- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:729.16-730.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德关于形状并非运动之原因而仅为协力因素的论证,并探讨了宽扁物体为何浮于水上的疑难,批判性地审视了德谟克利特基于上升热颗粒的欠佳解法。
" Τὰ δὲ σχήματα οὐκ αἴτια τοῦ φέρεσθαι ἕως τοῦ τὴν κίνησιν τῶν ἄνω φερομένων σωμάτων." Τοῦ τὰ μὲν κάτω φέρεσθαι τῶν σωμάτων τὰ δὲ ἄνω, τὰ δὲ μεταξὺ ἑκάτερον εἰς τὴν ἰδίαν χώραν καὶ εἰς τὴν τῶν ὑποκειμένων ὑποσπωμένων ἐκείνων,1 αἰτίαν τὴν ἑκάστου τῶν τεσσάρων ὕλην εἰπών,2 ἥτις καὶ τῆς κατὰ τὴν οὐσίαν διαφορᾶς καὶ τῆς ἐπὶ τὸν οἰκεῖον τόπον ὡς ἐπὶ οἰκεῖον εἶδος φορᾶς ἐστιν αἰτία, ἐπειδή τινες ἦσαν τὰ σχήματα τῆς κατὰ φύσιν κινήσεως αἰτιώμενοι, ὥσπερ οἱ πυραμίδι καὶ οἱ σφαίρᾳ τὸ πῦρ διὰ τὸ εὐκίνητον σχηματίζοντες, λέγει, ὅτι ἁπλῶς μὲν τὸ σχῆμα κινήσεως οὐκ ἔστιν αἴτιον, οὐδὲ φέρεταί τι διὰ τὸ τοιόνδε σχῆμα ἄνω ἢ κάτω, ἀλλὰ τῶν πεφυκότων φέρεσθαι ταχυτέραν τὴν κίνησιν τὴν ἐπὶ τὸν οἰκεῖον τόπον τὸ τοιόνδε σχῆμα ποιεῖ· δι’ ἃς δὲ αἰτίας τὰ σχήματα συνεργεῖ πρὸς τὰς κινήσεις, οὐ χαλεπόν, φησίν, ἰδεῖν. τέως δὲ τὰ ἀπορούμενα καὶ ζητούμενα περὶ τῆς διὰ τὰ σχήματα διαφορᾶς τῶν κινήσεων καὶ δοκοῦντα συνηγορεῖν τοῖς τὰ σχήματα τῶν κινήσεων αἰτιωμένοις ἐκθέμενος ἔπειτα λύων ταῦτα δείξει, ὅτι συνεργὸν μὲν τὸ σχῆμα πρὸς τὰς οἰκείας κινήσεις ἐστίν, οὐ μέντοι αἴτιον. ἀπορεῖται δέ, διὰ τί ἐν τῇ αὐτῇ ὕλῃ, οἷον σιδήρῳ καὶ μολίβδῳ, τὰ μὲν πλατέα κατὰ τὸ σχῆμα, κἂν βαρύτερα ᾖ, ἐπιπλεῖ ἐπὶ τοῦ ὕδατος, τὰ δὲ στρογγύλα καὶ μακρά, κἂν ἐλάττονα ᾖ καὶ ἧττον βαρέα, οἷον βελόνη, κάτω φέρεται· δεύτερον δέ, διὰ τί ἐνίων καίτοι βαρύτητα ἐχόντων σωμάτων τὰ μόρια ἐπιπλεῖ τῷ ὕδατι, ὡς τὰ τοῦ χρυσοῦ ψήγματα καὶ τὰ τοῦ κονιορτοῦ ἐν τῷ ἀέρι· δόξει γὰρ πάλιν διὰ τὸ μέγεθος ὁ χρυσὸς βάρος ἔχειν, ἀλλ’ οὐ τῇ αὑτοῦ φύσει, εἴ γε εἰς μὴ ἔχοντα βάρος διαιρεῖται. ἐκθέμενος δὴ τὰς ἀπορίας τὴν Δημοκρίτου λύσιν παράγει πρῶτον, πρὸς ἣν ἐνστῆναι μὲν καλῶς φησι τὸν Δημόκριτον, λύειν δὲ τὴν ἔνστασιν μαλακῶς. ἔλυσε δὲ τὴν ἀπορίαν τέως ὁ Δημόκριτος λέγων τὰ ἐκ τοῦ ὕδατος ἀναφερόμενα θερμά·3 εἶναι γὰρ πάντων σπέρματα ἐν πᾶσι, διὸ καὶ γίνεσθαι πάντα ἐκ πάντων· ταῦτα δὴ τοῖς πλατέσιν ἀντικρούοντα πολλὰ ὄντα ἐκ πλείονος τοῦ ὑπὸ τὰ πλατέα ὕδατος ἀνακωχεύειν αὐτά, τουτέστιν ἀνοχεῖν, τὰ δὲ στενὰ ὀλίγων ὄντων τῶν ὑπαντώντων αὐτοῖς θερμῶν διολισθαίνειν αὐτῶν τὴν ἀντέρεισιν. οὕτω λύσας ὁ Δημόκριτος τὴν ἐξ ἀρχῆς ἀπορίαν ἐνέστη μὲν καλῶς ἑαυτῷ λέγων, ὡς, εἰ τοῦτο τὸ αἴτιον ἦν τοῦ τὰ πλατέα ἐποχεῖσθαι τοῖς ὕδασιν, ἔδει μᾶλλον ἐν τῷ ἀέρι τοῦτο ποιεῖν· πλείονα γὰρ ἐν τῷ ἀέρι τὰ θερμὰ ἢ ἐν τῷ ὕδατι. οὕτως ἐνστὰς ὁ Δημόκριτος καλῶς τὴν λύσιν ἀσθενῶς καὶ ἀτόνως ἐπήγαγε· διὰ τοῦτο γάρ φησιν ἐν τῷ ἀέρι μὴ ἀνέχεσθαι τὰ πλατέα ὑπὸ τῶν ἀναδιδομένων θερμῶν, ὅτι μὴ πεπύκνωται ταῦτα ἐν τῷ ἀέρι λεπτῷ τε ὄντι καὶ κεχυμένῳ, ὥσπερ ἐν τῷ ὕδατι· διεσπαρμένων οὖν αὐτῶν οὐκ εἰς ἓν ὁρμᾷ ἡ κίνησις αὐτῶν, ὥστε ἀνέχειν τὸ ὑπερκείμενον, κἂν πλατὺ ᾖ, ἐν δὲ τῷ ὕδατι παχυτέρῳ τε καὶ στερροτέρῳ ὄντι συγκροτεῖται καὶ πυκνοῦται μᾶλλον τὰ ἀναφερόμενα θερμά· λέγοι δὲ ἂν ἴσως καὶ τὸ εὐκίνητον τοῦ ἀέρος αἴτιον τοῦ σκεδασμοῦ. ταύτην τὴν λύσιν καὶ πιθανῶς ἀποδοθεῖσαν μαλακὴν ὁ Ἀριστοτέλης εἶπεν ὡς οὐκ εὐτονοῦσαν τὰς ἐναργεῖς αἰτίας ἀπολογήσασθαι, ὅπερ αὐτὸς ποιήσει.
“形状不是被运送的原因……直至:向上运送的物体的运动。” 在说明了四种[元素]各自的质料是某些物体向下运送、某些物体向上运送、居中者各自运送至其自身固有的处所并在其下的物体被撤出时运送至其处所的原因——此质料既是依本质的差异的原因,亦是如同向着固有形式那样向着固有场所的位移运动的原因——之后,由于曾有些人把本性上的运动归咎于形状,正如那些因运动便利而用金字塔形以及用球形来赋形于火的人一样,[亚里士多德]说,从绝对的意义上讲,形状并非运动的原因,没有任何事物是由于具有此种形状而向上或向下运送的,而是对于那些生来适于运送的事物,此种形状使其向固有场所的运动更快;他说,由于何种原因形状有助于诸运动,并不难明了。在叙述这些之前,他先列举关于因形状而引起的运动差异的疑难与探究,以及那些看似支持将运动归咎于形状之人的现象,然后通过化解这些疑难将证明:形状固然是固有的运动的协力因素,但绝不是原因。所提出的疑难是:为何在同一种质料中,例如铁与铅,形状宽扁的物体纵使更重亦浮于水上,而圆且长的物体纵使更小且重量较轻(如针),却向下沉去;其次,为何某些虽具有重量的物体,其微粒却浮于水面(如金粉),或浮于空气中(如尘埃);因为若金被分割成不具重量的部分,金便将再次显得是由于体积而具有重量,而非凭其自身的本性。在列举了这些疑难之后,他首先引述德谟克利特的解决方案,[亚里士多德]说德谟克利特对此提出反驳固然有力,但化解反驳却甚是软弱。德谟克利特起初化解这一疑难时声称,从水中向上升起的诸热颗粒——因为万物之中皆有万物的种子,故而万物皆由万物产生——,这些热颗粒在冲击宽扁物体时,由于来自宽扁物体下方较多的水而数量众多,因而支撑起它们,即托住它们;而对于狭窄的物体,由于迎上来的热颗粒稀少,便滑脱了它们的抵挡。德谟克利特以此方式化解了最初的疑难之后,便有力地反驳了自己,说若这是宽扁物体浮于水上的原因,此现象更应当发生在空气中;因为空气中的热颗粒比水中的更多。在如此有力地提出反驳之后,德谟克利特却薄弱且无力地给出了解决方案;因为他说,宽扁物体在空气中不被散发出的热颗粒托住的原因在于:在稀薄且流散的空气中,这些颗粒并不像在水中那样被凝聚;因此,在它们分散的情况下,它们的运动并不会齐聚于一点以托住上方所置的物体(纵然其为宽扁之物),但在更浓稠且更坚实的水中,向上升起的热颗粒更得以聚集与凝聚;或许人们亦可以说空气的易动性是其散逸的原因。对于这种虽被看似合理地提出的解法,亚里士多德称之为软弱,因为其欠缺力量去辩明明显的原因,而他自己接下来将会做到这一点。
- 4.27καὶ εἰς τὴν τῶν ὑποκειμένων ὑποσπωμένων ἐκείνων
在 εἰς τὴν 之后省略了前文出现的名词 χώραν(“处所/领域”)。同时,τῶν ὑποκειμένων... ἐκείνων 既作为属格依附于介词短语 εἰς τὴν [χώραν],又与分词 ὑποσπωμένων 一同构成独立属格结构(“在那些处在下方的物体被撤出时”)。
- 4.27Τοῦ τὰ μὲν κάτω φέρεσθαι τῶν σωμάτων... αἰτίαν τὴν ἑκάστου τῶν τεσσάρων ὕλην εἰπών
句首属格冠词引导的不定词短语 Τοῦ τὰ μὲν κάτω φέρεσθαι... 作为宾格性属格,依附于分词 εἰπών 的宾语 αἰτίαν(“原因”)。全句的主语即后文主动词 λέγει 的主语(亚里士多德);句子跨越了由 εἰπών 引导的长分词短语及 ἐπειδή 引导的从句,直至主句 λέγει, ὅτι...,构成了倒置与离隔(hyperbaton)。
- 4.27ἔλυσε δὲ τὴν ἀπορίαν τέως ὁ Δημόκριτος λέγων τὰ ἐκ τοῦ ὕδατος ἀναφερόμενα θερμά
紧随 λέγων 之后的宾格短语 τὰ... θερμά 在经历了插入从句 εἶναι γὰρ... 之后,由复指词 ταῦτα δὴ... 承接,充当不定词 ἀνακωχεύειν 的宾格主语(后文则以 τὰ δὲ στενά 与 διολισθαίνειν 并列),构成了从属于 λέγων 的破格(anacoluthon)宾格加不定词结构。
