← 辛普里丘

亚里士多德《论天》注释

§77.13-79.8

论天宇的坚实性与圆周运动原因:驳斐洛庞奴斯

辛普利丘驳斥了论敌(斐洛庞奴斯)关于天宇因坚实而不脱落部分的自相矛盾之说,进而考察了论敌试图指控亚里士多德在圆周运动是由自然还是由灵魂所致这一问题上存在自相矛盾的做法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#9

τοὐναντίον γὰρ ἀπὸ τοῦ κύκλῳ κινεῖσθαι τὸ ἕτερον εἶναι κατ’ οὐσίαν ἀπέδειξεν ὁμολογούμενον λαβὼν τὸ κύκλῳ κινεῖσθαί τι σῶμα. λέγει γοῦν· “εἴπερ οὖν ἔστιν ἁπλῆ κίνησις, ἁπλῆ δὲ ἡ κύκλῳ κίνησις, ἀναγκαῖον εἶναί τι σῶμα ἁπλοῦν, ὃ πέφυκε φέρεσθαι τὴν κύκλῳ κίνησιν κατὰ τὴν αὑτοῦ φύσιν”. καὶ πανταχοῦ δὲ ἀπὸ τοῦ μὴ κατ’ εὐθεῖαν ἀλλὰ κύκλῳ κινεῖσθαι τὸ εἶναί τινα οὐσίαν ἄλλην παρὰ τὰς ἐνταῦθα συμπεραίνεται. καὶ ὅτι μὲν οὔτε ἄνω οὔτε κάτω οὐδὲ ὅλως ἔξω τοῦ οἰκείου τόπου κινεῖται ὁ οὐρανός, κἂν μὴ στερρὸς ἢ ἀντίτυπος ἦν, πρόδηλον, καὶ ὅτι κύκλῳ κινεῖται καὶ κατὰ φύσιν, ἀλλ’ οὐκ ἐπ’ εὐθείας, καὶ ὅτι οὐδὲν ἔξω ἑαυτοῦ κρεῖττον ἔχει, πρὸς ὃ κινήσεται, διὸ καὶ κύκλῳ κινεῖται. θαυμαστὴν δὲ αἰτίαν ἀπὸ τῆς τοῦ οὐρανοῦ στερρότητος ἀποδίδωσιν τοῦ μὴ ἀποσπᾶσθαί τι τοῦ οὐρανοῦ μόριον, κἂν ὁμοφυὴς ᾖ τοῖς ὑπὸ σελήνην στοιχείοις. “οὐ γὰρ συνεφύετο, φησίν, ἀποσπώμενα διὰ τὸ ἀντίτυπον καὶ δυσδιαίρετον καὶ ἔμεινεν ἂν ἀτελής.” καίτοι καὶ τὴν γῆν ἀντίτυπον νομίζει· πῶς οὖν ταύτης ἀποσπᾶται μόρια; καὶ ἐν τοῖς ὑγροῖς δὲ κακῶς τὴν ἀντιπερίστασιν ᾐτιάσατο τοῦ μὴ ἀτελὲς μένειν, ἐάν τι τῶν μορίων ὑπεξέλθῃ. ἡ γὰρ ἀντιπερίστασις συνεχὲς μὲν δύναται ποιεῖν ἐπὶ τῶν τοιούτων, οὐ μέντοι ὅλον, ἂν μὴ ἀντεισαχθῇ τι τῷ ἐξελθόντι. ὅλως δέ, εἰ τῶν μὲν ὑπὸ σελήνην ἀποσπᾶται μέρη, τοῦ δὲ οὐρανοῦ διὰ τὴν στερρότητα καὶ τὴν ἰσχὺν τὴν ἀπὸ τοῦ σφαιρικοῦ σώματος ἐνδιδομένην οὐ πέφυκεν ἀποσπᾶσθαι, τίς οὐκ ἂν ἄλλης αὐτὸν φύσεως εἴποι καὶ οὐσίας; πῶς δὲ κἂν πολυχρονιώτερον οὐκ ἀνάγκη τὸν οὐρανὸν εἶναι οὕτως ἰσχυρότερον ὄντα φύσει; ἰδοὺ γάρ, τὰ ὀστᾶ τῶν ζῴων, κἂν φθαρτὰ καὶ αὐτά ἐστιν, ἀλλ’ ὅμως στερροτέραν ἔχοντα τὴν σύστασιν πολὺ χρονιώτερα σαρκῶν ἐστι καὶ φλεβῶν καὶ νεύρων καὶ τῶν ἄλλων ἐν τῷ σώματι μορίων. ὥρα οὖν αὐτῷ1 φθείρειν τὸν κόσμον ἐπιθυμοῦντι τὸν οὐρανὸν ἀπολιπεῖν ἐπί τινα χρόνον διαρκοῦντα μετὰ τὴν τοῦ ὑπὸ σελήνην φθοράν. καίτοι ὡς κατὰ τὴν αὐτὴν ἡμέραν οὐρανὸν καὶ γῆν νομίζει γεγενῆσθαι, κατὰ τὴν αὐτὴν ταῦτα καὶ φθαρῆναι ἀκόλουθον. πῶς οὖν, εἰ ταῦτα, βέλτιστε, τοῖς σοῖς ἀκολουθεῖ λόγοις, παραγγέλλεις μηκέτι ζητεῖν, διὰ τί τῶν μὲν ἄλλων στοιχείων ἐκπίπτει μόρια, τοῦ δὲ οὐρανοῦ οὐκέτι, καίτοι ὁμοίως ὄντος φθαρτοῦ καὶ παθητοῦ τοῖς ἄλλοις καὶ ἰσοχρονίαν τὴν σύστασιν ἔχοντος; ἐν δὲ τοῖς ἐφεξῆς ἄχρι τοῦ τέλους τοῦ δευτέρου βιβλίου οὐδὲν μὲν πρὸς τὰ προκείμενα φαίνεται λέγων οὐδὲ πρὸς τὸν ἑαυτοῦ τάχα σκοπόν, ἐναντιολογίᾳ δὲ μόνον περιβαλεῖν τὸν Ἀριστοτέλην σπουδάζει, καὶ οὕτως εἰς ἀντιλογίαν μόνην ἀπέβλεψεν ὁ ἀνὴρ οὗτος ὥστε καὶ ἄνω ποταμῶν ἀναστέλλεσθαι,2 τὸ λεγόμενον, καὶ πρὸ τοῦ τὸν Ἀριστοτέλην λέγειν, ἅπερ ἐναντία λέγειν ἑαυτῷ νομίζει, προπηδᾶν ἐπ’ αὐτόν. ἀλλὰ τὸ μὲν διὰ πολλῶν δεικνύναι λόγων συμφώνων, ὡς λέγει, τῷ Πλάτωνι τὸ καὶ φυσικὴν εἶναι τὴν κυκλοφορίαν τοῦ οὐρανοῦ καὶ ὑπὸ ψυχῆς ἐνδεδόσθαι, διότι ζῷον ὁ οὐρανός ἐστιν, εἰ καὶ διὰ μακροτέρων τῆς χρείας, ἀλλ’ ἀληθῶς εἰρῆσθαι νομίζω. μέμφεται δὲ τῷ Ἀριστοτέλει ἐν δευτέρῳ τῆσδε τῆς πραγματείας ἀναιροῦντι, ὡς οἴεται, τὸ ὑπὸ ψυχῆς εἶναι τὴν ἐγκύκλιον κίνησιν, ὡς ἔδοξε Πλάτωνι, καὶ λέγειν παρὰ φύσιν αὐτὴν οὕτως ἔσεσθαι καὶ ἀναπαύλης δεῖσθαι καὶ ἀντερείσεως, ὡς τὰ λοιπὰ ζῷα. καίτοι, φησί, καὶ αὐτὸς Ἀριστοτέλης περὶ αὐτοῦ λέγων “ὁ δὲ οὐρανὸς ἔμψυχος,” φησί, “καὶ ἔχει κινήσεως ἀρχήν,” καὶ περὶ τῶν ἀστέρων δὲ μὴ ὡς περὶ σωμάτων μόνον καὶ μονάδων τάξιν μὲν ἐχόντων, ἀψύχων δὲ πάμπαν, διανοεῖσθαι, δεῖν δὲ ὡς μετεχόντων ὑπολαμβάνειν πράξεως καὶ ζωῆς. “καίτοι εἰ ψυχὴν ἔχει καὶ ἀρχὴν κινήσεως, ποίαν, φησί, κίνησιν ἄλλην ὑπ’ ἐκείνης κινηθήσεται ἢ τὴν τοπικήν, εἴπερ οὔτε γίνεται οὔτε φθείρεται οὔτε αὔξεται οὔτε μειοῦται οὔτε ἀλλοιοῦται; εἰ δὲ καὶ ἐν τῷ ὀγδόῳ, φησί, τῆς Φυσικῆς ἀκροάσεως αὐτὸς ἔδειξεν, ὅτι τὸ οὐράνιον σῶμα πεπερασμένον ἐστί, τὸ δὲ πεπερασμένον πεπερασμένην ἔχει δύναμιν, ἄπειρος δὲ ἡ κυκλοφορία, ἀνάγκη ἄρα αὐτὴν ὑπὸ ἀπειροδυνάμου αἰτίου δίδοσθαι· ἡ δὲ φύσις ἐν ὑποκειμένῳ οὖσα τῷ πεπερασμένῳ πεπερασμένη καὶ αὐτή ἐστιν· ἄλλο ἄρα τι καὶ κατ’ αὐτὸν τὸ κινοῦν τὸν οὐρανὸν τὴν κύκλῳ κίνησιν. πῶς οὖν ἐκ μόνης φύσεως ἐνταῦθα δοκεῖ λέγειν αὐτήν;

因为恰恰相反,[亚里士多德]是在设定某种物体作圆周运动这一公认事实的前提下,从作圆周运动论证了它在实体上是不同的。无论如何,他说道:“因此,如果存在简单的运动,且圆周运动是简单的,那么就必然存在某种简单的物体,其顺应自身的自然本性而天生作圆周运动。”而且在每一处,他都从不作直线运动而作圆周运动得出结论:存在着某种不同于此地诸实体的另一实体。而且,即使天宇不是坚实的或具有抗拒性的,它既不向上亦不向下运移,甚至根本不离开自身本己的处所,这亦是极其显而易见的;并且显而易见的是,它顺应自然作圆周运动而非直线运动,而且在自身之外没有任何更好的、可供其朝之运动的目标,因此它亦作圆周运动。 然而,对于天宇的任何部分皆不被扯开——即使它与月下元素同类——他却从天宇的坚实性中给出了一个令人惊异的原因。他说:“因为扯开的部分由于具有抗拒性且难以分割而不会重新愈合,且天宇将保持为不完全的。”然而他亦认为大地是具有抗拒性的;那么大地的部分为何会被扯开呢?而且在流动物体中,若某些部分抽离,他把不保持为不完全的原因归咎于相互替换位置,这亦是错误的。因为相互替换位置在这些物体中固然能够产生连续之物,但绝不能产生完整之整体,除非有某种东西作为替代被引入以补充脱离之物。总而言之,如果月下之物的各部分被扯开,而天宇的部分由于其坚实性以及球形物体所赋予的强度而天生不被扯开,谁会不说它属于另一种自然本性和实体呢?既然天宇在自然本性上如此强固,它为何不必然至少更为长久呢?因为看吧:动物的骨骼尽管自身亦是可毁灭的,但由于具有更为坚实的构成,比身体内的肉、血管、筋腱及其他部分要长久得多。因此,对于渴望毁灭宇宙的他而言,本该承认天宇在月下界毁灭之后仍将持续存留一段时间。然而,既然他认为天宇和大地是在同一天生成的,那么它们在同一天毁灭亦是合乎逻辑的必然归结。那么,最优秀的人啊,如果这些推论皆出自你的论辩,你为何还要吩咐我们无需再探究为何其余元素会有部分脱落而天宇却不再如此,尽管天宇像其余元素一样同样是可毁灭的、被动的,并具有相同存续时间的构成? 而在紧随其后直至第二卷末尾的部分中,他似乎既未就眼前的主题发表任何意见,大概亦未关涉他自身的目标,而只是极力给亚里士多德扣上自相矛盾的罪名。而且此人如此一意孤行地致力于争辩,以至于正如俗话所说“让江河倒流”一般,在亚里士多德说出他认为〔亚里士多德〕所说的与自身相抵触的话之前,他便早已向亚里士多德扑了上去。然而,关于他通过许多如他所说的与柏拉图相符的论证来表明天宇的周转运动既是自然的,又由于天宇是活物而是由灵魂所赋予的,即使这篇幅超出了必要,但我认为所说的确实是真实的。但他责备亚里士多德在该论著的第二卷中取消了(如他所认为的)圆周运动出于灵魂这一柏拉图的主张,并责备亚里士多德称这样一来[圆运动]将是违反自然的,且会像其余动物一样需要休息和支撑。然而他说,亚里士多德自己在谈论天宇时亦说道“天宇是有灵魂的,并具有运动的始原”,而且关于星辰,不仅不应当把它们仅仅视作具有排列但完全无灵魂的物体和单元,而且应当认为它们分有着行动与生命。“然而如果它具有灵魂和运动的始原,”他说,“既然它既不生成亦不毁灭,既不增多亦不减少,亦不发生质变,那么它被该灵魂所推动的除了位置运动之外还能是何种运动呢?而且如果他在《自然学》第八卷中,”他说,“亲自证明了天体是有限的,而有限之物具有有限的潜能,而周转运动是无限的,因此周转运动必然由具有无限潜能的原因所赋予;然而自然本性既然处于有限的基底之中,它自身亦是有限的;因此依他看来,以圆周运动推动天宇的亦是某种别的东西[灵魂]。那么他在此为何看起来像是说它仅出于自然本性呢?”

语法注2 条
  1. 1.21ὥρα οὖν αὐτῷ

    非人称结构 ὥρα [ἐστίν](“正是……的时候”)支配与格逻辑主语 αὐτῷ ... ἐπιθυμοῦντι(指论敌)及不定式 ἀπολιπεῖν。句意为“对于渴望毁灭宇宙的他而言,正是应当承认天宇存留一段时间的时候”。

  2. 1.21ὥστε καὶ ἄνω ποταμῶν ἀναστέλλεσθαι

    表示结果的 ὥστε 引导两个并列的不定式 ἀναστέλλεσθαι 与 προπηδᾶν。短语 ἄνω ποταμῶν 是希腊语著名的谚语(源自欧里庇得斯《美狄亚》410等,意为“江河逆流”,喻指事理颠倒),此处带有插入语性质的 τὸ λεγόμενον(“正如俗话所说”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:77.13-79.8