- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:82.26-84.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘指责斐洛庞努斯在太阳的距离及天球的热效应方面的天文学与物理学谬误及其逻辑自相矛盾,为亚历山大关于元素效力均等的论述辩护,并指出斐洛庞努斯对柏拉图著作的误解,进而审视其对柏拉图的引证。
ἐν τούτοις δῆλός ἐστιν οὗτος νομίζων,1 ὅτι ὁ ἥλιος διὰ τὸ πλησιάζειν ἡμῖν μᾶλλον ἐν τῷ θέρει διὰ τοῦτο μᾶλλον ἡμᾶς τότε θερμαίνει, καὶ δῆλον, ὅτι καὶ μεσημβριάζοντα μᾶλλον ἡμῖν αὐτὸν νομίζει πλησιάζειν ἤπερ ἀνατέλλοντα ἢ δύνοντα· θερμαίνει γὰρ ἡμᾶς μᾶλλον μεσημβριάζων· καὶ ἀγνοεῖ τοῦτο, ὅτι καὶ πρὸς τὴν τοῦ ἡλίου σφαῖραν ἡ γῆ σχεδόν τι σημείου λόγον ἐπέχει, ὥστε καὶ ἐλαχίστην εἶναι τὴν παράλλαξιν διὰ τοῦτο τῆς ἀκριβοῦς ἐποχῆς αὐτοῦ πρὸς τὴν ὑφ’ ἡμῶν ὁρωμένην. πῶς οὖν τοσούτῳ πλησιαίτερον ἡμῶν ἢ πορρώτερον γίνεται ὥστε διὰ τοῦτο τοσαύτην γίνεσθαι τοῦ θέρους πρὸς τὸν χειμῶνα κατὰ θερμασίαν διαφοράν; ἀγνοεῖ δὲ καί, ὅτι, ὥσπερ καθ’ ἑκάστην ἡμέραν καίτοι ἴσον ἡμῶν ἀφεστηκὼς ὁ ἥλιος κατὰ πᾶσαν αὐτοῦ θέσιν θερμαίνει μᾶλλον ἡμᾶς ἐν ταῖς μεσημβρίαις διὰ τὴν τῶν ἀκτίνων εἰς ἑαυτὰς μᾶλλον ἀνάκλασιν, οὕτως δὲ καὶ ἐν τῷ θέρει πλησιάζων οὐχ ἡμῖν μᾶλλον, ἀλλὰ τῷ κατὰ κορυφὴν ἡμῶν σημείῳ, καὶ ἐν τῷ χειμῶνι πάλιν ἀφιστάμενος αὐτοῦ τὴν κατὰ θερμότητα καὶ ψῦξιν διαφορὰν τῶν ὡρῶν ἀπεργάζεται. ἀκούεις δέ, ὅτι καὶ θερμὸν εἶναι τὸ οὐράνιον σῶμα νομίζων2 καὶ ὁμοίᾳ θερμότητι τοῦ ὑπὸ σελήνην πυρὸς ἀδρανὲς αὐτὸ μόνον τῶν ἐν τῷ κόσμῳ σωμάτων εἶναί φησι· μήτε γὰρ τὴν ἀπλανῆ δρᾶν εἰς τὰς ὑφ’ ἑαυτὴν τοῦ οὐρανοῦ σφαίρας μήτε τὸν ὅλον οὐρανὸν εἰς τὸ ὑπέκκαυμα. “οὐ γὰρ πέφυκε, φησίν, ὑπὸ τοῦ ὁμοίου πάσχειν τὸ ὅμοιον, ἀλλὰ μόνον τὸ ὑπέκκαυμα εἰς τὰ ὑφ’ ἑαυτὸ δρᾷ· καὶ δῆλον, ὅτι, κἂν ζωτική τίς ἐστιν ἡ τοῦ οὐρανοῦ θερμότης, ὡς οὗτος βούλεται, οὐ μεταδώσει τοῖς ὑπὸ σελήνην αὐτῆς.” πῶς δὲ τὸν μὲν ἀπλανῆ οὐρανὸν θερμὸν ὑποθέμενος ἀδρανῆ φησιν αὐτὸν παντελῶς, τὸν δὲ ἥλιον θερμαίνειν ἡμᾶς; καὶ γὰρ καὶ αὐτὸς κατὰ τὸν αὐτοῦ λόγον εἰς τὰς οὐρανίας οὐδὲν δράσει σφαίρας· “οὐ γὰρ πέφυκεν, ὥς φησιν, ὑπὸ τοῦ ὁμοίου πάσχειν τὸ ὅμοιον”. ἀλλ’ οὐδὲ εἰς τὸ ὑπέκκαυμα, ὥστε οὐδὲ εἰς τὰ τῇδε. ἀλλ’ ἆρα οὐ ποιεῖ μέν τι κατὰ τὰς ἑαυτοῦ ποιότητας εἰς τὰ ὑπὸ σελήνην ὁ οὐρανός, πάσχει δὲ ὑπ’ αὐτῶν, ἢ μήτε ποιῶν μήτε πάσχων τὰς αὐτὰς ἔχειν ποιότητας καὶ ὁμοφυὴς αὐτοῖς ὑπὸ τούτου λέγεται τοῦ χρηστοῦ; δῆλον δέ, ὅτι κατὰ τοὺς εἰρημένους ὑπ’ αὐτοῦ λόγους οὐδὲ τὸ ὑπέκκαυμα δράσει τι εἰς τὸν ἀέρα πλὴν κατὰ τὸ ἔσχατον ἑαυτοῦ μέρος τὸ πλησιάζον τῷ ἀέρι καὶ ὁ ἀὴρ πάλιν κατὰ τὰ ἔσχατα. πῶς δὲ ὁ τὸν οὐρανὸν πρότερον στερρότερον καὶ ἰσχυρότερον καὶ κυριώτερον ὁμολογῶν νῦν πάντων ἀπέφηνεν ἀδρανέστερον; εἰπόντος δὲ τοῦ Ἀλεξάνδρου αἰτίαν εἶναι τοῦ σώζεσθαι καὶ συμμένειν τὰ στοιχεῖα καὶ μὴ φθείρεσθαι ὑπ’ ἀλλήλων τὴν τῶν δυνάμεων αὐτῶν ἰσότητα, πολὺ δὲ ἂν ὑπερβάλλοι ὁ ἀήρ, εἰ μέχρι τοῦ οὐρανοῦ διήκοι, καὶ πρὸς ταῦτα ἀντιλέγων οὗτος “καὶ ὀλίγον, φησίν, ἐνδέχεται ἀέρα πάνυ κατεψῦχθαι ἢ τεθερμάνθαι καὶ πολὺν ἠρεμαιότερον.” καὶ δῆλον, ὅτι τὰς μὲν ἐπεισάκτους ποιότητας οὐδὲν κωλύει καὶ ἐν ὀλίγῳ σφοδροτέρας εἶναι, ὡς εἴρηται, καὶ ἐν πολλῷ ἠρεμαιοτέρας, τὰς μέντοι κατὰ φύσιν τῷ ἀέρι προσούσας ἀνάγκη τῷ μεγέθει αὐτοῦ συμπαρατετάσθαι καὶ τὰς δυνάμεις τὰς φυσικὰς κατὰ ταύτας λαμβάνειν, ἀλλ’ οὐχὶ κατὰ τὰς ἐπεισάκτους, καὶ τὴν ἰσότητα τῶν δυνάμεων τούτων ἀκούειν χρή. εἰ τοίνυν ἀὴρ ἦν ἁπλῶς τὸ ὑπὲρ τὴν γῆν ἄχρι τοῦ οὐρανοῦ πᾶν, πῶς ἂν ἦν σύστοιχον τοῖς ἄλλοις στοιχεῖον; ἢ πῶς ἰσοδύναμα τὰ ἄλλα ἦν αὐτῷ τοσαύτην ὑπεροχὴν ἔχοντι κατὰ τὸ μέγεθος; κἂν γὰρ μὴ ἰσομεγέθη τὰ στοιχεῖά ἐστιν, ἀλλ’ ἔχειν τινὰ χρὴ πρὸς ἄλληλα λόγον εὐάρμοστον, εἰ δὲ ὁ οὐρανὸς ὅλος καὶ τὸ ὑπέκκαυμα πῦρ ἦν, τίς ἂν εἴη τῶν ἄλλων πρὸς ταῦτα λόγος κατὰ μέγεθος ἢ τῆς γῆς πρὸς τὸ ἀπὸ γῆς ἄχρι τοῦ οὐρανοῦ χύμα τοῦ ἀέρος; ἐπεὶ δέ, οὐκ οἶδα ὅπως, τὰ Πλάτωνος ἀρέσκειν τούτῳ δοκεῖ μήτε διδασκάλων ἐν αὐτοῖς, ὥς φασι, τυχόντα μήτε αὐτὸν φιλομαθῶς ἐζητηκότα τὸν τοῦ Πλάτωνος νοῦν3 καὶ διὰ τοῦτο νομίζοντα ποτὲ μὲν ταῖς αὑτοῦ φαντασίαις συνᾴδειν τὰ Πλάτωνος, ποτὲ δὲ τοῖς Ἀριστοτέλους ἐναντιοῦσθαι, ἴδωμεν, τίνα καὶ νῦν τῶν Πλάτωνος παρατίθεται.
在这些论述中,显而易见的是,此人认为太阳在夏季由于更接近我们而更使我们变热,且显而易见的是,他亦认为太阳在正午比在升起或落下时更接近我们;因为正午时它更使我们变热;而他忽略了这一事实:即相对于太阳的天球而言,地球亦近乎具有点的比例,以至于由此太阳的精确位置与我们所观测到的位置之间的视差极小。那么,它怎能距我们如此之近或如此之远,以致由此在夏冬之间产生热量上的如此巨大的差异呢?而且他亦忽略了:正如在每一天中,尽管太阳在其每一位置距我们皆等距离,但由于光线向自身更强烈的反射而在正午更使我们变热,同样,在夏季它并非更接近我们,而是更接近我们头顶的点,而在冬季又远离该点,从而造成了季节在寒暑上的差异。你亦听听:他一方面认为天体是热的,且具有与月下之火相似的热度,另一方面却说在宇宙的诸物体中唯独天体是无作用的;因为最外层恒星天球既不对其下的天球施加作用,整个天宇亦不对可燃体施加作用。“因为,”他说,“相似者天生不会受相似者的作用,而唯独可燃体对其下之物施加作用;且显而易见的是,即使天宇的热量正如这个人所主张的那样是某种生命的,它亦不会将其分给月下之物。”可是,既然假定恒星天是热的,他怎能说它完全是无作用的,却又说太阳使我们变热呢?因为根据他自己的论述,太阳自身亦不会对天上的诸天球施加任何作用;“因为正如他所说,相似者天生不会受相似者的作用”。而且它亦不会对可燃体施加作用,因而亦不会对地上的诸物施加作用。然而,难道天宇并非依其自身的性质对月下之物施加某种作用,而是受它们的作用?抑或是,它既不施加作用亦不受作用,却被这位高尚之士说成具有相同的性质且与它们同类呢?显而易见的是,根据他所陈述的论点,可燃体除了在其接近空气的最外层部分之外,亦不会对空气施加任何作用,而空气亦同样只在极端之处施加作用。而此前承认天宇更坚固、更强大、更居主导地位的人,现在怎能将它宣称为万物之中最无作用的呢? 亚历山大曾说,诸元素得以保存、共同存续且不被彼此毁灭的原因在于它们诸效力的均等,若空气延伸直至天宇,空气将大大超出;而此人针对这些话反驳道:“少量的空气极度冷却或变热,而大量的空气更为温和,这是可能的。”显而易见的是,外来的性质在少量中更为剧烈、在大量中更为温和,正如已经说过的那样,这一点毫无妨碍;然而依照自然本性属于空气的性质,必然与它的体积共同延展,且必须依据这些性质来把握自然本性的效力,而非依据外来的性质,必须理解这些效力的均等。因此,如果地上方直至天宇的全部无条件地都是空气,它又怎能是与其他元素相对应的元素呢?或者,当它在体积上具有如此巨大的优势时,其余元素又怎能与它效力均等呢?因为纵使诸元素体积并不相等,它们之间亦应当具有某种协调的比例;如果整个天宇和可燃体都是火,那么其余元素相对于这些在体积上的比例,或者地球相对于从大地直至天宇的空气之散布的比例,又会是怎样的呢? 但是,不知怎的,柏拉图的学说似乎合乎此人的心意,然而正如人们所说,他既未在这些学说中遇有名师指点,自己亦未以求知之心探求柏拉图的心思,并因此有时认为柏拉图之说与他自己的幻想相契合,有时又认为与亚里士多德相抵触;既然如此,且让我们看看他此刻又引述了柏拉图的哪些言论。
- 1.21δῆλός ἐστιν οὗτος νομίζων
形容词 δῆλος 与分词 νομίζων 连用的无人称转为人称句式(personal construction),相当于“显而易见的是,此人认为……”。
- 1.21ἀκούεις δέ, ὅτι καὶ θερμὸν εἶναι τὸ οὐράνιον σῶμα νομίζων
ἀκούεις 用作呼告读者的动词(“你听听”),引导 ὅτι 从句;从句中分词 νομίζων 修饰主语(上下文所承之主语),后接谓语动词 φησί。
- 1.21μήτε διδασκάλων ἐν αὐτοῖς, ὥς φασι, τυχόντα μήτε αὐτὸν φιλομαθῶς ἐζητηκότα τὸν τοῦ Πλάτωνος νοῦν
宾格分词 τυχόντα 与 ἐζητηκότα 并未在语法上与由 δοκεῖ 支配的前置与格 τούτῳ 一致,而是意合性地(ad sensum)修饰逻辑上的受词/主语(指斐洛庞努斯)。
