- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:79.8-81.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘驳斥了菲洛波庞对亚里士多德的指责(即后者否定圆周运动兼具自然本性与灵魂的双重成因),通过援引亚里士多德《论天》与柏拉图《蒂迈欧篇》的文本,论证两者皆承认圆周运动既合乎自然又出于灵魂,亚里士多德所排斥的仅仅是违背本性的“强迫性”灵魂推动;进而着手准备考察菲洛波庞论述天宇火性的第三卷。
” ταῦτα οὖν ἐν τούτοις αἰτιώμενος αὐτὸς μὲν οὐκ ἀδύνατον εἶναί φησι τὴν αὐτὴν κίνησιν καὶ ὡς ὑπὸ ψυχῆς ἅμα καὶ ὡς ὑπὸ φύσεως γίνεσθαι. ὡς εἴ τις, φησίν, ἐπινοήσειε τῶν πτηνῶν τι ζῴων ἐπ’ εὐθείας ὡς ἐπὶ τὸ κέντρον τὴν πτῆσιν ποιούμενον· συντρέχει γὰρ τῇ φυσικῇ ῥοπῇ τοῦ σώματος ἡ τῆς ψυχῆς ὁρμή· τὸν δὲ Ἀριστοτέλην νομίζει μὴ οὕτως ἔχειν ἐνταῦθα καὶ τὴν Ἀλεξάνδρου ἐξήγησιν τοῦτο λέγουσαν ἀποσκευαζόμενος. χρὴ οὖν ἀκοῦσαι τῆς Ἀριστοτέλους λέξεως, εἰς ἣν ἀποτεινόμενος ταῦτα πάντα γέγραφεν ἔχουσαν οὕτως· “ἀλλὰ μὴν οὐδὲ ὑπὸ ψυχῆς εὔλογον ἀναγκαζούσης μένειν ἀΐδιον· οὐδὲ γὰρ τῆς ψυχῆς οἷόν τε εἶναι τὴν τοιαύτην ζωὴν ἄλυπον καὶ μακαρίαν. ἀνάγκη γὰρ καὶ τὴν κίνησιν μετὰ βίας οὖσαν, εἴπερ κινεῖ φέρεσθαι πεφυκότος τοῦ πρώτου σώματος ἄλλως καὶ κινεῖ συνεχῶς, ἄσχολον εἶναι καὶ πάσης ἀπηλλαγμένην ῥᾳστώνης ἔμφρονος.” τίς οὐκ ἂν ἀκούσας τοῦ Ἀριστοτέλους καὶ φυσικὴν τὴν κύκλῳ κίνησιν καὶ ἔμψυχον τὸν οὐρανὸν λέγοντος ἐννοήσοι, ὅτι διὰ τούτων πρὸς ἐκείνους ἀποτείνεται τοὺς ψυχικὴν μόνον λέγοντας τὴν κύκλῳ κίνησιν τὸ κατὰ φύσιν μὴ προσλογιζομένους; ἐπεὶ ὅ γε Πλάτων καὶ ἐν Τιμαίῳ πρώτην αὐτῷ κατὰ τὴν φύσιν τὴν κυκλικὴν κίνησιν ἀποδίδωσιν καὶ τότε τὴν μετὰ τῆς ψυχῆς. λέγει δὲ περὶ μὲν τῆς κατὰ φύσιν οὕτως· “χειρῶν δέ, αἷς οὔτε λαβεῖν οὔτε αὖ τινα ἀμύνασθαι χρεία τις ἦν, μάτην οὐκ ᾤετο δεῖν αὐτῷ προσάπτειν οὐδὲ ποδῶν οὐδὲ ὅλως τῆς περὶ τὴν βάσιν ὑπηρεσίας. κίνησιν γὰρ ἀπένειμεν αὐτῷ τὴν τοῦ σώματος οἰκείαν τῶν ἑπτὰ τὴν περὶ νοῦν καὶ φρόνησιν μάλιστα οὖσαν· διὸ δὴ κατὰ ταὐτὰ ἐν τῷ αὐτῷ καὶ ἐν ἑαυτῷ περιαγαγὼν αὐτὸ ἐποίησε κύκλῳ κινεῖσθαι στρεφόμενον, τὰς δὲ ἓξ ἁπάσας ἀφεῖλεν καὶ ἀπλανὲς ἀπειργάσατο ἐκείνων.” περὶ δὲ τῆς ψυχικῆς τάδε γέγραφε μετ’ ἐκεῖνα οὐ προσεχῶς· “ἐπειδὴ κατὰ νοῦν τῷ ξυνιστάντι πᾶσα ἡ τῆς ψυχῆς ξύστασις ἐγεγένητο, μετὰ τοῦτο πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἐτεκτήνατο καὶ μέσον μέσῃ ξυναγαγὼν προσήρμοττεν. ἡ δὲ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντη διαπλακεῖσα κύκλῳ τε αὐτὸν ἔξωθεν περικαλύψασα αὐτὴ ἐν αὑτῇ στρεφομένη θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου”. ὁ δὲ Ἀριστοτέλης τὸ ὑπὸ “ψυχῆς ἀναγκαζούσης” κινούμενόν φησιν μήτε αὐτὸ “μένειν ἀίδιον”, εἰ παρὰ τὴν ἑαυτοῦ δηλονότι φύσιν ἀναγκάζοιτο ἄλλως αὐτὸ πεφυκός, μήτε “ἄλυπον καὶ μακαρίαν” συγχωρεῖν εἶναι τὴν τοῦ κινοῦντος ζωήν. καὶ ἀρκεῖ πάντα τὰ ὑπὸ τοῦδε τοῦ ἀνδρὸς εἰρημένα διαλῦσαι τὸ ‘ἀναγκαζούσης’ προσκείμενον.1 εἰ δὲ καὶ τῷ σώματι κατὰ φύσιν ἐστὶ καὶ τῇ νοερᾷ ψυχῇ ἡ κύκλῳ κίνησις, εἰκότως ἀίδιόν ἐστι καὶ μακάριον καὶ τὸ κινοῦν καὶ τὸ κινούμενον. θαυμαστῶς δὲ οὗτος καὶ τῶν τοῦ Πλάτωνός ἐστι διακορὴς ὥσπερ τῶν τοῦ Ἀριστοτέλους. τοῦ γὰρ Πλάτωνος καὶ πρὸ τοῦ τὴν ψυχὴν τῷ οὐρανῷ προσθεῖναι τὴν ἐγκύκλιον αὐτῷ κίνησιν ἀποδόντος οὗτος ὅμως ὡς ψυχικῆς μόνως ὑπ’ αὐτοῦ λεγομένης ἀπολογεῖται ὑπὲρ τοῦ Πλάτωνος λέγων, ὅτι οὐκ ἔστι παρὰ φύσιν τῷ σώματι, ἐπειδὴ οὐκ ἔχει τινὰ ἄλλην κατὰ φύσιν, ὥσπερ οὐδὲ τῷ παντὶ κόσμῳ οὐδεμία τοπικὴ κίνησίς ἐστι παρὰ φύσιν, ἐπεὶ μηδὲ κατὰ φύσιν ἐν τόπῳ κινεῖται. ταῦτα οὖν καὶ πρὸς αὐτὸν ῥητέον περὶ τοῦ ὑπεκκαύματος ὅλου ἐρωτῶντα, εἰ κατὰ φύσιν ἐστὶν αὐτῷ ἢ παρὰ φύσιν ἡ κύκλῳ κίνησις. μὴ γὰρ ἔχον τινὰ κατὰ φύσιν, εἴπερ μὴ ἔχει ταύτην, οὔτε κατὰ φύσιν αὐτῷ ῥητέον οὔτε παρὰ φύσιν ἀλλ’ ὑπὲρ φύσιν, ὡς εἴρηται. ἐπειδὴ δὲ σκοπὸν ἔχων,2 ὡς καὶ αὐτὸς ὁμολογεῖ, τοῖς περὶ τῆς ἀιδιότητος τοῦ οὐρανοῦ λεγομένοις ἀντιτάττεσθαι, οὐκ ἠρκέσθη τοῖς ἐν τῇ Περὶ οὐρανοῦ γεγραμμένοις ἀντιγράφειν, ἀλλὰ καὶ πρὸς τὸ ἐν τοῖς Μετεώροις ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενον, ὅτι οὐκ ἔστι πύριος ὁ οὐρανός, καὶ πρὸς τοῦτο ἀντιλέγων τὸ τρίτον αὐτοῦ βιβλίον ἐδαπάνησεν, οὐδὲν κωλύει καὶ τούτων ὑποδεῖξαι τὸ σαθρόν, καὶ μάλιστα ὅτι συμβήσεται ἡμᾶς μαθεῖν, ποῖον πῦρ εἶναι τὸν οὐρανὸν ὁ Ἀριστοτέλης ἀποφάσκει, ποῖον δὲ ὁ Πλάτων ἐνδείκνυται τὸ τοῦ οὐρανοῦ πύριον, ποῖον δὲ οὗτος λέγων ὡς τῷ Πλάτωνι σύμφωνον οὐκ αἰσθάνεται.
”因此,他在这些方面指责[亚里士多德],他自己声称同一个运动既出于灵魂同时又出于自然本性,这并非不可能。正如他说,假若有人设想某种带翼动物沿直线朝向中心飞行;因为身体的自然倾向与灵魂的冲动汇合在了一起。然而他认为亚里士多德在此并非持有此种观点,并摒弃了亚历山大表达此意的解释。因此,有必要听一听亚里士多德的原话,他针对这些原话写下了所有这些东西,其文如下:“然而,通过强迫的灵魂而保持永恒亦是不合情理的;因为灵魂的此种生命亦不可能没有痛苦且充满福乐。因为如果第一物体天生作其他方式的运移,而[灵魂]却推动它且持续不断地推动,那么这一带有强力的运动就必然没有闲暇,且摆脱了一切明智的安逸。”听到了亚里士多德既称圆周运动是自然的,又称天宇是有灵魂的,谁会不领会亚里士多德通过这些话针对的是那些仅仅主张圆周运动出于灵魂而没有把顺应自然计算在内的人呢?因为至少柏拉图在《蒂迈欧篇》中亦首先将顺应自然的圆周运动赋予它,然后才赋予伴随灵魂的运动。关于顺应自然的运动,他如此说道:“至于手,既不需要用来抓取,亦不需要用来击退任何人,他认为没有必要徒劳地将手附加给它,亦没有附加脚,更根本没有附加任何有关立足行走的仆从器官。因为在七种运动中,他将最关涉理智与明智、且为身体所本己的运动分派给了它;因此,在同一处所、依循同一方式且在自身内部带动它旋转,他使其作周转回旋运动,并剥夺了其余全部六种运动,使它免受那些运动的迷乱。”而关于出于灵魂的运动,他在那些话之后,虽非紧接着,但写下了如下内容:“当依循建构者的意愿完成了灵魂的全部构成之后,在此之后,他在灵魂内部建造了全部具有形体之物,并将中心与中心结合而拼合在一起。而灵魂从中心到极外之天贯穿交织于各处,并从外部在圆周上包裹住天宇,自己在自身之中旋转,开启了不息且明智之生命的圣美始原。”然而亚里士多德是说,被“强迫的灵魂”所推动之物,如果显然天生作别样运动却被强迫违反自身的自然本性,它自身既不会“保持永恒”,亦不容许推动者的生命是“没有痛苦且充满福乐的”。而所添加的“强迫”一词,足以瓦解此人所说的一切。如果圆周运动对于身体和对于理智灵魂而言皆是顺应自然的,那么推动者与被推动者合乎情理地既是永恒的亦是福乐的。而且令人惊异的是,此人对柏拉图的言论也同对亚里士多德的一样漠不关心。因为尽管柏拉图甚至在将灵魂附加给天宇之前便已将周转运动赋予了它,此人却仍将该运动视作仅被柏拉图称作出于灵魂的,并为柏拉图辩护说:对于身体而言这并非违反自然,既然它没有顺应自然的任何其他运动,正如对于整个宇宙而言没有任何位置运动是违反自然的一样,因为宇宙甚至不是顺应自然而在处所中运动的。因此,当他询问关于整个可燃体、圆周运动对于它究竟是顺应自然还是违反自然时,亦必须对他说出这些话。因为可燃体若不具有这种运动,它便不具有任何顺应自然的运动,因此不能说该运动对于它是顺应自然或违反自然的,而正如所说的那样,是超乎自然的。然而,既然正如他自己所承认的那样,他的目标是反对关于天宇永恒性的论述,他不仅不满足于反驳《论天》中的记载,而且针对亚里士多德在《气象学》中所说的“天宇并非由火构成”亦提出反论并耗费了他的第三卷,那么揭露这些论辩的腐朽破绽亦毫无妨碍,尤其是因为这将使我们得知亚里士多德否定天宇是何种火,柏拉图指出天宇的火性是何种火,以及此人毫不察觉地当作与柏拉图一致来谈论的又是何种火。
- 1.21τὸ ‘ἀναγκαζούσης’ προσκείμενον
整句主动词 ἀρκεῖ(……是足够的)在语法上的主语是后置的中性名词短语 τὸ ‘ἀναγκαζούσης’ προσκείμενον(添加的“强迫”一词)。不定式 διαλῦσαι(瓦解、消解)依附于 ἀρκεῖ,而位于句首附近的宾格短语 πάντα τὰ ὑπὸ τοῦδε τοῦ ἀνδρὸς εἰρημένα(此人所说的一切)则是该不定式的直接宾语。由于词序倒装(hyperbaton),宾语被置于主语和不定式之前。
- 1.21ἐπειδὴ δὲ σκοπὸν ἔχων
长周期的复合句结构。原因连词 ἐπειδὴ(既然……)统领两个并列的限定动词 οὐκ ἠρκέσθη(不满足于)与 ἐδαπάνησεν(耗费了),并带有分词短语 σκοπὸν ἔχων(怀有……目的)与 ἀντιλέγων(反驳)。整个长从句在前,主句由此后的 οὐδὲν κωλύει καὶ τούτων ὑποδεῖξαι τὸ σαθρόν(指出这些论辩的破绽亦毫无妨碍)引出。
