← 辛普里丘

亚里士多德《论天》注释

§72.3-73.30

关于天体移位与动物类比的反驳斐洛庞奴斯论

辛普利丘驳斥了文法家约翰·斐洛庞奴斯借助忒弥斯提乌斯关于宇宙与星体假设性移位的论证,阐明了元素总体与天宇在倾向与运动上的本质差异,并基于生理与感觉机能驳斥了其认为主导器官较不易受影响的动物类比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#6

καὶ οὐ τοῦτο λέγω, ὅτι οὐκ ἐχρῆν ἀδύνατον ὑποθέσθαι· οἶδα γάρ, ὅτι καὶ ὁ τὴν γῆν ἐξιστῶν τοῦ οἰκείου τόπου ἀδύνατον ὑπόθεσιν ὑποτίθεται, ἀλλ’ οὐ διὰ τὸ ἀδύνατον τῆς ὑποθέσεως ἀκολουθεῖ τι ἄτοπον· οὐ γὰρ ἄτοπον τὸ ἐπὶ τὸν οἰκεῖον τόπον φέρεσθαι τὸν ἐπὶ τὸ μέσον, ὥσπερ οὐδὲ τὸν κόσμον ἄτοπον ἐκστάντα τοῦ τόπου τοῦ οἰκείου πάλιν ἐπ’ αὐτὸν φέρεσθαι· τὸ μέντοι ἐπὶ τὸ μέσον ἢ τὸ ἔσχατον καὶ ἢ κάτω ἢ ἄνω ἀδύνατον,1 ἐπειδὴ ταῦτα ἐντὸς ἑαυτοῦ περιέχει. ταῦτα λέγω πρὸς τὸν εὐφραδῆ Θεμίστιον· ἀπ’ ἐκείνου γὰρ ταύτην οὗτος ἐπορίσατο τὴν συνηγορίαν ἐπὶ χείρονι χρώμενος αὐτῇ σκοπῷ· ὅς φησιν, ὅτι, κἂν μὴ τὸν κόσμον τις ὑποτίθεσθαι συγχωρῇ μεθιστάμενον, ἀλλ’ ἀστέρα τῆς οἰκείας ἕδρας ἐπὶ τὰ ἐντὸς ἀποπίπτοντα τί κωλύει ὑποθέσθαι; οὗτος δὴ οὖν εἰ νοοῖτο πάλιν ἐπὶ τὴν κατὰ φύσιν χώραν ἐπανερχόμενος, δῆλον, ὡς ἐπ’ εὐθείας κινήσεται· ἀλλ’ ὅμως οὐδὲν τῶν οὐρανίων οὔτε βάρους μετέχειν οὔτε κουφότητος ὁ Ἀριστοτέλης βούλεται. ῥητέον δὴ πρὸς τοῦτο, ὅτι, εἰ ἀποπεσὼν φυσικῶς ἐπὶ τὸ ἄνω ἐνεχθῇ, κουφότητος ἂν μετέχοι· καὶ τί ἄτοπον; εἰ δὲ μὴ μόνον τὰ μέρη τῶν στοιχείων, ἀλλὰ καὶ αἱ ὁλότητες ἐφίενται τοῦ τῶν συγγενῶν καὶ κρειττόνων πλησιασμοῦ καὶ τῆς ἀπ’ αὐτῶν ἀπολαύσεως, ἡ μὲν γῆ τοῦ κέντρου καὶ τῆς ὑπ’ αὐτοῦ συνοχῆς, τὸ δὲ πῦρ τῆς οὐρανίας καθαρότητος, τῶν δὲ μέσων ὁ μὲν ἀὴρ τῆς πυρίας λεπτότητος, τὸ δὲ ὕδωρ τῆς ἐν τῇ γῇ ἕδρας, δῆλον, ὅτι ἐπ’ ἐκεῖνα ἔχουσι τὰς ῥοπὰς καὶ αἱ ὁλότητες· διὸ καὶ ὁ Ἀριστοτέλης εἶπεν εἰς ταὐτὸ φέρεσθαι τὸ ὅλον καὶ τὸ μόριον κατὰ φύσιν· ὁ δὲ οὐρανὸς οὐκ ἔχει τι κρεῖττον ἑαυτοῦ οὔτε καθ’ ὅλον οὔτε κατὰ τὰ μέρη, ἐφ’ ὃ οἰσθήσεται, ὥστε οὐ τὰ αὐτὰ ἀξιωτέον ἐπί τε τῆς τῶν στοιχείων ὁλότητος καὶ ἐπὶ τοῦ οὐρανοῦ. καὶ τὸ βαρὺ δὲ καὶ κοῦφον ἔχει τινὰς διαφορὰς τὰς κατὰ τὴν διάφορον ῥοπήν, κἂν αἱ ἐπὶ πάντων ῥοπαὶ βαρύτητες εἶναι δοκῶσιν, ὡς ὁ Πλάτων φησίν. ὅπερ δὲ πολλάκις εἶπον ἀναγκαζόμενος τὰ αὐτὰ λέγειν, οὐδὲν ὄφελος, οἶμαι, τούτῳ πρὸς τὸν οἰκεῖον σκοπὸν ὑπαντᾷ ἐκ τοῦ δεῖξαι καὶ τὰς τῶν στοιχείων ὁλότητας μήτε βάρος ἐχούσας μήτε κουφότητα2 καὶ ταύτῃ τῷ οὐρανῷ ὁμοίας· οὐ γὰρ διὰ τοῦτο φθαρτὸς ὁ οὐρανός, ἀλλ’, εἴπερ ἄρα, διὰ τὴν πρὸς τὸν οὐρανὸν ὁμοιότητα καὶ αἱ τῶν στοιχείων ὁλότητες τὸ ἀίδιον ἔχουσιν. ἐπειδὴ δὲ πρόχειρός ἐστιν ἔνστασις πρὸς τοὺς ὁμοφυῆ τὸν οὐρανὸν τοῖς ὑπὸ σελήνην λέγοντας στοιχείοις ἡ ἀπὸ τῶν μερῶν διαφορά,3 εἴπερ τῶν μὲν στοιχείων τὰ μέρη καὶ ἀποσπώμενα τοῦ ὅλου καὶ γινόμενα καὶ φθειρόμενα φαίνεται, τοῦ δὲ οὐρανοῦ ἐν ἅπαντι τῷ παρεληλυθότι χρόνῳ κατὰ τὴν παραδεδομένην ἀλήθειαν οὐδὲν φαίνεται μόριον οὔτε ἀποσπασθὲν οὔτε μεταβεβληκός, ταύτην λύων, ὡς οἴεται, τὴν ἔνστασιν ὁ Γραμματικὸς δυσπαθέστερα καὶ ἐν τοῖς ζῴοις τὰ κυριώτερα καὶ ἀρχικώτερα τῶν μορίων εἶναί φησιν ὥσπερ τὴν καρδίαν καὶ ὅμως ἐκ τῶν αὐτῶν στοιχείων ἐστί· καὶ τὸν οὐρανὸν δὴ κυριώτερον τῶν ἐν τῷ κόσμῳ σωμάτων ὁμολογῶν μάλιστα τῶν ἄλλων ἀπαθέστερον εἶναί φησι, καὶ διὰ τοῦτο δηλονότι οὔτε τὰ μόρια αὐτοῦ ταὐτὸν τοῖς τῶν στοιχείων μορίοις πέπονθε. κἀνταῦθα τοίνυν πολλά μοι δοκεῖ τῆς ἀληθείας ἀγνοεῖν οὗτος, πρῶτον μέν, ὅτι οὐδὲ τοῦτο ἀληθές, ὅτι τὰ κυριώτερα δυσπαθέστερα· τρίχες γὰρ καὶ ὄνυχες τὰ ἀκυρότατα πάντων εἰσὶ δυσπαθέστατα, καὶ τὰ ὀστᾶ δὲ ἐγκεφάλου καὶ καρδίας ἐστὶν δυσπαθέστερα· ἔπειτα δὲ ἡ καρδία, κἂν φλεγμαίνειν οὐχ ὑπομένῃ προφθειρομένου πολλάκις τοῦ ζῴου, ἀλλ’ ὑπὸ πυρετοῦ πάντως πρώτως πάσχουσα οὕτως αὐτὸν τῷ ἄλλῳ σώματι διαδίδωσιν. ἀλλὰ τὸ μὲν προνοίας πλείονος τὰ κυριώτερα μόρια τοῦ ζῴου τυχεῖν ἀληθές, αἰσθητικοῦ δὲ ὄντος τοῦ ζῴου, τῆς αἰσθήσεως παθητικῆς οὔσης τὰ δυσπαθέστερα τῶν μορίων δυσαισθητότερα καὶ ἀκυρότερα μᾶλλόν ἐστιν. ἀλλὰ ταῦτα μέν, ἐπειδὴ κἀν τούτοις ᾠήθη τι πλέον εἰδέναι πλέον, οἶμαι, καὶ τῶν ἰδιωτῶν αὐτὰ ἀγνοῶν, ἀρκούντως εἰρήσθω. θαυμαστὸν δέ, ὅπως οὐκ ἐνενόησεν, ὅτι τὸ ἀρχὴν ἀπὸ χρόνου γενέσεως ἔχον καὶ τελευτὴν ἀδύνατον τὸ αὐτὸ μένειν ἀπ’ ἀρχῆς ἄχρι τέλους, εἴτε ἄψυχον εἴη εἴτε ἔμψυχον, εἴτε ζῷον εἴτε φυτόν, ἀλλ’ ἀρξάμενον ἀπὸ τοῦ ἀτελεστέρου πρόεισιν ἐπὶ τὸ τελειότερον ἄχρι τῆς ἀκμῆς, ἀπὸ δὲ ἐκείνης κατ’ ὀλίγον μαραινόμενον ἐπὶ φθορὰν ὁδεύει.

我并不是说不应当设定不可能的假设;因为我知道,即使将大地移离其本己处所的人亦设立了不可能的假设,但并不会因假设的不可能性而得出某种荒谬的结论;因为运移向其朝向中心的本己处所并不是荒谬的,正如宇宙在脱离其本己处所之后再次运移向它并不是荒谬的一样;然而,[宇宙]运移向中心或极点,以及运移向下或向上,乃是不可能的,因为宇宙在自身内部包容了这些。我这番话乃是针对能言善辩的忒弥斯提乌斯而说的;因为此人正是从他那里获取了这一辩护,却将其用于更为恶劣的目的。忒弥斯提乌斯说,即使人们不赞同宇宙发生移位的假设,但设定一颗星脱离本己位置而向内跌落又有何妨?如果设想这颗[星]再次返回合乎自然本性的处所,它显然将作直线运动;然而亚里士多德却不愿让任何天体分有重或轻。对此必须指出:如果它跌落之后自然地向上运移,它就会分有轻;而这又有何荒谬之处?另一方面,如果不仅元素的各部分,而且它们的总体亦渴求接近同类且更优者并从中获益——大地渴求中心及由其带来的维系,火渴求天宇的纯净,而在中间者之中,空气渴求火般的精微,水渴求在大地中的居所——,显然各总体亦向着那些事物具有其倾向;因此亚里士多德亦说过,整体与部分在自然本性上运移向相同之物;但天宇无论就整体还是就部分而言,皆没有任何优于它自身之物可供其运移向它,因而在元素的总体与在天宇的情形下,不应当作出相同的要求。而且重与轻按照不同的倾向具有某些差异,即便如柏拉图所说,在一切事物中的倾向似乎皆是重性。然而正如我被迫重复同样的话而多次指出的那样,我认为,从表明元素的各总体亦既无重亦无轻并且在这一方面与天宇相似之中,对达成他本己的目的毫无益处;因为天宇并不因此就是可毁灭的,反而若真如此,由于对天宇的相似性,元素的各总体亦将拥有永恒性。 然而,既然依据部分的差异,对于那些宣称天宇与月下元素同类的人是一条显而易见的异议——倘若元素的各部分既被看到脱离整体,又被看到生成与毁灭,而就天宇而言,在过去的所有时间里按照传承下来的真理,未曾见到任何部分脱离或发生改变——,文法家在自以为消解这一异议时宣称,在动物中更为首要和主导的部分,如心脏,亦较不易受影响,然而它们依然由相同的元素构成;并且在承认天宇比宇宙中的诸物体更为首要的同时,他宣称天宇比其他物体尤为不易受影响,而且显然正是由于这一点,它的各部分才没有遭受与元素的各部分相同的命运。因此在这里,此人亦似乎对许多真理一无所知:首先,更为首要的部分较不易受影响这一说法甚至并非真实;因为在一切之中最无支配地位的毛发与指甲最不易受影响,而骨骼亦比大脑与心脏较不易受影响;其次,心脏即使由于动物往往先行死亡而不耐受炎症,但由于发热它无论如何皆是最先受影响的,并以此将热传播至身体其余部分。但是,即便动物中更为首要的部分获得更多的顾护乃是真实的,然而既然动物是有感觉的,而感觉是被动的,那么不易受影响的部分便更迟钝,因而更不具主导地位。不过关于这些,既然他在这些事情上亦自以为所知更多,而我认为他甚至比外行人更无知,就说到此为止吧。令人称奇的是,他竟然没有想到,凡是在时间上具有生成的开端与终结的事物,无论无灵还是有灵,无论动物还是植物,皆不可能从始至终保持同一,而是从较不完满者开始,向着更完满者前进直至其鼎盛期,而从那一刻起逐渐凋零,走向毁灭。

语法注3 条
  1. 1.21τὸ μέντοι ἐπὶ τὸ μέσον ἢ τὸ ἔσχατον καὶ ἢ κάτω ἢ ἄνω ἀδύνατον

    宾格不定式结构中的省略补全。承接前文语境(τὸν κόσμον ... πάλιν ἐπ’ αὐτὸν φέρεσθαι),此处省略了不定式 φέρεσθαι 及其逻辑主语宾格 τὸν κόσμον,结构为:然而[宇宙]运移向中心或极点以及运移向下或向上乃是不可能的。

  2. 1.21ἐκ τοῦ δεῖξαι καὶ τὰς τῶν στοιχείων ὁλότητας μήτε βάρος ἐχούσας μήτε κουφότητα

    带冠词不定式短语 ἐκ τοῦ δεῖξαι 支配分词短语 μήτε βάρος ἐχούσας...(作为其宾语并在间接引语中以后附分词补充说明 τὰς ... ὁλότητας),构成主动词 ὑπαντᾷ 所依赖的表示原因/来源的介词短语。与格 τούτῳ 表示“对他(文法家)而言”,全句主语为 οὐδὲν ὄφελος。

  3. 1.21ἐπειδὴ δὲ πρόχειρός ἐστιν ἔνστασις ... ἡ ἀπὸ τῶν μερῶν διαφορά

    主语为 ἡ ἀπὸ τῶν μερῶν διαφορά(“基于部分的差异”),谓语为 πρόχειρός ἐστιν ἔνστασις(“是一条显而易见的异议”)。πρὸς τοὺς λέγοντας 表明异议所针对的对象,其后引出的 εἴπερ 从句通过 μέν 与 δέ 的对比展开了该异议的具体论据(元素的部分与天宇的部分)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:72.3-73.30