ἀκροάσει ἀπεδείχθη τὸ τὰ συνεχῆ διαιρετὰ εἶναι ἐκ τοῦ μὴ ἐξ ἀμερῶν συγκεῖσθαι τὰ μεγέθη, ἀλλὰ νῦν οὔπω δέδεικται, δειχθήσεται δέ. ὅτι μέντοι τὰ διαιρετὰ συνεχῆ, πρόδηλον· εἰ γὰρ τὰ μὴ συνεχῆ διῃρημένα ἤδη καὶ οὐ διαιρετά ἐστι, τὰ διαιρετὰ δηλονότι συνεχῆ ἐστιν· ὥστε τὸ ὅτι τὸ σῶμα διαιρετὸν ὂν συνεχές ἐστιν οὐ σαλεύεται. ἀλλ’ οὐδὲ τὸ πάντη διαιρετὸν αὐτὸ εἶναι·1 τοῦτο γὰρ ἐδείκνυτο οὐκ ἐκ τοῦ συνεχὲς εἶναι, ἀλλ’ ἐκ τοῦ μὴ εἶναι εἰς ἄλλο γένος μετάβασιν· εἰ γὰρ ἦν, οὐκ ἂν ἦν τέλειον· ἡ γὰρ ἔκβασις κατὰ τὴν ἔλλειψιν.

“因此在诸量度中凡可分割者”直至“因为它是全方位的”。 在定义了凡可分割为始终可分割之物的即是连续体,并说明物体是全方位可分割的之后,他指出:即便在《物理学》中已从量度并非由无部分之物构成这一点论证了连续体是可分割的,但现在尚未得到论证,而是将要得到论证。然而,可分割之物是连续的,这是显而易见的;因为如果非连续之物是已经被分割开的而非可分割的,那么可分割之物显然就是连续的;因此,物体由于是可分割的因而是连续的这一结论并未动摇。同样,它在全方位上是可分割的这一结论也[未动摇];因为这一点不是从它是连续的得到表明,而是从不存在向另一类的过渡得到表明的;因为如果有[过渡],它就不会是完全的;因为[向另一类的]越出是按照欠缺而发生的。

§1.4

"Τῶν μὲν οὖν ἐν μορίου εἴδει ἕως τοῦ καὶ μὴ τῇ μέν, τῇ δὲ μή." Εἰπὼν τὸ σῶμα, καθὸ σῶμα, τέλειον εἶναι τῶν διαστατῶν, διότι πάσας ἔχει τὰς διαστάσεις, ἐπειδὴ καὶ ὁ πᾶς καὶ ὅλος κόσμος τέλειός ἐστιν, ἵνα μὴ νομίσῃ τις τὸ αὐτὸ ἀμφοῖν εἶδος λέγεσθαι τῆς τελειότητος καὶ παντότητος, εἰκότως ταῦτα διορίζεται λέγων, ὅτι τῶν σωμάτων τὰ μὲν μέρη ἐστὶ καὶ κεκράτηται τῷ εἴδει τῷ τοῦ μέρους, οἷον οὐρανός, πῦρ, ἀήρ, ὕδωρ, γῆ, τὸ δέ ἐστιν ὅλον, οὗ ταῦτα μέρη· καὶ ὅτι ἐπὶ μὲν τῶν σωμάτων τῶν ὡς μερῶν τὸ πᾶν καὶ τέλειον κατηγορεῖται κατὰ τὸν λόγον καὶ τὸν ὁρισμὸν τὸν τοῦ σώματος, διότι σῶμά ἐστι τὸ τριχῇ καὶ πάντη διαστατόν, διότι δὲ μερικόν ἐστι καὶ οὐ πάντα περιείληφεν, ἀλλὰ πολλὰ ἔχει ἔξω αὑτοῦ καὶ πολλῶν διώρισται ἁπτόμενον αὐτῶν, διὸ καὶ πολλὰ ἕκαστόν ἐστι κατὰ τὰς τῶν πολλῶν ἐπαφὰς μεμερισμένον, διὰ τοῦτο οὐκ ἔστι πᾶν καὶ τέλειον τῇ ὑποστάσει·2 καὶ γὰρ ἔχει κατὰ τοῦτο ἐπ’ ἄλλο μετάβασιν καὶ διὰ τοῦτο ἀτελές ἐστι· τὸ δὲ πᾶν καὶ ὅλον, οὗ ταῦτα μόρια, οὐ μόνον κατὰ τὸν τοῦ σώματος ὁρισμὸν τέλειόν ἐστιν, ἀλλὰ καὶ κατὰ τὸ πάντα περιέχειν καὶ μηδὲν εἶναι αὐτοῦ ἐκτὸς μηδὲ διωρίσθαι πρός τι τῇ ἁφῇ· ὥστε τοῦτο παντοίως τέλειον.

“因此在具有部分形式的事物中”直至“而不是在某一方面如此,在另一方面不如此”。 在指出物体就其作为物体而言在具有展度的事物中是完全的(因为它具有全部展度)之后,由于作为全体与整体的宇宙也是完全的,为了防止有人认为两者所说的完全性与全体性是同一种形式,他理所当然地对这些进行了区分,指出:在诸物体中,一类是部分并受制于部分的形式(例如天、火、气、水、土),而另一类则是整体,上述各项皆为其部分;并且,对于作为部分的诸物体,“全体”与“完全”是按照物体的本义和定义被谓述的,因为在三个方向上即全方位具有展度的就是物体;但是,由于它是局部的且并未包罗万物,而是在自身之外拥有诸多事物,并通过接触它们而与诸多事物相区分——因而每一个也都是依照与诸多事物的接触而被分割开的诸多事物——,正因如此,它在实存上并非全体与完全的;因为在这方面它拥有向另一事物的过渡,并因而是不完全的;而这些为其组成部分的全体与整体,不仅依照物体的定义是完全的,而且由于包罗万物、其外一无所有且未通过接触与任何事物相区分而也是完全的;因此这在一切方面都是完全的。

语法注2 条
  1. 1.3ἀλλ’ οὐδὲ τὸ πάντη διαιρετὸν αὐτὸ εἶναι

    此处承前省略了主句谓语 οὐ σαλεύεται(未动摇),应补足理解为:“它在全方位上是可分割的这一结论也[未动摇]”。主语为带冠词的不定式短语(τὸ ... εἶναι)。

  2. 1.4διότι δὲ μερικόν ἐστι ... διὰ τοῦτο οὐκ ἔστι πᾶν καὶ τέλειον τῇ ὑποστάσει

    长复句结构。由 διότι 引导的原因从句(从 μερικόν ἐστι 直至 ἁπτόμενον αὐτῶν)由后续的 διὰ τοῦτο(正因如此)承接,修饰主句谓语 οὐκ ἔστι πᾶν καὶ τέλειον。与格 τῇ ὑποστάσει 是表示方面的与格,与前句的 κατὰ τὸν λόγον(按照定义)相对,意为“在实存上”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:9.30-10.25