- 底本
- Simplicius, In Aristotelis Quattuor Libros De Caelo Commentaria. Commentaria in Aristotelem Graeca VII, ed. I. L. Heiberg, Berlin: Reimer 1894, pp. 1-731. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:728.11-729.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘针对亚里士多德(313a6)的论述指出,将底层物假定为一个或两个都无法解释空气与水的固有运动和浮沉,必将导致荒谬,因此必须为各单纯物体设定均等的固有差异,并重申根据比例的辩解亦已由同类物体的速度差异予以驳斥。
" Ἀνάγκη τοίνυν, ὥσπερ καὶ πῦρ ἄνω, ὅτι τοδὶ ἔχει ἕως τοῦ καθάπερ εἴρηται πολλάκις." Δείξας, ὅτι οὔτε ἓν τὸ ὑποκείμενον εἶναι δυνατὸν οὔτε δύο, ὡς τὸ κενὸν καὶ τὸ πλῆρες, ἐπάγει λοιπὸν τὸ ἐξ ἀρχῆς προτεθέν, ὅτι ἀναγκαῖον ἴσας ποιεῖν τοῖς ἁπλοῖς σώμασι τὰς διαφοράς, ὡς ἕκαστον αὐτῶν κατ’ οἰκείας ὑφίστασθαι διαφοράς. ὥσπερ γὰρ τὸ πῦρ διὰ τὸ ἔχειν κενὸν πλέον ἄνω φέρεσθαι λέγουσιν οὗτοι, τὰ δὲ ἄλλα οὔ, καὶ τὴν γῆν κάτω διὰ τὸ πλῆρες, οὕτως ἔδει λέγειν καὶ τὸν ἀέρα διὰ τὴν οἰκείαν διαφορὰν εἰς τὴν ἑαυτοῦ φέρεσθαι χώραν καὶ ἐπιπολάζειν τῷ ὕδατι, ὁμοίως δὲ καὶ τὸ ὕδωρ ὑφίστασθαι τῷ ἀέρι, ὅτι τοιάνδε τινὰ καὶ αὐτὸ διαφορὰν ἔχει. εἰ δέ γε ἢ ἄμφω τό τε ὕδωρ καὶ τὸν ἀέρα ἓν τῷ ὑποκειμένῳ λέγοιεν ἢ κοῦφον ἢ βαρύ, ὡς πρότερον1 ὑπετέθη, ἢ δύο μὲν τὰ ὑποκείμενα, ὡς τὸ πλῆρες καὶ τὸ κενόν, ἄμφω δέ, τουτέστι τὰ δύο· ἐκ παραλλήλου γὰρ εἴρηται· ὑπάρξει ἑκατέρῳ2 καὶ τῷ ἀέρι καὶ τῷ ὕδατι, ἀλλὰ μὴ τὸ ἕτερον αὐτῶν τῷ ἑτέρῳ, συμβήσεται αὐτοῖς τὰ προειρημένα ἄτοπα, ἃ καὶ νῦν συντόμως ἐπάγει· ἔσται γάρ τι πλῆθος ἑκατέρου, ᾧ τοῦ ἑτέρου ὑπερέξει, ὕδωρ τε πλέον ὀλίγου ἀέρος τῷ κούφῳ καὶ τῷ ἄνω καὶ ἀὴρ πολὺς ὀλίγου ὕδατος τῷ βάρει καὶ τῷ κάτω, ἅπερ καὶ παρὰ τὰ φαινόμενά ἐστι καὶ παρὰ τὸν λόγον. καὶ γάρ, εἰ μὲν ἓν τὸ ὑποκείμενον, πλήθει δὲ καὶ ὀλιγότητι ἢ μεγέθει καὶ σμικρότητι ἡ κατὰ τὸ βάρος αὐτῶν διαφορά, πολὺς ἀὴρ ὀλίγου ὕδατος βαρύτερος ἂν εἴη τῷ πλείονα ἔχειν ταῦτα, ἐξ ὧν σύγκειται, καὶ τὸ ὀλίγον ὕδωρ κουφότερον τῷ ἐξ ἐλαττόνων συγκεῖσθαι. εἰ δὲ κενὸν καὶ πλῆρες εἴη τὰ ὑποκείμενα, καὶ ἀμφοτέρων ἀμφότερα μετέχοι ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ, ἀλλὰ πλείονος μὲν κενοῦ ὁ ἀὴρ ἐλάττονος δὲ τὸ ὕδωρ, συμβήσεται καὶ οὕτω τὸ αὐτὸ ἄτοπον· πολὺ γὰρ ὕδωρ ὀλίγου ἀέρος πλέον ἕξει κενόν, ὥστε καὶ κουφότερον ἔσται. εἰ δὲ τῇ ὀλιγότητι τοῦ στερεοῦ ὁρίζοιντο τὸ κουφότερον, πολὺς πάλιν ἀὴρ ὀλίγου ὕδατος πλέον στερεὸν ἔχοι ἄν, ὥστε βαρύτερος ἂν εἴη. εἰ δὲ μηδέτερον ἐκεῖνοι καθ’ αὑτὸ τῶν στοιχείων αἴτιον τοῦ κουφοτέρου ἢ βαρυτέρου φασίν, ἀλλὰ τὴν πρὸς ἄλληλα αὐτῶν ἀναλογίαν αἰτιῶνται, ὅπερ ὁ Ἀριστοτέλης πρότερον ὡς μὴ ποιοῦσι δέον ποιεῖν ἐπέσκηψεν, ὅτι ὁ πολὺς ἀήρ, κἂν ἔχῃ πλέον ὕδατος ὀλίγου στερεόν, ἀλλὰ κενὸν ἔχει πολλαπλάσιον, διὸ κουφότερός ἐστι καὶ τοῦ ὀλίγου ὕδατος, καὶ τὸ πλέον ὕδωρ, κἂν ἔχῃ κενὸν πλέον ὀλίγου ἀέρος, ἀλλὰ στερεὸν ἔχει πολλαπλάσιον, διὸ βαρύτερόν ἐστι καὶ τοῦ ὀλίγου ἀέρος, καὶ τὸν τοιοῦτον δὴ λόγον διήλεγξε πρότερον ὁ Ἀριστοτέλης ἀπὸ τῆς τῶν ὁμοειδῶν συγκρίσεως. ἐν γὰρ τῷ πλείονι πυρὶ καὶ τῷ ἐλάττονι ἡ αὐτὴ ἀναλογία τοῦ στερεοῦ πρὸς τὸ κενόν ἐστιν· εἰ οὖν ἡ ἀναλογία αἰτία, ἰσοταχῆ ὤφειλεν εἶναι τό τε πλέον πῦρ καὶ τὸ ἔλαττον· καίτοι ἄνω μὲν θᾶττον φέρεται τὸ πλέον, κάτω δὲ θᾶττον τὸ ἔλαττον.
“因此必然地,正如火因为具有此物而向上……直至:正如多次说过的那样。” 在证明了底层物既不可能为一,亦不可能如虚空与充实那样为二之后,[亚里士多德]接着引出了最初提出的论点,即必然要使诸差异与单纯物体均等,以便它们之中的每一个都按照其固有的差异而成立。因为正如这些人主张火由于具有较多的虚空而向上运动,而其余物体则不然,土由于充实而向下运动一样,他们本应同样说明空气亦由于固有的差异而运动至其自身的处所并浮于水上,水亦同样沉于空气之下,因为水自身亦具有某种此类的差异。但是,如果他们要么如之前假定的那样,称水与空气两者在底层物上为一(或轻或重),要么称底层物虽为二(如充实与虚空),但两者——即这两个底层物(因为此处是重叠并列而言的)——皆属于空气与水两者之中的每一个,而非其中一者属于一物[另一者属于另一物],那么前述的诸荒谬便将随之出现,而他如今亦扼要地列出了这些荒谬。因为将存在每种物体的某种数量,凭此数量它将超出另一物,多量的水将在轻与向上运动上超出少量的空气,大量的空气将在重与向下运动上超出少量的水;而这些既与现象相反,亦与理性相悖。因为事实上,若底层物为一,而它们依重量的差异在于多寡或大小,那么大量的空气由于具有较多构成它的那些东西,将比少量的水更重,而少量的水由于从较少的东西构成,将更轻。若底层物为虚空与充实,且空气与水两者皆分有这两者,但空气分有较多的虚空,水分有较少的虚空,那么同样亦将随之产生相同的荒谬;因为多量的水将比少量的空气具有更多的虚空,以至于它亦将更轻。另一方面,若他们以固体的稀少来规定较轻者,那么大量的空气反过来又可能比少量的水具有更多的固体,以至于它将更重。此外,如果他们主张那些元素本身皆不是较轻或较重的原因,而是把原因归于它们彼此间的比例——亚里士多德此前曾责备他们应当这样做却没有这样做——,即大量的空气纵然比少量的水具有更多的固体,但其具有的虚空却成倍于此,故而它比少量的水亦更轻,而多量的水纵然比少量的空气具有更多的虚空,但其具有的固体却成倍于此,故而它比少量的空气亦更重;那么对于此种论调,亚里士多德此前亦通过对同类事物的比较而予以了驳斥。因为在较多的火与较少的火中,固体相对于虚空的比例是相同的;因此,若比例为原因,较多的火与较少的火理应速度相等;然而较多的火向上运动更快,较少的火向下运动更快。
- 4.26εἰ δὲ μηδέτερον ἐκεῖνοι... καὶ τὸν τοιοῦτον δὴ λόγον διήλεγξε πρότερον
这是一个复杂的周期性条件句,因插入了对手可能提出的反驳(ὅτι ὁ πολὺς ἀήρ...)及亚里士多德此前的责备而大大延展。在 τὸν τοιοῦτον δὴ λόγον 前的 καί 起到了复引连词(apodotic kai)的作用,在长条件从句后引导并凸显主句。
- 4.26ἄμφω δέ, τουτέστι τὰ δύο· ἐκ παραλλήλου γὰρ εἴρηται· ὑπάρξει ἑκατέρῳ
辛普里丘对亚里士多德原文措辞的注疏。ἐκ παραλλήλου 意为“并列地”或“同义重叠地”,用以解释 ἄμφω(两者)与 τὰ δύο(这两个)叠用之处,旨在阐明虚空与充实这两个底层物同时存在于空气和水每一个物体之内。
