← 辛普里丘

亚里士多德《论天》注释

§730.28-731.29

形状对浮沉的影响与全书结语祈祷

辛普利丘阐释亚里士多德如何依据媒介的易分割性与物体的分割力来解释形状对浮沉运动的影响,并以向造物主的赞颂祈祷作结全书。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.28

" Ἐπεὶ δ’ ἐστὶ τὰ μὲν εὐδιαίρετα ἕως τέλους." Τὰς αἰτίας αὐτὸς ἀποδίδωσι τοῦ τὰ διάφορα σχήματα διαφόρους ποιεῖν τὰς τῶν σωμάτων κινήσεις. δύο δὲ ταύτας εἶναί φησι, μίαν μὲν τὸ τῶν συνεχῶν σωμάτων τὰ μὲν εὐδιαίρετα εἶναι τὰ δὲ ἧττον τοιαῦτα, καὶ δευτέραν τὸ τὰ μὲν τῶν σωμάτων μᾶλλον εἶναι διαιρετικὰ τὰ δὲ ἧττον. καὶ λέγει, τίνα μὲν καθόλου εὐδιαίρετα, ὅτι τὰ ὑγρά· ταῦτα γάρ ἐστι τὰ εὐόριστα ὡς σχηματιζόμενα καὶ ὁριζόμενα τῷ τοῦ περιέχοντος σχήματι, τοιαῦτα δὲ ἀὴρ καὶ ὕδωρ· τίνα δὲ τὰ μᾶλλον εὐδιαίρετα, ὅτι τὰ μᾶλλον εὐόριστα· ἀὴρ δὲ μᾶλλον ὕδατος τοιοῦτον· ὑγρότερος γὰρ καὶ εὐοριστότερος· καὶ ὕδωρ γῆς. ἀλλὰ καὶ ἐν τῷ αὐτῷ γένει τὸ ἔλαττον εὐδιαιρετώτερον τοῦ μείζονός ἐστι καὶ διασπᾶται ῥᾷον· εὐπαθέστερος γὰρ ὀλίγος ἀὴρ πολλοῦ καὶ ὀλίγον ὕδωρ τοῦ πλείονος. τούτων οὖν οὕτως ἐχόντων, ἐπειδὴ τὰ βάρος ἔχοντα διαιρετικὰ τῶν ὑποκειμένων ὄντα ἔχει τινὰ ἰσχύν, καθ’ ἣν φέρεται κάτω, καὶ τὰ ὑποκείμενα δὲ συνεχῆ διαιρετὰ ὄντα ἔχει τινὰ πρὸς τὸ μὴ διασπᾶσθαι δύναμιν, ταύτας δεῖ πρὸς ἄλληλα συμβάλλειν τὰς δυνάμεις· ἐὰν γὰρ ὑπερβάλλῃ ἡ τοῦ διαιρετικοῦ βάρους ἰσχὺς τὴν ἐν τῷ ὑποκειμένῳ συνεχεῖ τοῦ μὴ διασπᾶσθαι ἀλλὰ συνεχὲς μένειν ἰσχύν, οὐ κατ’ ἄλλο τι ἢ κατὰ τὸ διασπάσαι καὶ διελεῖν βιάσεται τὸ διαιρετικὸν θᾶττον κάτω φερόμενον καὶ διασπάσει τὸ ὑποκείμενον· ἐὰν δὲ ἀσθενεστέρα ᾖ ἡ τοῦ διαιρετικοῦ δύναμις τῆς τοῦ ὑποκειμένου, οὐ διαιρεθήσεται ὑπ’ αὐτοῦ, ἀλλ’ ἐπιπολάσει τὸ διαιρετικόν. διὰ ταῦτα οὖν τὰ πλατέα σώματα τῷ πλέον ἐπιπωματίζειν ὕδωρ, τὸ δὲ πλέον μὴ ὁμοίως εὐδιαίρετον εἶναι, οὐ φέρεται κάτω τῷ δεῖν μὲν διελεῖν τὸ ὑποκείμενον καὶ οὕτως ἐνεχθῆναι, μὴ εἶναι δὲ τὸ τοσοῦτον ὕδωρ εὐδιαίρετον ὑπὸ τοῦ τοσούτου βάρους·1 τὰ δὲ στρογγύλα ἢ μακρὰ ὀλίγῳ ὕδατι ἐπικείμενα διαιρεῖ ῥᾳδίως αὐτὸ καὶ διαιροῦντα φέρεται κάτω, ἐν ἀέρι δὲ καὶ τὰ πλατέα κάτω φέρεται διὰ τὸ εὐδιαιρετώτερον εἶναι τὸν ἀέρα τοῦ ὕδατος. Ταῦτά σοι, ὦ δέσποτα τοῦ τε κόσμου παντὸς καὶ τῶν ἁπλῶν ἐν αὐτῷ σωμάτων δημιουργέ, καὶ τοῖς ὑπό σου γενομένοις εἰς ὕμνον προσφέρω τὸ μέγεθος τῶν σῶν ἔργων ἐποπτεῦσαί τε καὶ τοῖς ἀξίοις ἐκφῆναι προθυμηθείς,2 ἵνα μηδὲν εὐτελὲς ἢ ἀνθρώπινον περί σου λογιζόμενοι κατὰ τὴν ὑπεροχήν σε προσκυνῶμεν, ἣν ἔχεις πρὸς πάντα τὰ ὑπό σου παραγόμενα.

“既然有些事物易于分割……直至结尾。” [亚里士多德]自己给出了不同的形状引起物体不同的运动的原因。他说这些原因有两个:其一是,在连续的物体中,有些易于分割,有些则较不易于分割;其二是,在物体中,有些更具分割能力,有些则较不具分割能力。接着他说明,总体而言何类事物易于分割,即流体;因为这些事物因其为包围者的形状所赋形和限定,是易于被限定的,而空气与水便是此类事物;至于何类事物更易于分割,则是更易于被限定者;而空气比水更具此种特性,因为它更为流散且更易于被限定;水亦比土更具此种特性。而且在同一种类之内,较小者亦比较大者更易于被分割,且更容易被撕裂;因为少量的空气比多量的空气更易受影响,少量的水比多量的水更易受影响。因此,既然这些情况如此,拥有重量的物体作为对其下方所垫物体的分割者,具有依其被向下运送的某种力量,而下方所垫的连续物体作为可被分割者,亦具有某种防止自身被撕裂的力能,所以必须将这些力能相互比较。因为如果分割性重量的力量压倒了下方所垫连续物体中不被撕裂且保持连续的力量,那么更快被向下运送的分割者,将非凭他途、唯独通过撕裂与分割而施加其力,并将下方所垫之物撕裂开来;但若分割者的力能弱于下方所垫之物的力能,〔下方所垫之物〕便不会被它所分割,相反,分割者将漂浮于表面。因此由于这些缘故,宽扁的物体由于遮盖了更多的水,而较多的水并非同样易于分割,且由于必须分割下方所垫之物方能如此被运送,然而如此数量的水并不易于被如此数量的重量所分割,所以便不被向下运送;而圆的或长的物体压在少量的水上,便轻易地将其分割,并在分割的同时被向下运送;但在空气中,即使宽扁的物体亦被向下运送,因为空气比水更易于被分割。 全世界的主宰、其中单纯物体的造物主啊,怀着既观照你作为之伟大又将其显明给堪当之人的热望,我将这些论述作为颂歌献给你,并献给由你生成的事物,以便我们在念及你时绝不存任何微贱或属人之想,而是依照你在由你所产生的一切事物之上所拥有的卓越地位,来敬拜你。

语法注2 条
  1. 4.28τῷ πλέον ἐπιπωματίζειν ὕδωρ, τὸ δὲ πλέον μὴ ὁμοίως εὐδιαίρετον εἶναι, οὐ φέρεται κάτω τῷ δεῖν μὲν διελεῖν τὸ ὑποκείμενον καὶ οὕτως ἐνεχθῆναι, μὴ εἶναι δὲ τὸ τοσοῦτον ὕδωρ εὐδιαίρετον ὑπὸ τοῦ τοσούτου βάρους

    此处为主句 οὐ φέρεται κάτω 前后由带与格定冠词 τῷ 的名词性不定词短语构成的复合原因状语结构。前半部分的 τῷ πλέον ἐπιπωματίζειν ὕδωρ(因盖住更多的水)与其并列的宾格不定词短语 τὸ δὲ πλέον μὴ ὁμοίως εὐδιαίρετον εἶναι 构成原因的铺垫;后半部分后置的 τῷ δεῖν μὲν... μὴ εἶναι δὲ... 则通过并列无人称动词 δεῖν 与存在动词 εἶναι,进一步申明了“虽须分割方得下沉、而如此之水却不易被该重量分割”的因果机制。

  2. 4.28Ταῦτά σοι ... καὶ τοῖς ὑπό σου γενομένοις εἰς ὕμνον προσφέρω τὸ μέγεθος τῶν σῶν ἔργων ἐποπτεῦσαί τε καὶ τοῖς ἀξίοις ἐκφῆναι προθυμηθείς

    此结语祈祷句的核心是主句 Ταῦτά σοι... εἰς ὕμνον προσφέρω(我将这些作为颂歌献给您),其中与格 τοῖς ὑπό σου γενομένοις 与 σοι 并列作为奉献的对象。分词 προθυμηθείς 为阳性单数主格,与第一人称主语一致,支配两个补足不定词 ἐποπτεῦσαι 与 ἐκφῆναι,表达注疏者献辞的热切动机与目的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:730.28-731.29