← 辛普里丘

亚里士多德《论天》注释

§8.9-9.29

连续体与物体的定义及三维的完全性

辛普里丘阐释了亚里士多德对连续体与物体的定义,通过毕达哥拉斯学派教义和语词用法探讨了三维何以构成所有方向及完全者,并援引托勒密的几何证明补充说明了为何不存在多于三个的维度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.2

" Συνεχὲς μὲν οὖν ἐστιν ἕως τοῦ τὸ δὲ πάντη τοιοῦτον." Μετὰ τὸ δεῖξαι περὶ σώματα τὸν φυσικὸν ἔχοντα1 καὶ δηλονότι περὶ τὰ ἁπλᾶ πρώτως· ταῦτα γάρ ἐστι καὶ φυσικὰ πρώτως ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως ἔχοντα φυσικῆς· βουλόμενος ὁρίσασθαι τὸ σῶμα πρῶτον ὁρίζεται τὸ συνεχές, ὑφ’ ὃ τὸ σῶμα καὶ τὰ ἄλλα μεγέθη, ὅτι συνεχές ἐστι πᾶν τὸ διαιρετὸν εἰς ἀεὶ διαιρετά, κἄν τε ἐφ’ ἓν ᾖ διαιρετὸν κἄν τε ἐπὶ δύο καὶ τρία· καὶ γὰρ καὶ γραμμὴ καὶ ἐπιφάνεια συνεχῆ καὶ οὔπω σώματα, ἀλλὰ τὸ μὲν ἐφ’ ἓν καὶ συνεχὲς καὶ διαιρετόν, τὸ δὲ ἐπὶ δύο, τὸ δὲ σῶμα πάντη. πάντη δὲ διαιρετὸν καὶ πάντη συνεχὲς καὶ διαστατὸν τὸ σῶμα δείκνυσιν ἐκ τοῦ τριχῇ διαστατὸν καὶ τριχῇ διαιρετὸν εἶναι· τὰ γὰρ τρία πάντα ἐστὶ καὶ τὸ τρὶς πάντῃ. ὅτι δὲ τριχῇ διαστατὸν ὂν τὸ σῶμα πάντη διαστατόν ἐστι, δείκνυσιν ἐκ τοῦ μὴ εἶναι μέγεθος πλείονας ἔχον τῶν τριῶν διαστάσεων· τὸ οὖν τὰς τρεῖς ἔχον πάντη διαστατόν ἐστι. τὸ δὲ αὐτὸ καὶ ἀπὸ τῆς τριαδικῆς ἰδιότητος πιστοῦται· τὰ γὰρ τρία πάντα ἐστί τε καὶ λέγεται καὶ τὸ τρὶς πάντη. καὶ ὅτι ὀρθῶς λέγομεν, ἔδειξαν οἱ Πυθαγόρειοι συντόμως οὕτως· τὸ πᾶν ἀρχὴν ἔχει καὶ μέσον καὶ τέλος· τὸ τοιοῦτον τῷ τῆς τριάδος ἀριθμῷ ὥρισται. καὶ μήποτε καὶ τὸ τέλειον διὰ τὸ ἀρχὴν ἔχειν καὶ μέσον καὶ τέλος λέγομεν ὅτι πᾶν ἐστι· τὸ γὰρ μὴ πᾶν ἐλλείπει τι πρὸς τὸ πᾶν εἶναι καὶ ἀτελές ἐστιν. εἰ δὲ τοῦτο ἀληθές, οὐκ ἀναγκαίως, φαίη ἄν τις, ὁ Ἀλέξανδρος διὰ τοῦ τέλειον εἶναι τὸ πᾶν συνελογίσατο τὸ ἀρχὴν ἔχειν καὶ μέσα καὶ τέλος· τάχα γὰρ διὰ τοῦ παντὸς καὶ τῷ τελείῳ τοῦτο ὑπάρχει, τάχα δὲ ἀντιστρέφει μὲν ταῦτα ἀλλήλοις τὸ πᾶν καὶ τὸ τέλειον καὶ τὸ ἀρχὴν ἔχον καὶ μέσον καὶ τέλος, τέλειον δὲ ἀπὸ τοῦ ἔχειν τέλος λέγεται. τὸ δὲ ἔχον τέλος δηλονότι καὶ ἀρχὴν ἔχει καὶ μέσον. καλῶς οὖν ὁ Ἀλέξανδρος ἀπὸ τοῦ τελείου συνελογίσατο· καὶ γὰρ καὶ ὁ Ἀριστοτέλης ἐν τοῖς ἑξῆς ἀπὸ τοῦ τελείου τὸ πᾶν συνελογίσατο. ὅτι δὲ τὰ τρία πάντα καὶ τέλεια, δείκνυσι καὶ ἐκ τῆς ἱερᾶς ἁγιστείας τῷ ἀριθμῷ τούτῳ χρωμένης, ἐπὶ πᾶσι δὲ καὶ ἀπὸ τῆς χρήσεως τῶν ὀνομάτων τὸ αὐτὸ ἐπιστώσατο τὸ τὰ τρία πάντα εἶναι καὶ τὸ τρὶς πάντη. ἐκ τῶν εἰρημένων δὲ δείκνυσι πάλιν, ὅτι τὸ σῶμα μόνον τῶν μεγεθῶν πάντη διέστηκεν, ὡς εἴρηται πρότερον, καὶ τέλειόν ἐστι μόνον, προσλαβών, ὅτι τὰ πάντα καὶ τὸ πᾶν καὶ τὸ τέλειον τῷ εἴδει τὰ αὐτά ἐστι, κἂν κατὰ τὸ ὑποκείμενόν ποτε διαφέρῃ, διότι τὰ μὲν πάντα κατὰ διωρισμένου ποσοῦ κατηγορεῖται, ὥς φησιν ὁ Ἀλέξανδρος, τὸ δὲ πᾶν κατὰ συνεχοῦς, ἄμφω δὲ κατὰ τοῦ τελείου. συλλογίζεται δὲ οὕτως· τὸ σῶμα μόνον τῶν μεγεθῶν τριχῇ διέστηκε καὶ τρισὶν ὥρισται· τὸ τοιοῦτον τέλειον καὶ πάντη διέστηκεν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι παρὰ τὸ σύνηθες ὁ Ἀριστοτέλης ταῖς Πυθαγορικαῖς ἐνδείξεσιν εἰς ἀπόδειξιν ἐχρήσατο. ἴσως δὲ ἀπορήσοι ἄν τις, πῶς τὸ τριχῇ διεστὼς πάντη διεστώς ἐστιν; ἐπειδὴ τέλειος ἀριθμὸς ὁ τρία· ὡς μὲν γὰρ ἀριθμὸς ἔστω τέλειος ἀρχὴν ἔχων καὶ μέσα καὶ τέλος· πῶς δὲ διὰ τοῦτο τὸ τοῖς τρισὶν ὡρισμένον πᾶν καὶ τέλειον, εἴπερ ἐνίοτε καὶ ἄλλων δέοιτο; ἆρα γὰρ ὁ τρεῖς δακτύλους ἔχων ἄνθρωπος, ἐπειδὴ τρεῖς ἔχει, πάντας ἔχει τοὺς δακτύλους, ἢ τὰ τρία στοιχεῖα τῶν σωμάτων ἢ τοῦ λόγου πάντα τὰ στοιχεῖά ἐστιν; ἢ εἰ μὲν τρεῖς εἰσιν αἱ πᾶσαι διαστάσεις, τὸ τριχῇ διεστὼς πάντη διέστηκεν, ὡς μὴ εἶναι ἄλλην διάστασιν; μήποτε οὖν ἐκ τοῦ μὴ εἶναι ἄλλην διάστασιν ἀποδείξας τὸ πάντη διεστάναι τοῖς ἀπὸ τῶν τριῶν ἐπιχειρήμασι κατὰ τὸ ἔνδοξον συνεχρήσατο. ὁ δὲ θαυμαστὸς Πτολεμαῖος ἐν τῷ Περὶ διαστάσεως μονοβίβλῳ καλῶς ἀπέδειξεν, ὅτι οὐκ εἰσὶ πλείονες τῶν τριῶν διαστάσεις, ἐκ τοῦ δεῖν μὲν τὰς διαστάσεις ὡρισμένας εἶναι,2 τὰς δὲ ὡρισμένας διαστάσεις κατ’ εὐθείας λαμβάνεσθαι καθέτους, τρεῖς δὲ μόνας πρὸς ὀρθὰς ἀλλήλαις εὐθείας δυνατὸν εἶναι λαβεῖν, δύο μὲν καθ’ ἃς τὸ ἐπίπεδον ὁρίζεται, τρίτην δὲ τὴν τὸ βάθος μετροῦσαν· ὥστε εἴ τις εἴη μετὰ τὴν τριχῇ διάστασιν ἄλλη, ἄμετρος ἂν εἴη παντελῶς καὶ ἀόριστος. τὸ οὖν μὴ εἶναι εἰς ἄλλο μέγεθος μετάστασιν ὁ μὲν Ἀριστοτέλης ἐκ τῆς ἐπαγωγῆς ἔδοξε λαμβάνειν, ὁ δὲ Πτολεμαῖος ἀπέδειξεν.

“因此连续体是”直至“而在所有方向上皆如此者”。 在表明自然哲学家论述物体,且显明地首先论述单纯物体之后——因为这些物体也首先是自然的,在其自身之内具有自然运动的原理——,出于给物体下定义的意图,他首先定义了连续体(物体和其他量度都隶属于其下),即凡可分割为始终可分割之物的,都是连续体,无论它是在一个方向上可分割,还是在两个或三个方向上可分割;因为线和面虽然也是连续的,但还不是物体,前者是在一个方向上连续且可分割,后者是在两个方向上,而物体则是在所有方向上。至于物体在所有方向上皆可分割,且在所有方向上皆连续并具有展度,他则是从它在三个方向上具有展度且在三个方向上可分割这一点来表明的;因为三就是全部,而三次就是在所有方向上。至于物体由于在三个方向上具有展度因而在所有方向上皆具有展度,他是从没有任何量度具有多于三个展度这一事实来表明的;因此,具有这三个展度的事物就是在所有方向上皆具有展度。他也从三元特性中证实了同样的道理;因为三既是全部又被称为全部,而三次就是在所有方向上。至于我们所言非虚,毕达哥拉斯学派的人曾简要地阐明如下:整体具有开端、中间和终点;此类事物是由三这个数规定的。而且或许我们之所以说完全者是整体,也正是由于它具有开端、中间和终点;因为非整体的事物相对于成为整体而言有所欠缺,因而是不完全的。如果这是真的,有人可能会说,亚历山大由整体是完全的推论出它具有开端、诸中间和终点,并不是必然的;因为也许由于整体的缘故,这一特性也属于完全者,抑或整体、完全者以及具有开端、中间和终点的事物是彼此互换的,但完全者是由具有终点而得名的。而具有终点的事物显明地也具有开端和中间。因此亚历山大由完全者推论是恰当的;因为亚里士多德在下文中也是由完全者推论出整体的。至于三是全部且完全,他也从使用该数的神圣仪式中表明,而在这一切之上,他也从词语的用法中证实了同样的道理,即三是全部,而三次是在所有方向上。根据前述内容,他又进一步表明,正如之前所说,在诸量度中唯有物体在所有方向上延伸,且唯有它是完全的,因为他外加了一个前提:即“全部”、“整体”与“完全者”在形式上是相同的,即使它们在底层载体上有时有所不同——正如亚历山大所说,因为“全部”是针对规定之量被谓述的,“整体”是针对连续体被谓述的,而两者都是针对完全者被谓述的。他是这样推论的:在诸量度中唯有物体在三个方向上延伸并由三所规定;此类事物是完全的,且在所有方向上延伸。值得注意的是,亚里士多德反常地在论证中使用了毕达哥拉斯式的例证。然而或许有人会产生疑问:在三个方向上延伸之物,何以就是在所有方向上延伸之物?难道是因为三是完全数吗?因为就算作为数它是具有开端、诸中间和终点的完全数,但是何以因此凡由三规定的事物就是全部且完全的呢,如果它有时还会缺少其他东西?难道一个有三根手指的人,就因为他有三根,便拥有了所有的手指?抑或物体或言语的三个要素就是全部要素吗?或者是否因为全部展度只有三个,在三个方向上延伸之物就因不存在其他展度而是在所有方向上延伸?那么,难道不是他在从不存在其他展度论证了在所有方向上延伸之后,又按照普遍接受的意见连带使用了来自三的论据吗?然而令人赞叹的托勒密在其独卷本《论展度》中精彩地论证了展度不多于三个,其根据在于:展度必须是被规定的,而被规定的展度必须沿着垂直的直线来截取,而彼此垂直的直线只能截取三条,其中两条用以规定平面,第三条用来测量深度;因此,如果在这三重展度之后还有另一种展度,它将完全不可测量且无规定。因此,亚里士多德似乎是从归纳中得出不存在向另一量度的过渡这一结论的,而托勒密则对此作出了论证。

语法注2 条
  1. 1.2Μετὰ τὸ δεῖξαι περὶ σώματα τὸν φυσικὸν ἔχοντα

    在带冠词的不定式结构(μετὰ τὸ δεῖξαι)中,宾格名词 τὸν φυσικόν 和分词 ἔχοντα(与 περὶ σώματα 连用)充当 δεῖξαι 的宾语补足结构,构成了下文主句主要动词 ὁρίζεται 的前提。短语 ἔχειν περί τι 意为“从事于”或“论述某事”。

  2. 1.2ἐκ τοῦ δεῖν μὲν τὰς διαστάσεις ὡρισμένας εἶναι

    表示托勒密论证依据的介词短语 ἐκ τοῦ 统辖了一系列带宾格的不定式从句(δεῖν、λαμβάνεσθαι、δυνατὸν εἶναι)。其基本结构是由三个并列/连贯的前提构成的:展度必须被规定(δεῖν...),被规定的展度必须沿垂线截取(λαμβάνεσθαι),以及彼此垂直的直线只能取三条(δυνατὸν εἶναι),由此引出展度不超过三个的结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:8.9-9.29