← 辛普里丘

亚里士多德《论天》注释

§6.28-8.8

开篇题元释读及与物理学的承接关系

针对亚里士多德《论天》开篇的题元(268a1),辛普里丘通过三段论阐明该著作的旨趣及其承接《物理学》的顺序,并在考察亚历山大见解的同时分析了“几乎大部分”和“物体与量度”等表述的意涵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

" Ἡ περὶ φύσεως ἐπιστήμη ἕως τοῦ τὰ δὲ ἀρχαὶ τῶν ἐχόντων εἰσί." Τὸ προοίμιον τόν τε σκοπὸν τῆς πραγματείας διδάσκει καὶ τὴν τάξιν αὐτῆς, ὅτι πρὸς τὴν Φυσικὴν ἀκρόασιν συνεχής· ἐπειδὴ γὰρ ἐκείνη περὶ τῶν φυσικῶν ἀρχῶν ἦν, ἔδει μετ’ ἐκείνην περὶ τῶν ἀπὸ τῶν ἀρχῶν λέγειν, ταῦτα δ’ ἔστι τὰ σώματα προσεχῶς. καὶ συλλογίζεται οὕτως· ἡ περὶ φύσεως ἐπιστήμη περὶ τὰ φύσει συνεστῶτά ἐστι· τὰ δὲ φύσει συνεστῶτα ἢ σώματά ἐστιν, οἷον πῦρ καὶ ὕδωρ καὶ λίθοι καὶ ξύλα, ἢ ἔχοντα σώματα, ὡς τὰ φυτὰ καὶ τὰ ζῷα, ἢ ἀρχαὶ τῶν ἐχόντων σώματά ἐστιν, ὥσπερ ὕλη καὶ εἶδος καὶ κίνησις καὶ τὰ τοιαῦτα· ἀρχὴ δὲ καὶ ψυχὴ τῶν ἐχόντων σώματά ἐστιν, ὥσπερ τῶν ζῴων καὶ τῶν φυτῶν. μετὰ οὖν τὸν περὶ τῶν ἀρχῶν τῶν φυσικῶν λόγον περὶ σωμάτων χρὴ καὶ τῶν ἐχόντων σώματα διδάσκειν, καὶ δῆλον, ὅτι ἐν τούτοις πλείονα τὰ σώματά ἐστι καὶ πλείων ἡ περὶ ταῦτα θεωρία· καὶ γὰρ τὰ ἔχοντα σώματα καὶ αἱ ἀρχαὶ τῶν ἐχόντων ἀπὸ τῶν σωμάτων μάλιστα τοῖς φυσικοῖς γινώσκονται. ὥστε ἡ περὶ φύσεως ἐπιστήμη σχεδὸν ἡ πλείστη περὶ σώματά ἐστι καὶ τὰ πάθη τῶν σωμάτων, τουτέστι τὰς παθητικὰς ποιότητας, καθ’ ἃς πάσχουσί τε καὶ ποιοῦσι, καὶ ἔτι μέντοι τὰς κινήσεις αὐτῶν· διάφορα γάρ ἐστιν εἴδη τῶν κινήσεων, τὸ μὲν κατὰ τόπον, τὸ δὲ κατ’ ἀλλοίωσιν, τὸ δὲ κατ’ αὔξησιν καὶ μείωσιν· λεγέσθω δὲ νῦν κίνησις καὶ ἡ γένεσίς τε καὶ ἡ φθορά. ἔοικε δὲ ἀπὸ τῶν παθῶν ἐπὶ τὰς κινήσεις ὡς ἐπὶ καθολικώτερον ἀναβεβηκέναι· κινήσεις γάρ τινες καὶ τὰ πάθη, εἰ μὴ ἄρα κινήσεις τὰς ἐνεργείας εἶπεν1 ἀντιδιαιρῶν αὐτὰς πρὸς τὰ πάθη. ὅτι δὲ διὰ μέσων τῶν φύσει συνεστώτων συνήγαγε τὸν συλλογισμόν, δηλοῖ ὁ γάρ αἰτιολογικὸς σύνδεσμος ἐν τῷ τῶν γὰρ φύσει συνεστώτων τὰ μέν ἐστι σώματα καὶ τὰ ἑξῆς. τὸ δὲ σχεδὸν ἡ πλείστη περὶ σώματα ἢ ὅτι καὶ περὶ τὰ ἔχοντα σώματα, ὅπερ ὕστερον προσέθηκεν, ἢ, εἰ καὶ ταῦτα τοῖς σώμασι συναριθμοῖτο, ὅτι καὶ περὶ τὰς ἀρχάς, ὅπερ καὶ αὐτὸς ἐπήγαγεν. εἰ δὲ καὶ πάντα ταῦτα συνειλῆφθαί τις λέγει τοῖς σώμασιν, ἀλλ’ ὁ περὶ τόπου καὶ χρόνου καὶ κενοῦ λόγος ἔξω ἂν εἴη τῶν τοιούτων, ἔτι δὲ καὶ ὁ περὶ τῶν μὴ φυσικῶν μέν, φυσικὰς δὲ ἀπορίας ἐχόντων, περὶ ὧν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ἐν τοῖς πρὸς Παρμενίδην καὶ Μέλισσον ἔλεγε λόγοις. οὐ μὴν ἀλλ’ ἐπεὶ περὶ φύσεως μέν, οὐ φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς, καὶ ὁ περὶ τούτων οὖν λόγος ἔξω πως τῶν σωμάτων ἐστίν. εἴη δὲ ἂν καὶ διὰ φιλόσοφον εὐλάβειαν προσκείμενον τὸ σχεδόν, καὶ διὰ τοῦτο ἴσως καὶ τὸ φαίνεται προσέθηκε. τὸ δὲ περὶ σώματα καὶ μεγέθη ἐκ παραλλήλου κεῖται τὸ αὐτὸ σημαίνοντα,2 εἰ μὴ ἄρα ἐνδεικτικόν ἐστι τοῦ πᾶν σῶμα μέγεθος ἔχειν καὶ μὴ εἶναι ἄτομα ἢ ἀμερῆ σώματα, ὡς τινες ἔλεγον· ἢ ὅτι οὐ περὶ σωμάτων μόνον ἀλλὰ καὶ περὶ μήκους καὶ πλάτους ὁ φυσικός, καθ’ ὅσον πέρατα σωμάτων ἐστί, διαλέγεται. μήποτε δέ, ὅτι περὶ χρόνου καὶ τόπου· καθ’ ὅσον γὰρ συνεχῆ καὶ διαιρετά, μέγεθος μὲν ἔχει καὶ ταῦτα, οὐ μέντοι σώματά ἐστιν. ὅλως δέ, εἰ περὶ συνεχοῦς τοῦ φυσικοῦ λέγει, οὐ πᾶν δὲ συνεχὲς σῶμα, ὡς αὐτὸς μετ’ ὀλίγον ἐρεῖ, καλῶς ἄμφω προήγαγεν τό τε σῶμα καὶ τὸ μέγεθος. ὁ μέντοι Ἀλέξανδρος καὶ σημεῖον τοῦ ἐκ παραλλήλου ταῦτα κεῖσθαι προστίθησι τὸ μὴ εἶναι ἄλλο τι φύσει συνεστὼς μέγεθος παρὰ τὸ σῶμα. καίτοι καὶ ὁ χρόνος, οἶμαι, καὶ ὁ τόπος καὶ ἡ κίνησις ἥ τε γραμμὴ καὶ τὸ ἐπίπεδον συνεχῆ ὄντα καὶ ἀεὶ διαιρετὰ μεγέθη μέν ἐστι φυσικά, σώματα δὲ οὐκ ἔστι.

“关于自然的科学”直至“另一些则是具有它们的事物的原理”。 序言阐明了这部著作的旨趣及其顺序,即它与《物理学》是连续的;因为既然那部著作是关于自然原理的,在它之后就应当论述来自原理的事物,而这些直接就是诸物体。他是这样进行推论的:关于自然的科学是关于自然构成的事物的;但由自然构成的事物,要么是物体,如火、水、石头和木头,要么是具有物体的事物,如植物和动物,要么是具有物体之物的原理,如质料、形式、运动以及诸如此类的事物(灵魂也是具有物体之物的原理,如动物和植物的原理)。因此,在关于自然原理的论述之后,就应当传授关于物体和具有物体之物的知识,并且显然在这些事物中物体占多数,关于它们的考察也更为丰富;因为具有物体之物以及具有它们之物的原理,对于自然哲学家而言最主要是从物体那里被认识的。因此,关于自然的科学几乎大部分是关于物体和物体的属性——即它们据以承受作用和施加作用的受动性质——,此外还是关于它们的运动;因为运动有不同的种类,一种是位置上的,一种是变化上的,一种是增加和减少上的;现在且让生成与毁灭也被称为运动。他似乎从属性上升到了运动这一更为普遍的层面;因为属性也是某种运动,除非他把现实活动称为运动,以便将它们与属性区分开来。至于他是通过“自然构成之物”作为中项得出这一三段论的,则由“因为在由自然构成的事物中,有些是物体”等句中表示原因的连接词“因为”表明了。至于“几乎大部分关于物体”这一表述,要么是因为它也关于具有物体之物(正如他后来补充的那样),要么是即便这些也被计入物体之内,也是因为论述还涉及原理(正如他自己随后所补充的)。即使有人主张所有这些都包含在物体之中,但关于处所、时间和虚空的论述也会被排除在此类事物之外,此外还有关于虽非自然之物却带有自然难题之物的论述(即他在《物理学》第一卷针对巴门尼德和梅利索斯的论辩中所谈及的内容)。然而,由于碰巧他们谈论的是关于自然却非自然的难题,因而关于这些事物的论述在某种程度上也落在了物体之外。此外,“几乎”一词的添加或许也是出于哲学上的审慎,也许正是由于这一点,他才又添上了“看起来”一词。至于“关于物体和量度”,则是并列放置以指称同一事物,除非它是为了表明每一个物体都具有量度,并且不存在如某些人所说的那种不可分者或无部分的物体;或者是因为自然哲学家不仅讨论物体,而且只要长度和宽度是物体的界限,他也讨论它们。抑或是因为涉及时间和处所;因为就它们是连续且可分割的而言,这些也具有量度,然而它们并不是物体。总的说来,如果他讨论的是自然的连续体,而正如他自己不久后将要说的那样,并非一切连续体都是物体,那么他把物体与量度两者并提就是恰当的。然而亚历山大把除了物体之外再无其他由自然构成的量度这一事实,补充作为它们是并列放置的证据。不过依我看,时间、处所和运动,以及线和面,既然是连续且始终可分割的,就确实是自然的量度,但它们并不是物体。

语法注2 条
  1. 1.1εἰ μὴ ἄρα κινήσεις τὰς ἐνεργείας εἶπεν

    连词短语 εἰ μὴ ἄρα 是提出前述推测之例外或替代方案的惯用表达(“除非其实……”、“抑或是……”)。动词 εἶπεν 构成双宾格结构,以 τὰς ἐνεργείας 为直接宾语,以 κινήσεις 为补足语宾格。

  2. 1.1ἐκ παραλλήλου κεῖται τὸ αὐτὸ σημαίνοντα

    单数动词 κεῖται 与作为单一主语的整个引用语(τὸ δὲ περὶ σώματα καὶ μεγέθη)在语法上一致,而分词 σημαίνοντα 采用中性复数,在意义上呼应引语内的两个并列名词(σώματα 与 μεγέθη)。介词短语 ἐκ παραλλήλου 用作状语,意为“并列地”或“同义并提地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:6.28-8.8