← 辛普里丘

亚里士多德《论天》注释

§726.26-728.10

单一与二元质料说中速度与浮沉关系的荒谬结论

亚里士多德针对物体直接质料为单一的学说提出了第二个荒谬结论,即居间元素将比单纯重的土(或轻的火)运动得更快;随后又针对以虚空和充实为二元质料的学说,论证了空气与水之间的浮沉关系将因数量多寡而颠倒,辛普利丘对此论证结构作了疏解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.24

" Καὶ τῶν μεταξὺ δὲ ἔσται ἔνια κάτω θᾶττον γῆς ἕως τοῦ ἐὰν ἐκεῖνο ποιήσῃ τις ὑπερέχειν τῇ ὕλῃ." Δεύτερον ἐπιχείρημα τοῦτο πρὸς τοὺς μιᾶς φύσεως τὴν ὕλην ὑποτιθεμένους ἢ βαρείας ἢ κούφης τῆς προσεχοῦς τῶν σωμάτων καὶ πρὸς πρώτους τοὺς βαρεῖαν λέγοντας τὴν μίαν. λέγει δὴ τούτοις ἀκολουθεῖν τὸ τῆς γῆς ἁπλῶς βαρείας οὔσης τῶν μεταξύ τινα σώματα, ἃ οὐκ ἔστιν ἁπλῶς βαρέα, βαρύτερα γίνεσθαι·1 καίτοι γε οἱ τοιαύτην ὑποτιθέμενοι τὴν ὕλην τὴν γῆν ἁπλῶς βαρεῖαν λέγουσι, τὰ δὲ λοιπὰ τρία τῇ διαφόρῳ μίξει τῶν στοιχείων μεγέθει καὶ σμικρότητι ἢ πλήθει καὶ ὀλιγότητι ἐπαμφοτερίζειν· ὅταν οὖν ληφθῇ τι τῶν μέσων τηλικοῦτον, ὡς εἶναι τὰ ἐν αὐτῷ στερεὰ ἢ τὰς ἀτόμους ἢ τὰ τρίγωνα πλείονα τῶν ἐν τῇ γῇ ἐλάττονι οὔσῃ τῷ μεγέθει, θᾶττον ἐκεῖνο τοῦ ὀλίγου μορίου τῆς γῆς οἰσθήσεται κάτω διὰ τὸ ἐλάττονα τὴν ὀλίγην ἐκείνην γῆν ἔχειν τὰ τῆς βαρύτητος καὶ τῆς ἐπὶ τὸ κάτω φορᾶς αἴτια· οὐ φαίνεται δὲ οὐδὲν μόριον ἀέρος κάτω φερόμενον οὔτε ὅλως οὔτε ἔτι μᾶλλον θᾶττον γῆς ὥστε ὑφίστασθαι αὐτῇ. δείξας οὖν καὶ τοῖς φαινομένοις ἀσύμφωνον τὸν λόγον καὶ ἑπόμενον ἔχοντα τὸ τοῦ ἁπλῶς βαρέος τὸ μὴ ἁπλῶς βαρὺ βαρύτερον εἶναι, τὸ ὅμοιόν φησιν καὶ ἐπὶ τοῦ κούφου συνάγεσθαι· καθ’ οὓς γὰρ τὸ κενὸν ὕλη καὶ κουφότητος αἴτιον, εἴ τις ἀέρα ἢ ὕδωρ ὑπερέχον οὕτω λάβοι πυρὸς ὀλίγου, ὡς τὸ ἐν τῷ ἀέρι κενόν, ὃ αἴτιον τῆς εἰς τὸ ἄνω φορᾶς φασι, πλέον εἶναι τοῦ ἐν τῷ ὀλίγῳ πυρί, κουφότερον ἐκεῖνο τοῦ πυρὸς ἔσται· ὅπερ ἄτοπον. ταῦτα δὲ τὰ ἐπιχειρήματα καὶ ἐν τούτῳ καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ τέθεικεν. εἰ οὖν ἄτοπον τὸ μίαν εἶναι πάντων ὕλην, διαφέρειν ἀνάγκη καὶ τὰς διαφορὰς ἴσας αὐτοῖς ποιεῖν, ἵνα ὁμοίαν ἔχῃ τὴν ἀντίθεσιν τὴν πρὸς ἄλληλα.

“而某些居间之物向下运动将快于土……直至:如果有人使那物在质料上占优。” 这是针对那些将物体的直接质料假定为单一本性(或重或轻)的人的第二个论据,且首先针对那些称该单一质料为重的人。他指出,对这些人而言,随之而来的结论是:在土为单纯重的情况下,某些非单纯重的居间物体却变得更重;然而假定此类质料的人却主张土是单纯重的,而其余三者因元素在大小或多寡上的不同混合而具有两面性。因此,当取某个如此之大的居间之物,使得其内部的固体或原子或三角形多于在量度上较小的土内部的事物时,该居间之物向下运动将快于那微小的土部分,因为那微小的土所具有的重的原因及向下运动的原因更少;但人们从未见到任何空气部分向下运动,更不用说快于土以至于沉于其下了。因此,在证明了该学说既与现象不符,又蕴涵着非单纯重之物重于单纯重之物之后,他说对于轻者亦可推导出类似结论。因为按照那些以虚空为质料且为轻的原因的人,如果有人取得大大超出微量之火的空气或水,使得空气中的虚空——他们称之为向上运动的原因——多于微量之火中的虚空,那么该空气将比火更轻;这是荒谬的。这些论据他在本卷及前一卷中都曾提出。因此,如果一切事物的质料为单一的是荒谬的,那么[质料]必然相异,且必须使诸差异与它们均等,以便其彼此之间具有相似的对立。

§4.25

"Ἐὰν δὲ δύο τὰ μεταξύ, πῶς ἔσται ποιοῦντα, ὃ ποιεῖ ἕως τοῦ τοῦτο δὲ οὐ φαίνεται οὐδαμοῦ οὐδέποτε." Δείξας τὰ ἑπόμενα ἄτοπα τοῖς ἓν τὸ προσεχὲς στοιχεῖον ὑποτιθεμένοις ἢ βαρὺ ἢ κοῦφον καὶ μὴ διάφορα, ὧν ἓν ἦν τὸ πάντα τὰ ἐξ αὐτοῦ ἢ βαρέα μόνως εἶναι ἢ κοῦφα μόνως, ὅπερ ἄν τις ἀπῄτησεν αὐτόν, τὸ καὶ πρὸς τοὺς δύο λέγοντας τό τε κενὸν καὶ τὸ πλῆρες διαλεχθῆναι,2 ὧν τὸ μὲν κουφότητος τὸ δὲ βαρύτητος αἴτιον ἔλεγον· οὐ γὰρ ἔτι πρὸς τούτους ἔστι λέγειν, ὅτι ἢ πάντα κοῦφα ἔσται ἢ πάντα βαρέα· τοῦτο αὐτὸς ποιεῖ καὶ ὑποθέμενος καὶ ταύτην τὴν ὑπόθεσιν τὴν τὸ κενὸν καὶ τὸ πλῆρες στοιχεῖα λέγουσαν τὰ ἑπόμενα καὶ ταύτῃ δείκνυσιν ἄτοπα καὶ νῦν. λέγουσι δὲ οὗτοι τὸ μὲν ἁπλῶς βαρὺ τὸ δὲ ἁπλῶς κοῦφον, ἁπλῶς μὲν βαρὺ τὸ πλῆρες ἁπλῶς δὲ κοῦφον τὸ κενόν, καὶ τὸ μὲν κενὸν πῦρ, διὸ ἄνω, τὴν δὲ γῆν πλῆρες, διὸ κάτω, ἀέρα δὲ πλέον πυρὸς ἔχειν, ὕδωρ δὲ γῆς. εἴ τις οὖν δύο λέγοι τὰ στοιχεῖα τό τε κενὸν καὶ τὸ πλῆρες, τὰ μεταξὺ ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ πῶς ἔσται ποιοῦντα, ἃ ποιεῖ; ποιεῖ δὲ ὁ μὲν ἀὴρ ἐπιπολάζων τῷ ὕδατι, τὸ δὲ ὕδωρ ὑφιστάμενον τῷ ἀέρι. ταῦτα οὖν πῶς ἂν ποιήσοι; ἔσται γάρ τι πλῆθος ὕδατος, ὃ πλέον πυρὸς ἕξει ὀλίγου ἀέρος, καὶ ἀὴρ ἔσται πολὺς ὀλίγου ὕδατος πλείονα γῆν ἔχων, ὥστε δεήσει ἀέρος τι πλῆθος ὕδατος ὀλίγου πλέον ἔχον γῆς θᾶττον τοῦ ὕδατος φέρεσθαι κάτω καὶ ὑφίστασθαι τῷ ὕδατι, τοῦτο δὲ οὐ φαίνεται οὐδαμοῦ οὐδέποτε. ἀλλὰ καὶ ὕδατός τι πλῆθος ἔσται ὀλίγου ἀέρος πλέον ἔχον πῦρ καὶ κενὸν καὶ διὰ τοῦτο τοῦ ἀέρος κουφότερον, ὥστε ἐπιπολάσει αὐτῷ, οὐδὲ τοῦτο δὲ φαίνεται γινόμενον. ὁ μέντοι Ἀριστοτέλης ἠρκέσθη τῇ τοῦ προτέρου συναγωγῇ τοῦ τὸν ἀέρα πλείονα ὑποθεμένου, διότι τὸ αὐτὸ ἦν συναγόμενον ἄτοπον, εἴτε ὁ ἀὴρ ὑφίσταιτο τῷ ὕδατι εἴτε τὸ ὕδωρ ἐπιπολάζοι τῷ ἀέρι· εἴτε γὰρ ὁ ἀὴρ ὑφίσταται, τὸ ὕδωρ ἐπιπολάζει, εἴτε τὸ ὕδωρ ἐπιπολάζει, ὁ ἀὴρ ὑφίσταται.

“如果居间之物为二,它们将如何做出它们所做出的……直至:但这在任何地方都从未出现。” 在证明了对那些将直接元素假定为单一的(或重或轻)且无差异的人所随之而来的诸荒谬之后——其中之一即由其生成的一切事物将要么仅仅为重,要么仅仅为轻——,正如人们对他所要求的,亦即针对那些主张虚空与充实为二者的人展开讨论,这些人称其中一者为轻的原因,另一者为重的原因(因为针对他们已无法再说要么一切皆轻要么一切皆重);他自己便做了此事,并且在假定了这一主张虚空与充实为元素的假说之后,如今亦指明了随之而来的荒谬。这些人称一者为单纯重,另一者为单纯轻,称充实为单纯重,虚空为单纯轻,且称虚空为火故而向上,称土为充实故而向下,而空气具有较多的火,水具有较多的土。因此,如果有人称虚空与充实为两种元素,那么居间之物——即空气与水——将如何做出它们所做出的?而空气是通过浮于水上而做出,水是通过沉于空气之下而做出。那么它们将如何能做出这些?因为必将存在某种数量的水,它具有的火多于少量的空气,亦将存在大量的空气,其具有的土多于少量的水,以至于具有多于少量之水的土的某数量的空气,必然向下运动快于水并沉于水下;但这在任何地方都从未出现。此外,亦必将存在某种数量的水,其具有的火与虚空多于少量的空气,并因此比空气更轻,以至于将浮于其上;然而这亦从未被见到发生。不过,亚里士多德仅满足于假定空气为多数的前一推导,因为无论空气沉于水下还是水浮于空气之上,推导出的荒谬都是相同的;因为不论空气沉于下,水便浮于上,还是水浮于上,空气便沉于下。

语法注2 条
  1. 4.24τὸ τῆς γῆς ἁπλῶς βαρείας οὔσης τῶν μεταξύ τινα σώματα, ἃ οὐκ ἔστιν ἁπλῶς βαρέα, βαρύτερα γίνεσθαι

    带冠词的不定式短语 τὸ ... βαρύτερα γίνεσθαι 作受动词 λέγει 支配的不定式 ἀκολουθεῖν 的逻辑主语。其内部插入了让步或对照性质的独立属格 τῆς γῆς ἁπλῶς βαρείας οὔσης(“在土为单纯重的情况下”),而宾格短语 τῶν μεταξύ τινα σώματα 则是不定式 γίνεσθαι 的逻辑主语。

  2. 4.25ὅπερ ἄν τις ἀπῄτησεν αὐτόν, τὸ καὶ πρὸς τοὺς δύο λέγοντας τό τε κενὸν καὶ τὸ πλῆρες διαλεχθῆναι

    整句呈现为带有层层修饰与插入的长大倒置结构(hyperbaton)。句子以分词短语 Δείξας τὰ ἑπόμενα ἄτοπα... 开始,关系从句 ὅπερ ἄν τις ἀπῄτησεν αὐτόν 的内容由同位的不定式短语 τὸ ... διαλεχθῆναι(“亦针对……展开讨论”)加以阐明,而这整个内容随后由主句 τοῦτο αὐτὸς ποιεῖ(“他自己便做了此事”)中的宾语 τοῦτο 加以承接复指。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:726.26-728.10