← 辛普里丘

亚里士多德《论天》注释

§75.25-77.13

驳斐洛波诺斯关于天球形状与轻重之论

辛普里丘引用了斐洛波诺斯的一段论述,即认为天宇纵使具有轻或重,因其球形与坚实亦无法作直线运动;辛普里丘随即批判这一论证自相矛盾,指责其推论过程存在严重的逻辑断裂。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#8

εἴ τις ἄρα δείξειε λόγος, ὡς, εἰ καὶ βάρους μετεῖχεν ὁ οὐρανὸς ἢ κουφότητος ἢ καὶ σύνθετος ἐκ βαρέων σωμάτων καὶ κούφων ὑπῆρχεν, οὐδὲν ἧττον καὶ οὕτως ἀδύνατον ἦν αὐτῷ τὸ κινεῖσθαι ἐπ’ εὐθείας, δῆλόν που πάντως, ὡς οὐδὲ διὰ τὸ μὴ ἐπ’ εὐθείας κινεῖσθαι ἤδη καὶ βάρους αὐτὸν καὶ κουφότητος ἀπηλλάχθαι ἀνάγκη. ἀρχὴ δὲ ἔστω τῆς ἀποδείξεως, φησίν, ἥδε.” εἶτα λαβών, ὅτι στερρὸν καὶ ἀντίτυπον σῶμά ἐστιν ὁ οὐρανὸς καὶ οὐ δυνάμενον ὑπείκειν, ὥσπερ τὸ ὕδωρ καὶ ὁ ἀήρ, οὐδ’, ἂν ἀποσπασθῇ τι μόριον αὐτοῦ, συνεχὲς ἔτι μένει ἀντιπεριστάμενον ὥσπερ ταῦτα, καὶ αἴτιον τοῦ στερροῦ τὸ σφαιρικὸν εἰπὼν σχῆμα “οὐκοῦν, φησίν, εἰ μὲν κοῦφος ὁ οὐρανός, δι’ αὐτό γε τοῦτο ἐπ’ εὐθείας οὐκ ἂν κινηθείη τὸν ἑαυτοῦ τόπον ἐπέχων τὸν ἐξωτάτω, ὡς οὐδὲ ἡ ὅλη γῆ κατωτέρω φέρεσθαι δύναται τὸν φυσικὸν ἔχουσα· εἰ δὲ βαρύς, ἔξω μὲν πάλιν αὐτὸν ἐπ’ εὐθείας κινεῖσθαι ἀδύνατον· οὐδὲ γὰρ ἔστι τι κενὸν ἔξω· καὶ ἄλλως τοῖς βαρέσιν ἐπὶ τὸ μέσον ἡ κατὰ φύσιν κίνησις· ἐπὶ τὸ μέσον δὲ οὐκ ἂν φέροιτο διά τὸ μηδὲν εἶναι μεταξὺ κενὸν μηδέ, εἴπερ ἦν, χωρητικὸν εἶναι τὸν ἐλάττονα τόπον τοῦ μείζονος σώματος καὶ διὰ τὸ πανταχόθεν ὑπὸ τῶν αὑτοῦ μορίων ἐν τῷ σφαιρικῷ συνέχεσθαι σχήματι ἀδιαίρετον ἢ δυσδιαίρετον ὄντα. τῶν μὲν γὰρ ὑγρῶν καὶ εὐδιαιρέτων καὶ ῥᾳδίως ὑπεικόντων τοῖς ἀντιβαίνουσιν εἴ τι τοῦ ὅλου μόριον ὑπεξέλθοι, ἀντιπεριστάμενα ἀλλήλοις τὰ λοιπὰ μόρια συνεχὲς πάλιν τὸ ὅλον ἐργάζεται, οἷά ἐστι τὰ λοιπὰ παρὰ τὴν γῆν στοιχεῖα· τῶν δὲ ἀντιτύπων καὶ δυσδιαιρέτων εἴ τι μόριον ἀποπέσοι, φθείρει τὸ τοῦ ὅλου σχῆμα· ἔνθεν, ἕως ἂν ἐν τῷ κατὰ φύσιν δέοι μένειν τὸν οὐρανὸν σχήματι καὶ τὸν ὅλον ὑφεστάναι κόσμον, ἀδύνατόν τι τῶν τοῦ οὐρανοῦ μορίων τῆς τοῦ ὅλου συνεχείας ἐκπεσεῖν· ὥστε οὐδὲ ζητήσομεν, διὰ τί τῶν μὲν ἄλλων στοιχείων ἐκπίπτει μόρια, τοῦ δὲ οὐρανοῦ οὐκέτι. ἐκείνων μὲν γὰρ εἰ καὶ ἀποσπασθείη τινὰ μόρια, οὐδὲν ἧττον ἡ συνέχεια καὶ τὸ φυσικὸν σῴζεται σχῆμα διὰ τὴν τῶν λοιπῶν μορίων ἀντιπερίστασιν, καὶ οὐδεμία τῷ παντὶ διὰ τοῦτο βλάβη προσγίνεται, ἐπὶ δὲ τοῦ οὐρανοῦ ἀδύνατον ἦν τοῦτο συμβαίνειν· ἕως οὖν αὐτόν τε καὶ τὸ πᾶν σῴζεσθαι δέοι, ἀνάγκη μηδὲν αὐτοῦ μόριον ἀποπίπτειν. τὸ δὲ οὕτως ἔχειν τὸν οὐρανὸν ἐπιγενέσθαι μέν τι αὐτῷ εἶδος ἕτερον τῶν ἁπλῶν ἀποδείκνυσιν, οὐ μὴν καὶ τῆς τῶν στοιχείων εἶναι φύσεως ἀλλότριον· καὶ γὰρ τὸ ὕδωρ πηγνύμενον γένοιτο ἂν κρύσταλλος ἢ χιών, οὐ μὴν πέμπτης διὰ τοῦτο τῶν σωμάτων φύσεως ταῦτα εἶναι νομίζεται.” συμπεραινόμενος δὲ τὰ εἰρημένα “οὐκοῦν, φησίν, εἰ καὶ βάρους αὐτὸν μετέχειν ὑποθέμενοι καὶ κουφότητος ἀδύνατον ηὕρομεν αὐτῷ τὴν ἐπ’ εὐθείας κίνησιν, οὐκ ἄρα, οὐδὲ εἰ μὴ κινεῖται ἐπ’ εὐθείας, ἤδη καὶ κουφότητος καὶ βάρους ἐστὶν ἐλεύθερος.” ὅρα τοίνυν ἐν τούτοις πρῶτον μέν, ὅτι καὶ αὐτὸς ὁμολογῶν βαρὺ εἶναι τὸ ἐπὶ τὸ μέσον κατὰ φύσιν κινούμενον καὶ κοῦφον1 δηλονότι τὸ ἀπὸ τοῦ μέσου καὶ ἀποδεικνὺς ἀδύνατον εἶναι ἐπ’ εὐθείας κινεῖσθαι τὸν οὐρανὸν ὅμως βαρὺν αὐτὸν ἢ κοῦφον ὑποτίθεται καὶ οἴεται ἐκ τούτου δεικνύναι, ὅτι, κἂν μὴ ἐπ’ εὐθείας κινῆται, οὐδὲν κωλύει βάρος αὐτὸν ἔχειν ἢ κουφότητα, πῶς τοῦτο συνάγων, εἴπερ τὸ βαρὺ ἐπ’ εὐθείας καὶ τὸ μὴ ἐπ’ εὐθείας οὐ βαρύ;2 οὐδὲ γὰρ τὸ ὑποθέσθαι βαρὺν ἢ κοῦφον μηδαμῶς ἐπ’ εὐθείας κινούμενον ἀποδεῖξαί ἐστι τό, κἂν μὴ κινῆται ἐπ’ εὐθείας, βαρὺν εἶναι ἢ κοῦφον· ἀλλ’ ὁ οὕτως λέγων ὡς οὗτος ὅμοιόν τί μοι δοκεῖ λέγειν τῷ λέγοντι, ὅτι, ἐὰν ἀποδείξω, ὅτι ἄνθρωπος οὐκ ἔχει πτερά, ὑποθῶμαι δὲ αὐτὸν πέτεσθαι, δεδειχὼς ἔσομαι, ὅτι, κἂν μὴ ἔχῃ πτερά, οὐχὶ διὰ τοῦτο κωλύεται πέτεσθαι. καίτοι διὰ τοῦτο οὐ πέτεται, ὥσπερ διὰ τὸ μὴ ἐπ’ εὐθείας κινεῖσθαι οὔτε βαρὺς οὔτε κοῦφός ἐστιν ὁ οὐρανός, ὥστε ἀνακόλουθος ἡ τοιαύτη ἀκολουθία. ἐν δὲ τοῖς κατὰ μέρος πῶς ἀποφαίνεται μὴ δυνατὸν εἶναι δεῖξαι βάρους καὶ κουφότητος ἀπηλλάχθαι τὸν οὐρανόν, εἴπερ ἐναργές ἐστι τὸ κύκλῳ αὐτὸν ἀλλὰ μὴ ἐπ’ εὐθείας κινεῖσθαι; πῶς δὲ λέγει, ὅτι εἰς ἀπόδειξιν τοῦ μὴ πεφυκέναι κινεῖσθαι ἐπ’ εὐθείας τὸν οὐρανὸν τὸ ἕτερον εἶναι τῆς τῶν εὐθυφορουμένων σωμάτων οὐσίας εἴληφε;

“因此,如果某种论证能够表明,即使天宇分有重或轻,或者即使它由重物和轻物合成,它作直线运动即使在如此情况下亦同样是不可能的,那么毫无疑问完全显然的是,它亦绝非因不作直线运动就必然随即摆脱重与轻。而论证的开端,”他说,“且定为如下。”随后,他设定天宇是坚实而具有抗拒性的物体,不能像水和空气那样屈服退让,亦不能在它的某个部分被扯开时,像它们那样通过相互替换位置而仍旧保持连续,并称球形是其坚实的原因,他说道:“因此,如果天宇是轻的,恰恰因为占据着它自身的、处于最外部的处所,它就不会作直线运动,正如整个大地保有其自然本己的处所而无法再向下运移一样;如果它是重的,它再次向外作直线运动亦是不可能的,因为外部没有任何虚空,而且无论如何,对重物而言,顺应自然本性的运动是朝向中心的;然而朝向中心它亦不会运移,因为中间没有任何虚空,并且纵使有,较小的处所亦无法容纳较大的物体,又因为天宇在球形中从四面八方由自身的部分连结在一起,是不可分割的或难以分割的。 因为在流动的、易于分割的和容易顺从抗拒者之物中,如果整体的某个部分抽离,剩余的部分相互替换位置便会使整体重新成为连续的,大地之外的其余元素正是如此;而在具有抗拒性的且难以分割之物中,如果某个部分脱落,便会毁坏整体的形状。由此,只要天宇需要在顺应自然本性的形状中保持并且整个宇宙需要存续,天宇的任何部分就都不可能脱离整体的连续性;以至于我们甚至无需探求,为何其余元素会有部分脱落,而天宇却不再如此。因为在那些元素中,即使某些部分被扯开,由于剩余部分的相互替换位置,连续性和自然形状亦同样得以保全,并且宇宙整体亦不会因此遭受任何损害,但在天宇的情况中,这是不可能发生的;因此,只要它自身和全宇宙都需要得以保全,其任何部分皆不脱落便是必然的。而天宇处于这种状态,证明了某种不同于简单元素的相附加于其上,却绝非证明它与元素的自然本性相抵触;因为水在冻结时亦可变成冰或雪,然而它们绝不因此被认为属于物体的第五种本性。” 接着他在总结所说的话时说道:“因此,如果即使我们假定它分有重和轻,也发现直线运动对它而言是不可能的,那么即使它不作直线运动,亦绝不意味着它随即就摆脱了轻和重。” 因此,在这些话中首先看吧:他自己承认顺应自然朝向中心运动的是重的,而从中心离开的显然是轻的,并且论证了天宇不可能作直线运动,然而他却依然假定它是重的或轻的,并自以为由此可以证明,即使它不作直线运动,亦没有任何东西妨碍它具有重或轻——如果重物作直线运动,而不作直线运动之物不是重的,他又怎能得出这一推论呢?因为假定某种决不作直线运动之物是重的或轻的,绝非证明即使它不作直线运动它亦是重的或轻的;相反,像此人这样说话的人,在我看来很像某人说道:“如果我证明了人没有翅膀,却假定人能飞,我便证明了即使他没有翅膀,他亦并非因此受阻而不能飞。”然而恰恰是因为这个缘故他才不能飞,正如由于不作直线运动天宇既不重亦不轻一样,所以这样的推论是不合逻辑的。而在各具体细节上,既然天宇作圆周运动而非直线运动是显而易见的,他又怎能断言不可能表明天宇摆脱了重和轻呢?他又怎能说,[亚里士多德]为了证明天宇不具有作直线运动的本性,便设定了它不同于直线运移之物体的实体呢?

语法注2 条
  1. 1.21οὐδὲ γὰρ τὸ ὑποθέσθαι βαρὺν ἢ κοῦφον μηδαμῶς ἐπ’ εὐθείας κινούμενον ἀποδεῖξαί ἐστι τό, κἂν μὴ κινῆται ἐπ’ εὐθείας, βαρὺν εἶναι ἢ κοῦφον

    句子的骨架由冠词附加不定式构成:冠词短语 τὸ ὑποθέσθαι... 作主语,系词 ἐστί 配合表语不定式 ἀποδεῖξαι,而后者又带有冠词短语 τό... βαρὺν εἶναι ἢ κοῦφον 作为其宾语,形成“假定……并不是证明……”的鲜明对比结构。

  2. 1.21πῶς τοῦτο συνάγων, εἴπερ τὸ βαρὺ ἐπ’ εὐθείας καὶ τὸ μὴ ἐπ’ εὐθείας οὐ βαρύ;

    分词 συνάγων 与疑问词 πῶς 连用,省略了系词(ἐστίν),构成反问句。在由 εἴπερ 引导的条件从句中,表运动的动词或分词(κινεῖται / κινούμενον)以及系词亦被承前省略,整个条件句紧凑地表达“如果重物[作]直线运动,而不[作]直线运动之物不是重的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:75.25-77.13