← 辛普里丘

亚里士多德《论天》注释

§84.15-86.11

论柏拉图与亚里士多德在天体构成上的契合

辛普里丘针对论敌引述柏拉图关于天宇由四元素之精华构成的说法,论证了天宇的不灭性以及月下诸元素并非绝对单纯。随后他调和了亚里士多德与柏拉图的分歧,认为亚里士多德将天体定为第五元素是为了维护其神圣超越性,而在根本概念上承认天宇的可见性与可触性,因而两者实相契合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#13

“Πλάτων, φησίν, οὐκ ἐκ πυρὸς μόνου τὰ οὐράνια σώματα ὑπέθετο, ἀλλὰ πλείστου μάλιστα μετέχειν τοῦ τοιούτου πυρός, ὃ καὶ τῶν λοιπῶν στοιχείων τὴν μῖξιν εὐκραεστέραν ποιεῖ, πάσης μέν, φησίν, ἀπὸ πάντων τῶν στοιχείων τῆς λεπτομεροῦς καὶ καθαρωτάτης οὐσίας καὶ εἴδους πρὸς τὰ λοιπὰ λόγον ἐπεχούσης εἰς τὸ τῶν οὐρανίων σωμάτων ἀποκριθείσης σύγκριμα,1 τῆς δὲ ὑλικωτέρας αὐτῶν καὶ ἵνα οὕτως εἴπω τρυγώδους μοίρας ὑποστάσης ἐνταῦθα, καὶ τὰ ἄστρα δὲ καὶ τὸν ἥλιον ἐκ τοιούτου πυρὸς εἶναι Πλάτων βούλεται.” εἰ τοίνυν ἀπὸ τῆς λεπτομεροῦς καὶ καθαρωτάτης τῶν στοιχείων οὐσίας ὁ οὐρανὸς συνέστη καὶ εἴδους λόγον ἐχούσης ὡς πρὸς ὕλην καὶ τρύγα τὴν τῶν ἐνταῦθα στοιχείων οὐσίαν, πῶς ὁμοφυῆ τοῖς ἐνταῦθα τὰ οὐράνια νομίζει καὶ ὁμοίως φθαρτά, τάχα δὲ καὶ ἔτι μᾶλλον, εἴπερ τούτων ἡ ὁλότης ἄφθαρτος δείκνυται; εἰ γὰρ ἡ ἄλλου φθορὰ στοιχείου μεταβολή ἐστιν εἰς ἄλλο καὶ γένεσις ἄλλου, πῶς δυνατὸν φθαρῆναι τὸ τοιοῦτον μηχάνημα; ἀλλ’ ἡ μὲν τοῦ οὐρανοῦ καταφρόνησις δικαία τις ἔστω τιμωρία τοῖς εἰς θεὸν ἠσεβηκόσιν. ὁ δέ γε Πλάτων πάντα μὲν τὸν κόσμον ἐκ τῶν τεσσάρων στοιχείων συνεστάναι φησὶ τὸ μὲν ὁρατὸν ἐκ τοῦ πυρὸς ἔχοντα, τὸ δὲ ἁπτὸν ἐκ τῆς γῆς, τῶν δὲ μέσων στοιχείων εἰς ἐναρμόνιον σύνδεσιν τῶν ἄκρων γεγενημένων, ἀλλὰ τὸν μὲν οὐρανὸν ἐκ τοῦ καθαρωτάτου τῶν στοιχείων καὶ εἴδους λόγον ἐχόντων συστῆναί φησι τὸ ἄκρον τῆς σωματικῆς ἐπέχοντα φύσεως·2 διὸ καὶ ἀΐδιός ἐστιν καὶ θεῖος, ὅτι τὰ πάντων ἀκρότατα ἀΐδια καὶ θεῖα ἅτε τοῖς θεοῖς ἀνειμένα τοῖς πάντων ἀκροτάτοις· τοιγαροὖν καὶ οἱ πρῶτοι νοῖ θεῖοι καὶ αἱ πρῶται ψυχαί· οὕτως οὖν καὶ σώματα τὰ πρῶτα, καὶ κίνησιν διὰ τοῦτο τῆς κατὰ τόπον πρώτης οὔσης πρώτην ἐν αὐτῇ τὴν κυκλοφορίαν ἐκληρώσατο3 καὶ τοῖς ἄλλοις ταύτης γέγονεν αἴτιος. ἐκ πλείστου δὲ πυρὸς τὸν οὐρανὸν ὁ Πλάτων λέγει, διότι τριῶν ὄντων εἰδῶν τοῦ πυρὸς κατ’ αὐτὸν ἄνθρακός τε καὶ φλογὸς καὶ φωτὸς ἐκ τοῦ καθαρωτάτου καὶ φωτεινοτάτου μάλιστα συνέστηκε φωτός. ὡς γὰρ τῶν ὑπὸ σελήνην καλουμένων στοιχείων ἕκαστον συνέστηκε μὲν ἐκ τῶν τεσσάρων τῶν ἁπλῶν καὶ ἀληθῶς στοιχείων, οὐσίωται δὲ καὶ χαρακτηρίζεται καὶ καλεῖται κατὰ τὴν τοῦ ἑνὸς ἐπικράτειαν, οὕτως καὶ ὁ οὐρανὸς ἐκ τῶν ἀκροτήτων συνεστὼς τῶν τεσσάρων στοιχείων κατὰ τὸ κρεῖττον τῶν ἄκρων οὐσίωται φωτεινότατος καὶ ὁλολαμπὴς ἀποτελεσθείς, διὸ καὶ Ὄλυμπος ἀνευφημεῖται. ὅτι γὰρ καὶ τῶν ὑπὸ σελήνην καλουμένων στοιχείων τά τε ὅλα καὶ τὰ μέρη οὐκ ἔστι κυρίως ἁπλᾶ, δῆλον μὲν καὶ ἐκ τῆς αἰσθήσεως. ἡ γὰρ γῆ συνέχεται μὲν καὶ οὐ κατατέθραυσται διὰ τὸ ἐν αὐτῇ ὕδωρ, κέχρωσται δὲ καὶ ἀνεζωπύρηται διὰ τὸ πῦρ, πλήρης δέ ἐστιν ἀεὶ τῷ κενῷ χώραν οὐ διδοῦσα, κἂν ἀπορρέῃ, διὰ τὴν τοῦ ἀέρος παρείσδυσιν, δι’ ὃν καὶ ἕστηκεν ὀρθὴ καὶ ἀνέχεται μὴ πεπτωκυῖα· οὕτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔστιν ἰδεῖν. δῆλον δὲ καὶ ἐκ τῆς στοιχειώδους φύσεώς ἐστι τὸ λεγόμενον. τὰ γὰρ στοιχεῖα, καθὸ στοιχεῖά ἐστιν, ὥσπερ καὶ τὰ τοῦ λόγου εἴκοσι τέσσαρα στοιχεῖα, καθ’ αὑτὰ μὲν οὐδαμοῦ ἐστι, δι’ ἀλλήλων δὲ ἀεὶ κεχωρηκότα τὸ σύνθετον ἀποδίδωσι. καὶ γὰρ ὥσπερ τὰ μέρη τοῦ λόγου ἐστὶ καὶ καθ’ αὑτὰ εἶναι οὐ δύναται μέρη ὄντα, οὕτως καὶ τὰ στοιχεῖα τοῦ συνθέτου ἐστὶ καὶ δι’ ἀλλήλων ἀεὶ κεχώρηκε καὶ οὐδέποτε καθ’ αὑτὰ ὑφέστηκεν, ἀλλήλοις δὲ πρῶτον συνανακραθέντα καὶ κατ’ ἐπικράτειαν ἑνὸς εἰδοποιηθέντα οὕτως ὡς ἀπὸ ἁπλῶν τῶν κατ’ ἐπικράτειαν κατὰ δευτέραν σύνθεσιν τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ τούτων συνιστῶσιν μέρη τὴν ἀρχέγονον ἐν τοῖς ἑαυτῶν αἰτίοις ἕνωσιν τῇ πρὸς ἄλληλα ἀεὶ συμφύσει διασώζειν φιλονεικοῦντα. ἀλλὰ πῶς ὁ Ἀριστοτέλης ἐναντίως δοκεῖ τῷ Πλάτωνι διατάττεσθαι περὶ τὴν τοῦ οὐρανίου σώματος οὐσίαν μήτε σύνθετον αὐτὸ συγχωρῶν εἶναι, μήτε δὲ ἁπλοῦν, ὡς πῦρ ἢ ἄλλο τι τῶν τεσσάρων καλουμένων στοιχείων; ἢ τάχα τῶν ἀσεβῶν τούτων ἀνθρωπίσκων προεμαντεύσατο τὴν γιγαντικὴν κατὰ τῶν οὐρανίων ἀπόνοιαν καὶ διὰ τοῦτο παντελῶς αὐτὸν ἐξῃρημένον τῶν ὑπὸ σελήνην καὶ θείαν ἔχοντα πρὸς αὐτὰ τὴν ὑπεροχὴν ἐννοεῖσθαι βουλόμενος καὶ τῶν ὀνομάτων ἀπέσχετο τῶν εἰς ὁμοιότητα καθέλκειν αὐτὸν ἐπιχειρούντων; διὸ καὶ τῶν συνθέτων αὐτὸν τῶν ἐνταῦθα καὶ τῶν ἁπλῶν ὑπερήδρασεν· ἐπεὶ ὅτι γε κατὰ τὰς ἐννοίας αὐτὰς οὐ διηνέχθη πρὸς τὸν Πλάτωνα μαθεῖν ἔστιν ἐννοοῦντα, ὅτι καὶ αὐτὸς ὁρατὸν εἶναι καὶ ἁπτὸν πάνυ ἂν ῥᾳδίως τὸν οὐρανὸν ὁμολογήσειε.

“柏拉图,”他[菲洛波诺斯]说,“并未假定天体仅由火构成,而是假定天体最大程度地分有这样一种火,这种火亦使得其余元素的混合更为协调;”他说,“从一切元素中分离出精微且最纯粹的实体的全部——它相对于其余者具有形式的比例——进入天体的复合体中,而它们之中较为质料性的、可以说是残渣般的部分则沉淀在此处;柏拉图亦主张星辰和太阳是由这样的火构成的。”因此,如果天是由各元素中精微且最纯粹的、相对于此处的诸元素实体的质料与残渣具有形式之比例的实体所构成,那么,如果这些〔此处的事物〕的整体已被证明是不灭的,此人怎能认为天上的事物与此处的事物同类且同样可毁灭,甚至或许更为可毁灭呢?因为,如果一种元素的毁灭是向另一种元素的转变及另一种元素的生成,那么这样一个构造物又怎能被毁灭呢?然而,对天的轻蔑,就让它成为对那些亵渎神明之人的一种正当惩罚吧。无论如何,柏拉图主张整个宇宙是由四元素构成的,从火获得可见性,从地获得可触性,而中间元素是为了两端的协调结合而产生的;但他又说,天是由诸元素中最纯粹且具有形式之比例者构成的,占据着物体本性的最高端;由此它亦是永恒且神圣的,因为万物中最高端者皆是永恒且神圣的,宛如献给万物中最高端的神明一样;因此最初的诸理智是神圣的,最初的诸灵魂亦是如此;所以最初的诸物体同样如此,并因此,由于空间位移在[诸运动中]居于首位,〔天〕获得了空间位移中居于首位的圆周运动,并成为其余事物具有此种运动的原因。柏拉图说天绝大部分由火构成,乃是因为照他的观点,火有三种形式,即炭火、火焰与光芒,而天尤其由最纯粹、最具光辉的光芒所构成。因为正如月下所谓的各元素虽然由四种单纯且真正的元素构成,但依据其中之一的占优而被实体化、被赋予特征并被命名,同样,天亦由四元素的最高峰构成,依据诸极值中更优越者而被实体化,被造就为最具光辉且全发光的,因此它亦被赞颂为奥林匹斯。因为月下所谓的诸元素,无论是整体还是部分,严格说来皆非单纯的,这一点从感觉中亦是显而易见的。因为大地通过其内部的水而得以凝聚而不致碎裂,通过火而具有色泽并被激发出生机,由于空气的渗入而始终充满,即使有所流失亦不给虚空留出空间,大地正是凭借空气得以端正挺立、被支撑而不致下坠;在其馀元素的情形中亦同样可以见到这一点。所说之理从元素本性来看亦是显而易见的。因为诸元素就其作为元素而言,正如言语的二十四个字母[元素]一样,自身决不在任何地方单独存在,而是始终互相渗透,从而产生出复合体。因为正如存在言语的各个部分,且作为部分不能单独存在,同样,诸元素属于复合体,始终互相渗透,决不单独存立,而是首先互相充分混合,并依其一的占优而形成形式,进而由此种依占优而形成的单纯者出发,依照第二重结合构建出动物、植物以及它们的各个部分,力图通过彼此之间持续的共生来保全其自身原因之中的原始统一。然而,亚里士多德在关于天体实体的规定上,既不承认它是复合的,又不承认它是单纯的——如同火或所谓四元素中的其他任何一种——他何以看似与柏拉图相对立呢?抑或是,他或许预见到了这些不敬的小人对天上事物怀有的如同巨人族般的狂悖,因而希望人们将天理解为完全超拔于月下事物且对其具有神圣的优越性,从而甚至避免使用那些企图将其拉低至相似性的名称呢?因此他亦将天安置在此处的复合体与单纯体之上;因为只要考虑到亚里士多德自己亦会极为轻而易举地承认天是可见且可触的,人们便可得知:在概念本身上他与柏拉图并无分歧。

语法注3 条
  1. 1.21πάσης μέν, φησίν, ἀπὸ πάντων τῶν στοιχείων τῆς λεπτομεροῦς καὶ καθαρωτάτης οὐσίας καὶ εἴδους πρὸς τὰ λοιπὰ λόγον ἐπεχούσης εἰς τὸ τῶν οὐρανίων σωμάτων ἀποκριθείσης σύγκριμα

    属格独立结构。主语为 πάσης... τῆς λεπτομεροῦς καὶ καθαρωτάτης οὐσίας,分词谓语为 ἀποκριθείσης。其中插入的 καὶ εἴδους πρὸς τὰ λοιπὰ λόγον ἐπεχούσης 为修饰 οὐσίας 的分词短语,并由 μέν... δέ 与后文的属格独立结构 τῆς δὲ ὑλικωτέρας αὐτῶν... μοίρας ὑποστάσης 形成并列对置。

  2. 1.21ἐκ τοῦ καθαρωτάτου τῶν στοιχείων καὶ εἴδους λόγον ἐχόντων συστῆναί φησι τὸ ἄκρον τῆς σωματικῆς ἐπέχοντα φύσεως

    由主句动词 φησί 引出的带对格的不定式结构。不定式 συστῆναι 的逻辑主语为前文出现的 τὸν μὲν οὐρανόν,分词 ἐπέχοντα(阳性单数对格)与之保持一致;而分词 ἐχόντων(中性复数属格)则与介词短语内部的 τῶν στοιχείων 保持一致,二者属于不同层级的格支配。

  3. 1.21κίνησιν διὰ τοῦτο τῆς κατὰ τόπον πρώτης οὔσης πρώτην ἐν αὐτῇ τὴν κυκλοφορίαν ἐκληρώσατο

    主干句 κίνησιν... πρώτην ἐν αὐτῇ τὴν κυκλοφορίαν ἐκληρώσατο(“获得了其中居于首位的圆周运动”)内部插入了表原因的属格独立结构 τῆς κατὰ τόπον πρώτης οὔσης(“由于空间运动居于首位”)。句首的对格 κίνησιν 在整体与局部的同位关系上预先提示了后文具体的 τὴν κυκλοφορίαν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:84.15-86.11