← 辛普里丘

亚里士多德《论天》注释

§81.3-82.26

驳斐洛庞奴关于天体属火与元素存续之说

辛普里丘驳斥了斐洛庞奴对亚里士多德观点的反驳(亚氏主张若天宇和可燃体是火则其余元素早当灭亡),指出性质随容积而倍增且相互转化必然发生;随后辛普里丘引述斐洛庞奴的原话以揭示其谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#11

τοῦ τοίνυν Ἀριστοτέλους εἰπόντος1 ἐν πρώτῳ τῶν Μετεώρων, ὅτι, εἴπερ ἐκ πυρὸς ἦν ὁ οὐρανὸς ὅλος μετὰ τῶν ἄστρων, πάλαι φροῦδον ἦν ἕκαστον τῶν ἄλλων στοιχείων, οὗτος πρῶτον μὲν τὴν ὁμοίαν ἀπορίαν καὶ τὸ ὑπέκκαυμα παρέχεσθαί φησι μεῖζον τῶν ὑπ’ αὐτοῦ περιεχομένων ὑπάρχον· ἀλλ’ οὐκ ἔστι, φησί, καυστικὸν οὔτε τὸ τοῦ ὑπεκκαύματος οὔτε τὸ οὐράνιον πῦρ, ἀλλὰ τὸ καυστικὸν τὸ παρ’ ἡμῖν ἐστιν ὑπερβολὴ πυρὸς ὂν κατὰ τὸν Ἀριστοτέλην. ἐν δὲ τούτοις ἐπιστῆσαι χρή, ὅτι πᾶς ὁ λόγος αὐτῷ σπουδάζει πάλιν ὁμοφυὲς δεῖξαι τὸ οὐράνιον σῶμα τοῖς ὑπὸ σελήνην, ὥστε καὶ φθαρτὸν ὁμοίως αὐτοῖς ἀποδειχθῆναι. εἰ οὖν τὰ ὑπὸ σελήνην δρᾶν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων καὶ μεταβάλλειν εἰς ἄλληλα πέφυκε, δῆλον, ὅτι καὶ τὸ οὐράνιον, εἴτε πῦρ εἴτε ἄλλο τι τῶν ὁμοφυῶν ἦν, πάσχειν ὑπὸ τῶν ὑπὸ σελήνην ἀνάγκη καὶ δρᾶν εἰς αὐτὰ καὶ ἰσοσθενὲς πρὸς αὐτὰ ὑπάρχειν. τοσαύτης οὖν οὔσης κατὰ μέγεθος τῶν οὐρανίων πρὸς τὰ ὑπὸ σελήνην ὑπεροχῆς, ὅσην δείκνυσιν ἀστρονομία σημείου καὶ κέντρου λόγον ἔχειν τὴν γῆν πρὸς τὰ ὑπὲρ τὸν ἥλιον δεικνῦσα, ἐὰν καὶ τὸ ὑπέκκαυμα τῷ οὐρανῷ προσθῶμεν εἰς τὴν τοῦ πυρὸς ὁλότητα, πῶς δυνατὸν ἰσοσθενεῖν τι πρὸς αὐτὸ τῶν ὑπὸ σελήνην στοιχείων; πῶς δὲ οὐκ ἂν ῥᾳδίως ὑπ’ αὐτοῦ κρατηθέντα τὰ ἄλλα φροῦδα παντάπασιν ἦν, οὐχὶ καιόμενα (τοῦτο γὰρ οὐδὲ Ἀριστοτέλης ἐπήγαγεν ἐν τούτοις), ἀλλὰ μεταβαλλόμενα εἰς ἐκεῖνο, ὁποῖόν ποτε ἂν ἦν; καὶ μάτην πολλοὺς ἐν τούτοις ἐδαπάνησε λόγους δεικνύς, ὅτι αἱ τῶν στοιχείων ποιότητες οὐ πρὸς ἀναλογίαν ἐπαύξονται τοῦ ὄγκου τῶν σωμάτων, ἐν οἷς ἔχουσι τὸ εἶναι· οὐδὲ γὰρ τὸ μυριοπλάσιον, εἰ τύχοι, ὕδωρ μυριοπλασίονα τὴν ψῦξιν ἔχει, ἀλλ’ ὁμοίως ψυχρὸς ὁ ἀπὸ θαλάττης κύαθος τῇ ὅλῃ θαλάττῃ. οὐκ ἐπέστησε γάρ, ὅτι, κἂν μὴ ἐπιτείνηται τὸ εἶδος ὡς μᾶλλον γενέσθαι ψυχρόν, ἀλλὰ συμπλεονάζεται τῷ ποσῷ τοῦ ὄγκου,2 διὸ καὶ δραστικώτερον τὸ πλέον τοῦ ἐλάττονος, καὶ μᾶλλον ὁ ἐν μεγάλῳ οἰκήματι ψυχρὸς ἀὴρ ψύχει τοῦ ἐν ἐλάττονι, κἂν ἡ αὐτὴ ποιότης τῆς ψύξεως ᾖ, καὶ ἧττον πάσχει τὸ μεῖζον ἤπερ τὸ ἔλαττον, ὅπερ καὶ οὗτος ὡμολόγησε. κἂν γὰρ ἡ ἔξωθεν ἐπεισιοῦσα ποιότης καὶ ἐν ἐλάττονί ποτε μεγέθει σφοδροτέρα ποτέ ἐστιν, ἀλλ’ ἥ γε κατὰ φύσιν ἀνάλογον ἔχει πρὸς τὸ μέγεθος οὐ μᾶλλον γινομένη οὐδὲ σφοδροτέρα, ἀλλὰ τῷ μεγέθει, ἐν ᾧ ἐστι, συναυξομένη· διὸ καὶ δυσπαθέστερά ἐστι τὰ μείζονα μεγέθη κατὰ ποιότητα, διότι πλείων ἡ ποιότης ἐν τοῖς μείζοσιν· οὐ γὰρ κατὰ τὸν ὄγκον πάσχει ἀλλοιούμενα, ἀλλὰ κατὰ τὴν ποιότητα. εἰ οὖν ἐγγὺς ἀπειροπλάσιον τὸ οὐράνιον μετὰ τοῦ ὑπεκκαύματός ἐστι τῷ μεγέθει καὶ ἡ δύναμις τοσαυταπλασίων τῆς δυνάμεως, πῶς οὐ “πάλαι φροῦδον ἕκαστον ἦν τῶν ἄλλων στοιχείων” κατὰ τὸν Ἀριστοτέλην ὑπ’ ἐκείνων μεταβληθέν; καὶ οὐ μάτην τὸ “ἕκαστον” εἶπεν, ἀλλ’ ἵνα τὴν ὑπερβολὴν αὐξήσῃ τῆς ὑπεροχῆς. οὗτος δὲ ἠρκέσθη τῷ μὴ καυστικὸν ἐκεῖνο τὸ πῦρ εἶναι οὐκέτι τὸ ὁμοφυὲς καὶ τὴν εἰς ἄλληλα μεταβολὴν αὐτῶν λογισάμενος. οἷα δὲ καὶ ταῦτα προστέθεικεν οὗτος ὁ δυστυχῶς τῶν ἐν φιλοσοφίᾳ λόγων ἀκηκοώς· ἀλλ’ ἐπειδὴ καὶ ἀπιστεῖν νομίζω τινάς, εἴ τις τῶν γράφειν ἐπιχειρούντων οὕτως ἀνάγωγος ἦν ὡς ταῦτα ἀγνοεῖν, ἀνάγκη μοι πάλιν αὐτὰ τὰ ὑπ’ αὐτοῦ λεγόμενα παραγράφειν· “ὅτι γὰρ καὶ ἡ πολλὴ τῶν οὐρανίων διάστασις καὶ μάλιστα τῶν ἄστρων, ἅπερ καὶ μᾶλλον τῆς τοῦ πυρὸς οὐσίας εἶναι τοῖς ἀρχαιοτέροις ἔδοξεν, ἀσθενεστέραν ποιεῖ τὴν ἐξ ἐκείνων ἐγγινομένην τοῖς τῇδε θερμότητα, σαφῶς ὁ ἥλιος δείκνυσιν ἐκεῖνα μάλιστα θερμαίνων, οἷς ἂν πλησιαίτερος γένηται. τί οὖν ἡ ἐν τῇ ἀπλανεῖ σφαίρᾳ θερμότης, εἰ θερμῆς ἔτυχε φύσεως, εἰς τὰ περὶ γῆν τοσοῦτον διεστῶτα κατὰ ποιότητα δράσειεν; οὔτε γὰρ ἡ ἐξωτάτω εἰς τὰς ἐφεξῆς σφαίρας ὁμοίας οὔσας οὔτε ἐκεῖναι εἰς τὸ ὑπέκκαυμα κατὰ ποιότητα ποιεῖν ἐδύναντο·3 οὐ γὰρ πέφυκεν ὑπὸ τοῦ ὁμοίου πάσχειν τὸ ὅμοιον· ἔμενεν οὖν ἐπὶ τῆς ἑαυτοῦ φύσεως τὸ ὑπέκκαυμα μηδὲν ὑπὸ τῆς ἐν ταῖς σφαίραις ὑπομένον θερμότητος, οὐδὲ αὐτὸ τὸ ὑπέκκαυμα πλέον τι ἤπερ νῦν εἰς τὰ ἐντὸς ἔδρασεν ἄν, κἂν εἰ πύρια ἦν τὰ πέριξ ἅπαντα, καὶ μάλιστα ἐπειδὴ μηδὲ φλόγα καυστικήν, ὅπερ πολλάκις εἴπομεν, ἐκεῖνο τὸ πῦρ ὑποτίθενται”.

因此,亚里士多德在《气象学》第一卷中说,如果整个天宇连同诸星辰皆由火构成,那么其余各元素早就荡然无存了;对此,此人首先声称,由于可燃体大于被其包容之物,它亦呈现出同样的困难;然而他说,无论是可燃体的火还是天上的火皆非具有灼烧性的,而按照亚里士多德的说法,具有灼烧性的乃是我们身边的火,它是火的过度。但在这些话中必须注意到的是,他的整个论证又在竭力表明天体与月下之物同属一类,从而论证它与它们同样是可毁灭的。如果月下之物天生相互作用、相互受动并相互转化,那么显而易见,天体无论是由火构成还是由同类的其他某种东西构成,亦必然受月下之物的作用并对其施加作用,且与其势均力敌。因此,既然天上的诸物相对于月下之物在体积上的优势如此巨大,正如天文学所证明的那样,它表明地球相对于太阳上方之物仅具有点和中心的比例,那么倘若我们再把可燃体作为火的总量附加给天宇,月下诸元素中的任何一个又怎能与它势均力敌呢?其余诸元素被它轻易压倒而彻底荡然无存,又怎能不发生呢?这并非通过被灼烧(因为亚里士多德在这些话中亦未引入这一点),而是通过转化为那天体,无论那天体究竟是何种性质。而且他徒劳地在此耗费了许多论述,试图表明诸元素的性质并不与它们在其中具有存在的物体之容积成比例递增;因为即使有一万倍的水,也不会具有一万倍的寒冷,而从海中舀出的一勺水与整个大海同样寒冷。因为他未曾注意到,即使形式并不加强以至于变得更冷,但它却与容积的量一同倍增,因此较多者比稀少者具有更强的效力,而大房间中的冷空气比小房间中的冷空气更能致冷,即使致冷的性质完全相同,且较大者比微小者受动更少,而这一点甚至连此人亦承认了。因为纵使由外部侵入的性质有时在微小的体积中更为剧烈,但顺应自然的性质却与体积保持比例,它并非程度更强或更为剧烈,而是与其所在的体积共同递增;因此在性质方面较大体积之物更难受损,这是因为在较大者中性质更为充盈;因为在发生质变时,它们并非依据容积而受动,而是依据性质而受动。如果天宇连同可燃体在体积上近乎是无限倍的,而其效力亦相当于[月下之物的]效力的如此多倍,那么按照亚里士多德所说,它们被那些天体所转化,从而“其余各元素早就荡然无存了”,又怎能不发生呢?而且他并非徒劳地说“各元素”,而是为了强化那种优势的极度过量。但此人却满足于那火并非具有灼烧性,不再把它们的同类性以及它们之间的相互转化计算在内。 这位不幸听闻了哲学论述的人,竟然还补充了这等话语!但由于我认为有些人会难以置信,竟然有企图撰作著述之人竟如此无教养以致对这些一无所知,我不得不再次将他的原话摘录如下:“因为天体、特别是诸星辰的巨大距离——古人甚至认为诸星辰更具有火的实体——使得由它们在地上之物中产生的热量更为微弱,太阳通过对其接近之物施以最大的热度清楚地证明了这一点。那么,恒星天球中的热量,即使它恰好具有热的自然本性,又怎能对相隔如此遥远的地面之物在性质上施加作用呢?因为最外层天球既不能对相继的各相似天球在性质上施加作用,那些天球亦不能对可燃体施加作用;因为相似者天生不会受相似者的作用。因此,可燃体仍保持在其本己的自然本性之中,不承受来自诸天球中热量的任何作用,而可燃体本身亦不会比现在对内部之物施加更多的作用,纵使周围的一切全都是火性的,尤其是既然正如我们屡次所说的那样,他们并未假定那火是具有灼烧性的火焰”。

语法注3 条
  1. 1.21τοῦ τοίνυν Ἀριστοτέλους εἰπόντος

    属格绝对结构 τοῦ τοίνυν Ἀριστοτέλους εἰπόντος 置于主句主语 οὗτος(斐洛庞奴)与动词 φησι 之前,提供了论辩的前设背景。

  2. 1.21κἂν μὴ ἐπιτείνηται τὸ εἶδος ὡς μᾶλλον γενέσθαι ψυχρόν, ἀλλὰ συμπλεονάζεται τῷ ποσῷ τοῦ ὄγκου

    让步分句 κἂν μὴ ἐπιτείνηται(即使形式并未被强化)与由转折连词 ἀλλά(而是、然而)引导的主句相呼应,强调性质随容积之量而倍增(συμπλεονάζεται)这一事实。

  3. 1.21οὔτε γὰρ ἡ ἐξωτάτω εἰς τὰς ἐφεξῆς σφαίρας ὁμοίας οὔσας οὔτε ἐκεῖναι εἰς τὸ ὑπέκκαυμα κατὰ ποιότητα ποιεῖν ἐδύναντο

    主语 ἡ ἐξωτάτω 省略了名词 σφαῖρα(最外层天球),与后半部分的 ἐκεῖναι(那些天球)共同支配复数动词 ἐδύναντο。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:81.3-82.26