← 辛普里丘

亚里士多德《论天》注释

§73.30-75.25

天宇完满性与对斐洛庞奴斯的驳斥

辛普里丘论证道,既然天宇始终保持其完满性,在其鼎盛期毁灭就违背自然,并指责斐洛庞奴斯误解了比较级的含义。他进一步引述并反驳了斐洛庞奴斯利用中间元素相对轻重来攻击天宇永恒性的论点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#7

εἰ τοίνυν ὁ οὐρανὸς οὔτε καθ’ ὅλον οὔτε κατὰ μόρια φαίνεταί τι παραλλάξας ποτέ, ἀλλὰ τὴν ἑαυτοῦ τελειότητα ἔχων οὐ πρότερον μόνον, ἀλλὰ καὶ νῦν, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, ὡς οὗτος δηλονότι πεπίστευκεν, πῶς οἷόν τε αὐτὸν κατὰ τὴν αὑτοῦ φύσιν ἐν ἀκμῇ τῇ οἰκείᾳ φθαρῆναι, ὅτε μήτε ζῷον μήτε φυτὸν μήτε ἄλλο τι τῶν εὐτελεστάτων ἐν τῷ κόσμῳ φθαρτῶν ἀκμάζον ἔτι χωρίς τινος βίας ἀπόλλυται; ἀλλὰ ταῦτα μὲν ἔστω μὴ ὁρᾶν τὸν ὑπὸ φιλονείκου προλήψεως τὰ ὄμματα τῆς ἑαυτοῦ ψυχῆς ἐκτυφλώσαντα·1 ‘γραμματικὸς’ δὲ εἶναι λέγων, πῶς ἀπαθέστερον ἄλλου τινὸς λέγων τὸν οὐρανὸν φθαρτὸν ὅμως εἶναι ὑπολαμβάνει; εἰ γὰρ τὸ ἀπαθὲς οὐκ ἂν φθαρείη, πῶς τὸ ἀπαθέστερον φθείρεται; τὸ γὰρ συγκριτικὸν ἐπίτασιν ἔχει τῆς ἰδιότητος·2 λευκότερον γὰρ τὸ μᾶλλον λευκόν, καὶ εἰ οὐδὲ τὸ λευκὸν ἄν εἴη μέλαν, οὐδὲ πολὺ μᾶλλον τὸ λευκότερον· ὁμοίως δὲ οὔτε τὸ ἀπαθὲς ἂν εἴη παθητὸν οὔτε πολὺ μᾶλλον τὸ ἀπαθέστερον. ἀλλὰ τούτων μὲν ἅλις. εἰ δὲ τῶν μὲν στοιχείων τὰ μόρια φαίνεται σαφῶς γινόμενά τε καὶ φθειρόμενα καὶ πολυειδῶς μεταβάλλοντα, τοῦ δὲ οὐρανοῦ μηδὲν μηδέποτε μόριον ἐφάνη παραλλάξαν τῆς ἑαυτοῦ τελειότητος, ὡς δηλοῦσιν καὶ αἱ κινήσεις πάντων αἱ αὐταὶ φυλαττόμεναι, τίς οὐκ ἂν ὁμολογήσοι καὶ σεφθείη τὴν κατ’ οὐσίαν ὑπεροχὴν αὐτοῦ πρὸς τὰ ὑπὸ σελήνην; παρατίθεται δὲ καὶ τὸν Ἀριστοτέλην ἐν τῷ τετάρτῳ τῆσδε λέγοντα τῆς πραγματείας, ὅτι τὸ μὲν πῦρ πανταχοῦ κοῦφον καὶ ἡ γῆ πανταχοῦ βαρεῖα, τὸ δὲ ὕδωρ ἐν μὲν τοῖς ἄλλοις βαρύ, ἐν γῇ δὲ κοῦφον, ὁ δὲ ἀὴρ ἐν ὕδατι μὲν καὶ γῇ κοῦφος, ἔξω δὲ τούτων βαρύς, ὡς δηλοῖ τὸ πλέον ἕλκειν τὸν πεφυσημένον ἀσκὸν τοῦ κενοῦ.3 καὶ ἐκ τούτων συνάγει, ὅτι βαρύτης καὶ κουφότης οὐ καθ’ αὑτὰ τοῖς στοιχείοις ὑπάρχει· “οὐ γὰρ ἄν, φησί, τὰ αὐτὰ κατὰ τὰς αὐτὰς δυνάμεις μηδὲν ἔξωθεν προσλαμβάνοντα ἐκ μόνης τῆς πρὸς ἄλληλα σχέσεως ἀλλαχοῦ μὲν κοῦφα, ἀλλαχοῦ δὲ βαρέα ἐτύγχανε, καὶ πρὸς ἄλλο μὲν κοῦφα, πρὸς ἄλλο δὲ βαρέα. τὸ γοῦν λευκὸν καὶ τὸ μέλαν καὶ τὸ θερμόν, ὅπως ἂν ἔχοι πρὸς ἕτερα, τῆς ἑαυτῶν οὐκ ἐξίσταται τάξεως.” ταῦτα καὶ ἐπ’ αὐτῆς λέξεως τούτου λέγοντος θαυμάζω, πῶς οὐκ ἐννοεῖ, ὅτι καὶ ἐν τούτοις ὁ Ἀριστοτέλης κουφότατον μὲν καὶ κοῦφον μόνως τὸ πῦρ εἶναί λέγει, βαρὺ δὲ μόνως τὴν γῆν, τὰ δὲ μέσα ἀμφοῖν μετέχειν πρὸς ἄλλο καὶ ἄλλο· καὶ οὐ δήπου τοῦτο ποιεῖ μὴ μετέχειν τὸ πρὸς ἄλλο καὶ ἄλλο καὶ κατ’ ἄλλο καὶ ἄλλο τῶν ἑαυτοῦ ἐνεργεῖν·4 καὶ γὰρ τὸ φαιὸν πρὸς μὲν τοὺς εὐδιάκριτον ἔχοντας τὸ ὄμμα ὡς λευκὸν ἐνεργεῖ, πρὸς δὲ τοὺς εὐσύγκριτον ὡς μέλαν διὰ τὸ ἀμφοτέρων μετέχειν. τί δὲ ὅλως τῷ δεικνύντι λόγῳ κουφότητος ἢ βαρύτητος μὴ μετέχειν τὰ οὐράνια παραποδίζει τὸ ἐπαμφοτερίζον τῶν μέσων στοιχείων; εἴτε γὰρ φύσει εἴτε σχέσει εἴτε καθ’ αὑτὸ εἴτε πρὸς ἄλλο τὸ βαρὺ καὶ κοῦφόν ἐστιν, ἐν τοῖς ὑπὸ σελήνην εἶναι δέδεικται διὰ τὸ ταῦτα εὐθυπορεῖσθαι. καίτοι γε ἐκ τῶν εἰρημένων οὐδὲν κωλύει τὸ μὲν πῦρ καθ’ αὑτὸ κοῦφον εἶναι· ἁπλῶς γὰρ κοῦφον· τὴν δὲ γῆν καθ’ αὑτὸ βαρεῖαν· ἁπλῶς γὰρ βαρεῖα. κἂν ἐξισταμένοις τῶν οἰκείων τόπων ὑπάρχῃ ταῦτα, ἀλλὰ καὶ τὸ ἐξίστασθαι καὶ τὸ ἐξιστάμενα βαρέα γίνεσθαι ἢ κοῦφα ἴδια τῶν ὑπὸ σελήνην ἐστί, καὶ ἱκανὴ ἦν καὶ ἡ κατὰ ταῦτα διαφορὰ δεικνύναι τὰ οὐράνια ἄλλης ὄντα φύσεως. εἰς ἄλλο δέ τι πάλιν τῶν τοῦ ἀνδρὸς ἐμπεπτωκὼς λίαν ἀνόητον, ὡς οἶμαι, διὰ τὸ μὴ ἀπιστεῖν τοὺς ἐντευξομένους, εἴ τις ἄρα καὶ τῶν γράφειν ἐπιχειρούντων οὕτως ἀσυνέτους καὶ ἀνακολούθους ἔσχεν ἐννοίας, αὐτά μοι παραγράφειν ἀνάγκη τὰ τούτου ληρήματα. λέγει δὲ οὕτως ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ δευτέρου αὐτοῦ βιβλίου· “ἀλλὰ δὴ συγκεχωρήσθω μὴ μόνον ἐν τοῖς ἀλλοτρίοις τόποις τὰ στοιχεῖα βάρος ἔχειν ἢ κουφότητα, ἀλλὰ καὶ ἐν τοῖς ἰδίοις ὄντα ταῖς τοιαύταις εἰδοποιεῖσθαι δυνάμεσιν· οὐδὲ γὰρ οὕτως, οἶμαι, δεῖξαί τις λόγος δυνήσεται, ὡς μόνον τὸ οὐράνιον σῶμα τούτων ἀπήλλακται τῶν δυνάμεων, ἐπειδὴ τὸ μήτε βάρους αὐτὸ μήτε κουφότητος μετέχειν ἐκ τοῦ μὴ πεφυκέναι κινεῖσθαι ἐπ’ εὐθείας ὁ Ἀριστοτέλης συνήγαγεν· εἰς γὰρ ἀπόδειξιν τοῦ μὴ πεφυκέναι κινεῖσθαι ἐπ’ εὐθείας τὸν οὐρανὸν τὸ ἕτερον εἶναι τῆς τῶν εὐθυφορουμένων σωμάτων οὐσίας εἴληφεν· ἐκ δὲ τοῦ μὴ κινεῖσθαι ἐπ’ εὐθείας τὸ μήτε βάρους μετέχειν μήτε κουφότητος.

因此,如果天宇无论就整体还是就部分而言,皆似乎从未发生过任何改变,而是不仅在从前,而且即使在如今——正如这人显然深信的那样,在末后的日子里——依然保持着自身的完满性,那么,既然在宇宙中无论是动物、植物还是其他任何最为卑微的可毁灭之物,在仍处于鼎盛期时若非遭受某种暴力皆不会毁灭,天宇又怎能按照自身的自然本性在属于其自身的鼎盛期中毁灭呢?不过,就算任由那个因好辩的先入之见而盲蔽了自己灵魂双眼的人看不见这些吧;然而,自称是“文法家”的他,既然称天宇比其他任何事物都更不易受影响,又怎能设想它是可毁灭的呢?因为如果不受影响之物不会毁灭,那么更不易受影响之物又怎会毁灭呢?因为比较级含有属性的强化:较白之物即是更白之物,如果连白物亦不会成为黑物,那么较白之物就远更不可能;同样地,不受影响之物既不会是受动的,更不易受影响之物就远更不可能。不过关于这些已经足够了。然而,如果元素的各部分显然被看到生成、毁灭并发生形形色色的改变,而天宇的任何部分却从未显出脱离其自身的完满性——正如一切天体的运动皆保持相同所表明的那样——,谁会不承认并敬畏天宇在实体上相对于月下事物的优越性呢? 他还引述亚里士多德在本著作第四卷中所言,即火在任何地方皆是轻的,大地在任何地方皆是重的,而水在其他事物中是重的,在大地中则是轻的,空气在水和大地中是轻的,在这些之外则是重的,正如充气的皮囊比空皮囊拉动更多[更重]所表明的那样。由此他得出结论说,重与轻并非就自身而言属于元素:“因为相同的物体,”他说,“按照相同的能力且没有从外部接受任何东西,仅凭彼此之间的相对关系,决不可能恰好在一处是轻的而在另一处是重的,且相对于一物是轻的而相对于另一物是重的。无论如何,白、黑和热无论与其他事物处于何种关系,皆不会脱离自身的位次。”在他用原原本本的话这样说的时候,我感到奇怪的是,他竟然没有想到,亚里士多德在这些论述中亦同样说过火是最轻的且单单是轻的,大地单单是重的,而中间者则相对于不同之物而分有这两者;而某物相对于不同之物并按照自身的不同方面起作用,绝不至于使它不能分有它们;因为灰暗对于有着易于扩张之眼的人起着白的作用,而对于〔有着〕易于收缩〔之眼〕的人则起着黑的作用,乃是因为它分有两者的缘故。中间元素的兼跨两端,对于证明天体不分有轻或重的论证究竟有何妨碍呢?因为无论重与轻是出于自然还是出于关系,是就自身而言还是相对于他物,由于月下之物作直线运动,它们已被证明存在于月下之物中。况且依据所说的话,没有任何东西妨碍火就自身而言是轻的——因为它纯粹是轻的——而大地就自身而言是重的——因为它纯粹是重的。即使这些属性属于脱离本己处所的物体,但发生脱离以及在脱离时变重或变轻,皆是月下之物所特有的,而且按照这些属性所显出的差异亦足以表明天体具有另一种自然本性。不过,我又碰到了此人另一处极其愚蠢的高见;我认为,为了让读者不至于不相信在那些企图著书立说的人之中竟然有人抱有如此愚昧和不合逻辑的想法,我有必要原原本本地抄录此人的这通胡言乱语。他在其第二卷第十三章中这样说道:“然而,就算承认元素不仅在异己的处所具有重或轻,而且在处于本己处所时亦由这些能力赋予其形式吧;因为我认为,即使如此,亦没有任何论证能够表明唯独天体摆脱了这些能力,因为亚里士多德是依据天体不具有作直线运动的本性,推论出它既不分有重亦不分有轻的;因为为了证明天体不具有作直线运动的本性,他设定了天体不同于直线运移之物体的实体;而依据天体不作直线运动,他又设定了它既不分有重亦不分有轻。”

语法注4 条
  1. 1.21ἀλλὰ ταῦτα μὲν ἔστω μὴ ὁρᾶν τὸν ὑπὸ φιλονείκου προλήψεως τὰ ὄμματα τῆς ἑαυτοῦ ψυχῆς ἐκτυφλώσαντα

    ἔστω 是表让步的第三人称单数命令式,带不定式 μὴ ὁρᾶν,意为“任由……看不见吧”。宾格短语 τὸν ... ἐκτυφλώσαντα 充当不定式的主语。

  2. 1.21τὸ συγκριτικὸν ἐπίτασιν ἔχει τῆς ἰδιότητος

    τὸ συγκριτικόν 是表示“比较级”的语法术语。针对斐洛庞奴斯使用 ἀπαθέστερον(较不易受影响的)一词,辛普里丘指责他自称文法家却不知比较级是对原级性质的加强(ἐπίτασις),因而不能用来证成其可毁灭性。

  3. 1.21τὸ πλέον ἕλκειν τὸν πεφυσημένον ἀσκὸν τοῦ κενοῦ

    ἕλκειν 在此处意为拉动秤盘,即“更重”。τοῦ κενοῦ 是比较属格,意为“比空的[皮囊]”。这是亚里士多德证明空气亦具有重量的著名经验论据。

  4. 1.21καὶ οὐ δήπου τοῦτο ποιεῖ μὴ μετέχειν τὸ πρὸς ἄλλο καὶ ἄλλο καὶ κατ’ ἄλλο καὶ ἄλλο τῶν ἑαυτοῦ ἐνεργεῖν

    该句的主语是冠词加不定式短语 τὸ πρὸς ἄλλο καὶ ἄλλο... ἐνεργεῖν(“相对于不同事物……起作用”),主谓动词为 ποιεῖ,μὴ μετέχειν 作其宾语或结果不定式,整体句构为“相对于不同事物起作用决不至于导致不分有”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:73.30-75.25