- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:10.26-11.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释了亚里士多德何以在讨论全宇宙之前先转入其组成部分(天与四元素),引述并审视了亚历山大的解说,进而界定了“依形式而言的部分”之内涵。
" Περὶ μὲν οὖν τῆς τοῦ παντὸς φύσεως ἕως τοῦ ἀρχὴν ποιησάμενοι τήνδε." Εἰπών, πῶς τέλειον ἑκάτερον σῶμα τό τε μέρος καὶ τὸ ὅλον, καὶ ὅτι τὸ ὅλον τῷ μηδὲν ἐκτὸς ἑαυτοῦ ἔχειν, ἤσθετο τὴν περὶ τούτου ἀπόδειξιν ἀπαιτούμενος1 καὶ πότερον ὡς ἄπειρον οὐδὲν ἔχει ἑαυτοῦ ἔξω ἢ ὡς πεπερασμένον. ἴσως δὲ καὶ ἀκόλουθον ἐδόκει μετὰ τὸν λόγον τὸν περὶ τῆς φύσεως τοῦ ἁπλῶς σώματος περὶ τῆς τοῦ παντὸς φύσεως εἰπεῖν καὶ τότε περὶ τῶν μερῶν. ἀλλ’ ἐπειδὴ τὸν περὶ τοῦ παντὸς λόγον, ὡς οἶμαι, τῷ περὶ τοῦ οὐρανοῦ συλλαμβάνει· τὸν γὰρ οὐρανὸν δείξας πεπερασμένον ἔχει πεπερασμένον τὸ πᾶν· διὰ τοῦτο τὸν περὶ τοῦ παντὸς ἀναβάλλεται λόγον περὶ τῶν μερῶν αὐτοῦ πρῶτον, τίνα τέ ἐστι καὶ πόσα, προτιθέμενος εἰπεῖν. τὸ δὲ εἴτε ἄπειρός ἐστι κατὰ τὸ μέγεθος καλῶς εἶπεν, ἐπειδὴ κατὰ τὴν τοῦ εἶναι παράτασιν καὶ τὸν χρόνον ἄπειρός ἐστιν. ὁ δὲ Ἀλέξανδρος καὶ προηγούμενον αὐτῷ φησι τὸν περὶ τοῦ παντὸς κόσμου λόγον, ἐπάγεσθαι δὲ τὸν περὶ τοῦ ἀιδίου καὶ κυκλοφορητικοῦ σώματος, ὃν ἐν τῷ δευτέρῳ βιβλίῳ διαπεραίνεται, καὶ ἐπὶ τούτοις τὸν περὶ τῶν τεσσάρων στοιχείων ἐν τοῖς δύο τοῖς τελευταίοις παραδίδωσιν. ἐπειδὴ δὲ πρὸς τὸν περὶ τοῦ παντὸς κόσμου λόγον, ὅτι οὐκ ἄπειρος, ὅτι σφαιροειδής, ὅτι ἀγένητος καὶ ἄφθαρτος, συντελεῖν ἔμελλε τὰ περὶ τοῦ κυκλοφορητικοῦ σώματος λεγόμενα, πρῶτον τοῦτο δείκνυσιν, ὅτι ἔστι τι τοιοῦτον σῶμα, καὶ τότε τὰ περὶ τοῦ παντὸς διδάσκει. προσεκτέον δὲ τοῖς περὶ τοῦ παντὸς λεγομένοις, ὅτι οὐκ ἄπειρον, ὅτι σφαιροειδές, ὅτι ἀγένητον καὶ ἄφθαρτον, εἰ προηγουμένως περὶ τοῦ παντὸς εἴρηται κόσμου, ἀλλὰ μὴ κατὰ τὸν οὐρανὸν ἔχειν λέγεται ταῦτα τὸ πᾶν.2 καὶ γὰρ ἀρχόμενος τοῦ δευτέρου βιβλίου καὶ συμπεραινόμενος, ὅτι οὔτε γέγονε οὔτε φθείρεται ὁ πᾶς οὐρανός, ὅτι, κἂν περὶ τοῦ ὅλου κόσμου λέγῃ, κατὰ τὸν οὐρανὸν ἔχειν ταῦτα τὸν κόσμον φησίν, ἐδήλωσεν αὐτός,3 ἐξ ὧν μετ’ ὀλίγα τῆς ἀρχῆς ἔγραψεν ὧδε· “διόπερ καλῶς ἔχει συμπεῖθειν ἑαυτὸν τοὺς ἀρχαίους καὶ μάλιστα πατρίους ἡμῶν ἀληθεῖς εἶναι λόγους, ὡς ἔστιν ἀθάνατόν τι καὶ θεῖον τῶν ἐχόντων μὲν κίνησιν, ἐχόντων δὲ τοιαύτην ὥστε μηδὲν εἶναι πέρας αὐτῆς” καὶ τὰ ἑξῆς, ἵνα μὴ πολλὰ παραγράφω. κατ’ εἶδος δὲ μόρια τοῦ παντός φησι τὰ κατ’ εἶδος ἀλλήλων διαφέροντα, οὐρανόν, πῦρ, ἀέρα, ὕδωρ, γῆν· ταῦτα γάρ ἐστι τὰ προσεχῆ τοῦ παντὸς μέρη. ἐπεὶ καὶ τὰ τῆς γῆς καὶ ἑκάστου τῶν ἄλλων ὁμοιομερῆ ὄντα μέρη καὶ τοῦ παντός ἐστιν, ἀλλ’ οὐ προσεχῶς, ἀλλὰ τῶν μερῶν μέρη· καὶ ταῦτά ἐστι τὰ κυρίως οὐ μέρη, ἀλλὰ μόρια. τὰ οὖν προσεχῆ μέρη τοῦ παντὸς ταῦτά ἐστι τὰ κατ’ εἶδος διαφέροντα.
“因此关于全体的本性”直至“以此为起点”。 在说明了作为部分的物体与作为整体的物体这二者各自如何是完全的,以及整体之所以完全是因为自身之外一无所有之后,他意识到人们正要求他对此作出论证,并[要求论证]它是作为无限者自身之外一无所有,还是作为有限者如此。或许在讨论了单纯物体的本性之后,讨论全体的本性,然后再讨论各个部分,这似乎也是顺理成章的。但是,依我之见,由于他将关于全体的论述与关于天的论述结合在一起——因为指出了天是有限的,他就确立了全体是有限的——,正因如此,他推迟了关于全体的论述,而是提议首先讨论它的各个部分究竟是什么以及有多少。他说“它在量度上是否无限”,这说得很妥当,因为在存在的延续性和时间上它是无限的。然而亚历山大却说,关于全宇宙的论述对他而言是首要的,但关于永恒且作圆周运动的物体的论述被引入进来,他在第二卷中完成了这部分论述,并在其后于最后两卷中讲授了关于四元素的论述。并且,由于关于作圆周运动的物体所说的一切将有助于关于全宇宙的论述——即它不是无限的、是球形的、是未生成且不灭的——,因此他首先指明了存在某种这样的物体,然后才讲授关于全体的事项。然而,对于关于全体所说的那些话——即它不是无限的、是球形的、是未生成且不灭的——必须予以注意:究竟这是首要针对全宇宙而言的,还是说全体仅仅是被认为凭借天而具有这些属性。因为在开始第二卷并得出整个天既未生成亦不毁灭的结论时,他自己就清楚表明了,即使他谈论的是整个宇宙,他也是说宇宙是凭借天而具有这些属性的,这从他在开篇后不久所写的话中可见一斑:“因此,使自己相信我们古代的尤其是祖传的学说是真实的,即在虽然具有运动、却具有一种没有任何限度的运动的事物中,存在某种不朽且神圣的事物,这是很好的”,等等,以免我抄录过多。他所谓的“依形式而言的全体的部分”,是指在形式上彼此相异的部分:天、火、气、水、土;因为这些是全体的近邻部分。因为土以及其他各项的同质部分虽然也是全体的部分,但并非近邻的部分,而是部分的部分;严格说来,这些不是“部分”(merē),而是“细微组分”(moria)。因此,全体的近邻部分就是这些在形式上相异的部分。
- 1.5ἤσθετο τὴν περὶ τούτου ἀπόδειξιν ἀπαιτούμενος
感知动词 αἰσθάνομαι(ἤσθετο)支配被动态分词补足语 ἀπαιτούμενος,表示“他意识到人们正要求他作出关于此事的论证”。其后由 καὶ πότερον 引出的间接疑问从句与 ἀπόδειξιν 构成同格,展开说明论证的具体内容(即全体自身之外一无所有究竟是因为无限还是因为有限)。
- 1.5προσεκτέον δὲ τοῖς περὶ τοῦ παντὸς λεγομένοις ... εἰ προηγουμένως περὶ τοῦ παντὸς εἴρηται κόσμου, ἀλλὰ μὴ κατὰ τὸν οὐρανὸν ἔχειν λέγεται ταῦτα τὸ πᾶν.
动词性形容词 προσεκτέον(支配与格 τοῖς ... λεγομένοις)引导由 εἰ 引入的间接疑问从句(“是否……”),表达需要加以审视的研判。后面的 ἀλλὰ μή 构成鲜明对立,提出二者择一的选择:即这些属性究竟是首要地属于全宇宙,还是说全体仅仅是凭借天而具有这些属性。
- 1.5καὶ γὰρ ἀρχόμενος τοῦ δευτέρου βιβλίου καὶ συμπεραινόμενος, ὅτι οὔτε γέγονε οὔτε φθείρεται ὁ πᾶς οὐρανός, ὅτι, κἂν περὶ τοῦ ὅλου κόσμου λέγῃ, κατὰ τὸν οὐρανὸν ἔχειν ταῦτα τὸν κόσμον φησίν, ἐδήλωσεν αὐτός
全句的主干是位于后半部分的 ἐδήλωσεν αὐτός([亚里士多德]自己表明了),句首的分词 ἀρχόμενος ... καὶ συμπεραινόμενος 修饰该主句动词。第一个 ὅτι 从句依附于 συμπεραινόμενος,而其后重复出现的第二个 ὅτι(ὅτι, κἂν...)则引导 ἐδήλωσεν 的宾语从句(即宇宙乃是凭借天而具有这些属性),句法层次因嵌入成分而显得修长。
