- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:86.11-88.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证道,既然亚里士多德承认天的可见性与可触性,那么他在天由各元素的最高峰构成这一点上并未与柏拉图相冲突,并反驳了菲洛波诺斯关于天具有受动性质的主张。
τὸ μὲν γὰρ ὁρατὸν καὶ ἡμῖν πρόδηλον ἀξιουμένοις ὁρᾶν, ὅτι δὲ καὶ ἐφάπτονται ἀλλήλων τὰ οὐράνια σώματα, πρόδηλον. εἰ οὖν τὸ μὲν ὁρατὸν ὑπάρχει διὰ τὰ χρώματα, τὰ δὲ χρώματα φωτεινοῦ τινός ἐστιν ἀπαυγάσματα, τὸ δὲ ἁπτὸν διὰ τὴν τῆς γῆς ἀντιτυπίαν, πῶς οὐκ ἂν συγχωρήσοι καὶ Ἀριστοτέλης1 καὶ πῦρ εἶναι ἐκεῖ καὶ γῆν καὶ δηλονότι καὶ τὰ μέσα τούτων ἄκρων ὄντων καὶ δεομένων πάντως μεσότητος; ἀλλ’ οὔτι γε ταύτην τὴν γῆν οὐδὲ τὸ πῦρ τοῦτο, ὧν τὰ μέρη καὶ ἀποσπᾶται παρὰ φύσιν διατιθέμενα καὶ κατ’ εὐθεῖαν κινεῖσθαι πέφυκε διὰ τὸ ἑαυτῶν ἀτελές. τοιγαροῦν τὴν τῶν οὐρανίων πρὸς τὰ ὑπὸ σελήνην ὑπεροχὴν ἀπὸ τῆς κατὰ τὰς κινήσεις ταύτας τὰς ἀτελεῖς διαφορᾶς ἔλαβεν, ἵνα καὶ γῆς ταύτης καὶ πυρὸς τούτου χωρίσῃ τὰ οὐράνια, ὧν κἂν τὰ ὅλα μένῃ κατὰ φύσιν, ἀλλὰ τά γε μέρη καὶ παρὰ φύσιν ποτὲ διατίθεται. † ὡς ἀτελῶν τῶν ὑπὸ σελήνην σωμάτων καὶ ὡς τοῖς οἰκείοις καὶ τοῖς ἑαυτῶν κρείττοσιν ἐπιπιπτόντων τὴν κατ’ εὐθεῖαν λέγει κίνησιν, καὶ ἐν τοῖς τελευταίοις ταύτης τῆς πραγματείας καὶ ἐν τοῖς Περὶ γενέσεως δηλοῖ. εἰκότως οὖν οὐδὲ ἐκ πολλοῦ πυρὸς αὐτὸν εἶναι συγχωρεῖ τοῦτο τὸ πῦρ ἀποφάσκων τὸ μεταβάλλον εἰς ἑαυτὸ τὰ ἄλλα, διό ‘εἴπερ ἐκ πυρὸς ἐκεῖνα συνειστήκει, φησί, πάλαι φροῦδον ἂν ἦν ἕκαστον τῶν ἄλλων.’ ἐπεί, ὅτι καὶ αὐτὸς κατ’ ἐπικράτειαν ἑνὸς τῶν ἁπλῶν οἴεται καὶ τὰ ἐνταῦθα καλούμενα στοιχεῖα εἰδοποιεῖσθαι, οἶμαι δὲ καὶ τὸν οὐρανόν, δῆλόν ἐστιν, ἐξ ὧν πολλαχοῦ τὰς ἁπλᾶς κινήσεις, περὶ ὧν ὁ λόγος αὐτῷ, οὐ τὰ ἁπλᾶ μόνα τῶν σωμάτων κινεῖσθαί φησιν, ἀλλὰ καὶ τὰ σύνθετα κατὰ τὸ ἐπικρατοῦν ἐν τῇ μίξει. πῶς οὖν αὐτὸν ἐναντία τῷ Πλάτωνι λέγειν ἐν τούτοις φαμὲν τὸν μὴ περὶ τῶν αὐτῶν τὰ ἐναντία λέγοντα;2 καὶ ἵνα τὴν ἐμὴν ἔννοιαν εἴπω, δοκεῖ μοι κἀν τούτοις ταὐτὸν πεπονθέναι πάθος ὁ Ἀριστοτέλης, ὅπερ καὶ ἐπὶ τῶν ἰδεῶν πέπονθεν· καὶ γὰρ ἐπ’ ἐκείνων τὸ μὲν αἰτίας εἶναι πάντων ἐν τῷ θεῷ καὶ διακεκριμένας ταύτας σαφῶς φαίνεται δεδωκώς, εἴπερ διττὴν εἶναί φησι τὴν τάξιν τὴν μὲν ἐνταῦθα, τὴν δὲ ἐν τῷ δημιουργῷ καὶ ταύτην ἀπ’ ἐκείνης, ὡς διττὴν τὴν τάξιν τὴν μὲν ἐν τῷ στρατηγῷ, τὴν δὲ ἐν τῷ στρατοπέδῳ καὶ τὴν ἑτέραν ἐκ τῆς ἑτέρας· ὅπου δὲ τάξις, ἐκεῖ πάντως καὶ διάκρισίς ἐστι. τὸ μέντοι τὰς αἰτίας τοῖς αὐτοῖς ὀνόμασι τῶν τῇδε καλεῖν παρῃτήσατο, ἄνθρωπον ἢ ἵππον ἤ τι ἄλλο τῶν ἐνταῦθα, διὰ τὸ ῥᾳδίως τοῖς ὀνόμασιν συνεκτρέχειν τῶν πολλῶν ἀνθρώπων τὰς φαντασίας. οὕτως δὲ κἀνταῦθα τὸ μὲν ἐκ φωτεινῆς καὶ ἁπτῆς οὐσίας συνεστηκέναι καὶ αὐτὸς ἂν εἴποι καὶ ἐπικρατεῖν τὸ φωτεινόν, οὐ μέντοι ἐκ τῶν ἐνταῦθα τοιούτων, ἀλλ’ ἐκ τῶν ἀκροτήτων, ὡς δηλοῖ θεῖον αὐτὸ καὶ πρῶτον λέγων, ἐν οἷς φησιν· “εἴπερ οὖν ἔστι τι θεῖον, ὥσπερ οὖν ἔστι, καί τὰ νῦν εἰρημένα περὶ τῆς πρώτης οὐσίας τῶν σωμάτων εἴρηται καλῶς.” καὶ διὰ τοῦτο καὶ πέμπτην οὐσίαν ὀνομάζειν αὐτὸ συνεῖδεν, ἵνα τὰς περὶ αὐτοῦ ἐννοίας ὡς παντελῶς ἐξῃρημένου τῶν ἐνταῦθα προβάλλωμεν. ὅτι δὲ οὐδὲ τοῦτο τῆς Πλάτωνος ἀπᾴδει παραδόσεως, ὑπέμνησα καὶ πρότερον ἐκ τοῦ καὶ τὸν Πλάτωνα ἄλλοις μὲν σχήμασι τὰ ὑπὸ σελήνην στοιχεῖα διαζωγραφῆσαι τὸν δημιουργὸν εἰπεῖν, ἄλλῳ δὲ τὸ οὐράνιον σῶμα. καὶ μέντοι καὶ ἐκ τῶν ὑπὸ Ξενοκράτους περὶ τούτων ἱστορηθέντων, ὧν οὐδὲν ἄν εἴη χεῖρον καὶ νῦν ὑπομνῆσαι, ἐν τοῖς Περὶ τοῦ Πλάτωνος βίου γεγραμμένοις ὧδε· “τὰ μὲν οὖν ζῷα πάλιν οὕτως διῃρεῖτο εἰς ἰδέας τε καὶ μέρη πάντα τρόπον διαιρῶν, ἕως εἰς τὰ πάντων στοιχεῖα ἀφίκετο τῶν ζῴων, ἃ δὴ πέντε σχήματα καὶ σώματα ὠνόμαζεν, εἰς αἰθέρα καὶ πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα.” καὶ ταῦτα μὲν ἀρκείτω περὶ τῶν Πλάτωνί τε καὶ Ἀριστοτέλει δοκούντων ἐν τοῖς προκειμένοις, εἴ τι ἄρα τῶν ἐκείνοις ἀρεσκόντων τοῖς θείοις ἀνδράσι δέδωκεν ὁ θεὸς ἐννοεῖν. Πρὸς δὲ τοῦτον πάλιν θερμότητάς τε καὶ ψυχρότητας, ξηρότητάς τε καὶ ὑγρότητας καὶ μαλακότητας καὶ σκληρότητας καὶ τὰς ἄλλας ἁπτὰς καὶ παθητικὰς ποιότητας ἐν τῷ οὐρανῷ τιθέναι φιλονεικοῦντα ῥητέον, ὡς, εἰ μὲν ποιεῖν εἰς τὰ τῇδε καὶ πάσχειν ὑπὸ τῶνδε πεφύκασιν αἱ τοῦ οὐρανοῦ τοιαῦται ποιότητες, πῶς οὐδεμία μέχρι νῦν ἀλλοίωσις ἀπὸ τῶν τῇδε φαίνεται γενομένη περὶ αὐτόν;3
因为对于我们这些有幸得见之人而言,天体是可见的乃是昭然若揭的,且天体彼此相接触亦是显而易见的。因此,如果可见者是由于颜色而存在,而颜色是某种发光物的放射,可触者则是由于大地的抗阻而存在,那么亚里士多德又怎能不承认彼处亦有火与地,并且显然亦有位于这两极之间的中间元素呢——既然它们是两极且完全需要中项?但这绝非此处的大地,亦非此处的火,它们的部分不仅因被强行撕离而处于违反本性的状态,且由于自身的残缺而不免作直线运动。因此,他从这些不完全运动上的差异中把握了天体相对于月下事物的优越性,以便将天体同此处的大地与火区分开来;后者的各个部分即使整体依照本性留存,但各部分有时亦会处于违反本性的状态。至于他谈到直线运动乃是属于月下物体的,因为它们是不完全的,且因为它们坠向其固有的[场所]并投向高于自身的事物,这一点无论在本论著的末尾诸篇还是在《论生成与消灭》中都有所阐明。因此,他不承认天是由大量火构成的,从而否定了这种将其他事物转化为自身的火,乃是顺理成章的;因此他说:“如果那些天体确实由火构成,其余每一件事物早就荡然无存了。”因为,他自己亦认为此处的所谓各元素,以及依我之见甚至天本身,皆是依据单纯者之一的占优而被赋予形式的,这一点是显而易见的,其依据在于:在许多地方,关于他所论及的单纯运动,他不仅说单纯物体作此运动,而且亦说复合体按照混合物中占优势者作此运动。那么,对于并未就相同事物言说相反之论的他,我们怎能说他在这些问题上言说了与柏拉图相反的话呢?若要表达我自己的见解,依我之见,亚里士多德在这些事情上似乎亦经历了与他在理念问题上所经历的完全相同的境况。因为在理念的事情上,只要他说秩序是双重的,一重在此处,另一重在创世者中,且前者来自后者——犹如秩序是双重的,一重在将军中,另一重在军队中,且一者来自另一者——那么他显然明确承认了万物的原因皆在神之中,且这些原因是各自分明的;而在有秩序的地方,彼处无论如何亦存在区分。然而,他拒绝用此处的相同名称去称呼那些原因,例如称为人、马或此处的其他某种事物,这是由于大众的表象极易顺着名称而走偏。同样,在此处,他自己亦会说天是由发光的且可触的实体构成的,并且发光者占优,然而并非由诸如此处的这类事物构成,而是由各顶峰构成;正如他称天为神圣且在先者时所表明的,他在一处说道:“因此,若真有神圣之物,正如确实存在的那样,那么现在关于物体的第一实体的论述亦就说得很好了。”亦正因此,他亦认为应当将它命名为第五实体,以便我们将关于它的概念当作完全超拔于此处事物者而呈现出来。而这亦不违背柏拉图的传授,关于这一点我此前亦曾提醒过:柏拉图亦说过创世者用某些形状描摹了月下元素,而用另一种形状[描摹了]天体。此外,克塞诺克拉底关于这些事物所记载的材料亦可证明这一点——如今在《论柏拉图的生平》中所记述的下述内容中提请注意这些,亦无任何不妥:“于是他再次这样划分动物,以各种方式划分为形式与部分,直到他达到一切动物的元素为止,他确实将这些元素命名为五种形状和物体,划分为以太、火、水、地和气。”关于柏拉图与亚里士多德在当前问题上的观点,如果神确实赐予我们理解那些神圣之人所赞同的任何道理,那么以上所言便已足够了。但对于这位力图再次在天中安置热与冷、干与湿、软与硬以及其他可触且受动的性质的人[菲洛波诺斯],则必须再次反驳道:如果天的这些性质依照本性确实对此处的事物起作用并受此处事物的作用,那么为何至今未见围绕天发生来自此处事物的任何质变呢?
- 1.21πῶς οὐκ ἂν συγχωρήσοι καὶ Ἀριστοτέλης
助词 ἄν 与祈愿语气 συγχωρήσοι 构成修辞性疑问句中的潜势结论分句(“他怎能不承认……”),统辖以 πῦρ、γῆν 及 τὰ μέσα 为主语的宾格加不定词结构。
- 1.21τὸν μὴ περὶ τῶν αὐτῶν τὰ ἐναντία λέγοντα
带否定词 μή 的分词短语作为限定性或限制同位成分修饰 αὐτόν(主动词 φαμέν 所统辖的不定词 λέγειν 的宾格主语),带有条件含义:“当他并非就相同事物言说相反之论时”。
- 1.21ὡς, εἰ μὲν ποιεῖν εἰς τὰ τῇδε καὶ πάσχειν ὑπὸ τῶνδε πεφύκασιν αἱ τοῦ οὐρανοῦ τοιαῦται ποιότητες, πῶς οὐδεμία μέχρι νῦν ἀλλοίωσις ἀπὸ τῶν τῇδε φαίνεται γενομένη περὶ αὐτόν;
从属连词 ὡς 依赖于非人称形容词 ῥητέον 引导间接引语,其内部嵌套了一个条件从句(εἰ μὲν ... πεφύκασιν)以及充当结论分句的修辞疑问句(πῶς ... φαίνεται)。
