← 辛普里丘

亚里士多德《论天》注释

§725.22-726.25

批判单一元素质料说与确立各异质料

辛普里丘阐释了亚里士多德对主张所有元素具有单一质料之学说(如虚空、充实、量度或三角形)的批判,指出若直接质料唯一,则一切运动必将仅朝向上方或仅朝向下方,从而论证了四元素各具特有的直接质料与固有差异的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.23

" Ὅτι δὲ ἀναγκαῖον ποιεῖν ἴσας τὰς διαφορὰς ἕως τοῦ οὐκ ἔσται ὁ ἀεὶ κάτω." Εἰπών, ὅτι ἔστιν τὸ μὲν ἁπλῶς βαρὺ τὸ δὲ ἁπλῶς κοῦφον, καὶ δύο τούτων μέσα πῇ μὲν ὄντα κοῦφα πῇ δὲ βαρέα, καὶ ὅτι κατὰ τὴν ἑαυτοῦ φύσιν ἕκαστον ἀφωρισμένην ἔχει τὴν οἰκείαν ῥοπὴν διὰ τὸ καὶ τὰς προσεχῶς αὐτοῖς ὑποκειμένας ὕλας διαφόρους εἶναι καὶ ἰσαρίθμους αὐτοῖς, ὅτι τοῦτο ἀληθές, καὶ ἕκαστον τῶν τεσσάρων οἰκείας ἔχει διαφορὰς καὶ οὐ κατὰ μίξιν τῶν ἄκρων ὑφέστηκεν,1 ὡς οἱ τὸ μὲν κοῦφον τὸ κενὸν τὸ δὲ βαρὺ τὸ πλῆρες λέγοντες, νῦν δείκνυσιν. ὅτι γὰρ τοῦτο προὔθετο διὰ τοῦ ἴσας εἰπεῖν τὰς διαφοράς, δῆλον ἐκ τῆς τοῦ ἀντικειμένου ἐπιφορᾶς. εἰ μὲν γὰρ μία, φησίν, ὕλη πάντων, οἷον ἢ τὸ κενὸν ἢ τὸ πλῆρες ἢ τὸ μέγεθος ἢ τὰ τρίγωνα, τάδε ἂν τὰ ἄτοπα ἠκολούθει, ἅπερ ἐπάγει. χρὴ οὖν μὴ μίαν ὑποτίθεσθαι τῶν στοιχείων τὴν προσεχῆ ὕλην, ἀλλὰ ἰδίαν ἰσουμένων αὐτῶν πρὸς ἄλληλα κατὰ τὸ διαφορὰς οἰκείας ἕκαστον αὐτῶν ἔχειν. Ὁ μὲν οὖν σκοπὸς τοῦ προβλήματος τοιοῦτος· λέγει δέ, ὅτι, εἰ μία πάντων εἴη τῶν σωμάτων ἡ προσεχὴς ὕλη ἢ τὸ κενὸν ἢ τὸ πλῆρες, οὐχ ὅτι ἔστι τις ὁ τὸ κενὸν καθ’ αὑτὸ ὑποθέμενος ὕλην, ἀλλ’ ὡς παράδειγμα κουφότητος καθ’ ὑπόθεσιν παρέλαβεν αὐτό, διότι καὶ οἱ τὸ κενὸν καὶ πλῆρες ὑποθέμενοι, ὥσπερ οἱ περὶ Δημόκριτον, τὸ κενὸν κουφότητος ἔλεγον τοῖς σώμασιν αἴτιον· εἴτε οὖν τούτων ἕν, φησίν, ἢ τὸ μέγεθος, ὡς οἱ τὸ στοιχεῖον ἓν λέγοντες, μεγέθει δὲ καὶ σμικρότητι καὶ παχύτητι καὶ λεπτότητι τὴν διαφορὰν τῶν βαρέων ποιοῦντες τῆς ὑποκειμένης ὕλης βάρος καθ’ ἑαυτὴν ἐχούσης, ἢ τὰ τρίγωνα, τουτέστι τὰ ἐπίπεδα, εἰ οὖν μία πάντων εἴη τῶν σωμάτων ὕλη ἡ προσεχής,2 ἢ κούφη ἢ βαρεῖά ἐστιν· εἰ δὲ τοῦτο, ἀνάγκη ἢ πάντα ἄνω ἢ πάντα κάτω φέρεσθαι, τὴν δὲ ἑτέραν μηκέτι εἶναι. εἰ μὲν γὰρ βαρεῖα ἡ ὕλη, κοῦφον οὐδὲν ἔσται ἁπλῶς, εἴπερ πάντα ῥέπει, τουτέστι βρίθει, εἰ καὶ μᾶλλον ἄλλα ἄλλων βρίθει τῷ ἐκ μειζόνων εἶναι σωμάτων ἢ ἐκ πλειόνων, ἢ ὅτι πλήρη, τουτέστι πυκνότερα. ἐπιστῆσαι δὲ χρὴ τῷ εἰ πάντα ῥέπει μᾶλλον,3 ὅτι ὡς βάρους οὔσης τῆς ῥοπῆς εἴρηται, ὥσπερ καὶ ὁ Πλάτων χρησάμενος τὰ πρὸς τὸ οἰκεῖον φερόμενα πάντα βαρέα λέγει ὡς ῥέποντα πρὸς αὐτό. εἰ δὲ τὸ κενὸν ἤ τι τοιοῦτόν ἐστιν ἡ ὕλη, ὃ ἀεὶ ἄνω φέρεται· καὶ γὰρ τὸ κενὸν ὡς τοῦ τοιούτου παράδειγμα προεβλήθη· οὐκ ἔσται, ὃ ἀεὶ κάτω οἰσθήσεται. ὁρῶμεν δὲ καὶ δέδεικται ἔκ τε τῆς τῶν τόπων καὶ τῆς τῶν ἁπλῶν κινήσεων διαφορᾶς, ὅτι πανταχοῦ ὁμοίως κατὰ φύσιν καὶ ἄνω τινὰ φερόμενά ἐστι καὶ ἄλλα κάτω.

“必须使诸差异均等……直至:将不会存在恒常在下者。” 在说明了一者为单纯的重,另一者为单纯的轻,而此二者之间有两者为居间物,在某方面为轻而在某方面为重,且依照其各自本性,每一者都具有确定的本有倾向,因为直接位于其下的诸质料亦各不相同并与它们数目相等之后,[亚里士多德]如今证明这是真实的,且四个元素中的每一者都具有其本有的差异,并非如那些主张轻即虚空、重即充实的人所说的那样依据两极的混合而成立。因为通过说差异均等,他所意图阐明的是这一点,这从相反命题的推论中显明出来。因为他说,如果一切事物的质料为单一的,例如或者为虚空,或者为充实,或者为量度,或者为三角形,那么就会随之产生他在后面补充的这些荒谬结论。因此,不应假定诸元素的直接质料为单一的,而应假定为各自特有的,它们在每一者都具有本有差异这一点上彼此均等。 因此,该难题的目的即是如此。他说,如果一切物体的直接质料为单一的,不论是虚空还是充实——并不是说有人将虚空本身假定为质料,而是他出于假说将其作为轻的例证而采纳,因为那些假定虚空与充实的人,如德谟克利特派,亦主张虚空是物体中轻的原因——,或者他说,是这些事物中的某一个,或者为量度,正如那些主张元素为单一、并通过大小和厚薄来造成重物之间的差异,而基底的质料本身便具有重量的人那样,或者是三角形,即诸平面;因此,如果一切物体的直接质料为单一的,它或者为轻,或者为重。如果这样,便必然或者一切事物皆向上运动,或者一切事物皆向下运动,而另一种运动将不再存在。因为如果质料是重的,就根本不会有任何东西是单纯轻的,既然一切事物皆有倾向,即下坠沉重——即使某些事物比起其他事物下坠得更沉重,由于是由更大或更多的物体构成,或是由于它们是充实的,即更为密实。对于“如果一切事物更有倾向”这一表达应当注意到,这里是在属于重量的意义上谈及倾向的,正如柏拉图亦如此运用,将运向本有处所的一切事物称为重的,因为它们倾向于运向该处。但是,如果质料是虚空或某种总是向上运动的事物——因为虚空是作为此类事物的例证被提出的——,那么就不会有恒常向下运动的事物。然而我们看到,并且亦已从处所的差异与单纯运动的差异中得到证明:在任何地方都同样依本性既有某些事物向上运动,亦有其他事物向下运动。

语法注3 条
  1. 4.23ὅτι τοῦτο ἀληθές, καὶ ἕκαστον τῶν τεσσάρων οἰκείας ἔχει διαφορὰς καὶ οὐ κατὰ μίξιν τῶν ἄκρων ὑφέστηκεν

    该 ὅτι 从句充当位于句末的主动词 δείκνυσιν(“如今证明”)的宾语。在开篇以分词短语 Εἰπών, ὅτι...(“说明了……之后”)引发的长句之后,此处的 ὅτι 起到承接前文并引出主句论证内容的作用。

  2. 4.23εἰ οὖν μία πάντων εἴη τῶν σωμάτων ὕλη ἡ προσεχής

    该条件从句通过小词 οὖν 重复并再现(回述,epanastrophe)了前面的 εἰ μία πάντων εἴη...,后者曾被关于虚空、充实、德谟克利特学说、量度及三角形的冗长插入与同格说明所打断。此从句紧接主句断言 ἢ κούφη ἢ βαρεῖά ἐστιν。

  3. 4.23ἐπιστῆσαι δὲ χρὴ τῷ εἰ πάντα ῥέπει μᾶλλον

    带冠词与格 τῷ 将引用自亚里士多德文本的完整短语 εἰ πάντα ῥέπει μᾶλλον(“如果一切事物更有倾向”)名词化,充当无人称句式 ἐπιστῆσαι χρὴ(“应当注意到……”)的与格补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg001.humanitext-grc1:725.22-726.25